XXII. Ὅτι ἀντακολουθοῦ σιν αἱ ἀρεταί. Ὅτι ἀντακολουθοῦσιν αἱ θικαὶ ἀρεταί, δεικτέον καὶ ἀπὸ τῆς προαιρέσεως. εἰ γὰρ ἡ ἀρετὴ μάλιστα τῇ προαιρέσει κρίνεται, ἡ δὲ ὀρθὴ προαίρεσις ἔκ τε φρονήσεως εἵπετο βουλεύεσθαι τῆς φρονήσεως καὶ ἠθικῆς ἀρετῆς, εἴ γε δεῖ μὲν τῷ καλῶς βουλευομένῳ τὸν σκοπὸν ὀρθὸν κεῖσθαι, εἰς ὃν περὶ τῶν συντελούντων εἰς αὐτὸν βουλεύεται, ὁρίζεται δὲ ὁ σκοπὸς ὑπὸ τῆς ἠθικῆς ἀρετῆς (οὖ γὰρ ἐφιέμεθα, περὶ τούτου βουλευόμεθα, ἡ δὲ τῶν προσηκόντων ἔφεσις ἀπὸ τῆς ἠθικῆς ἀρετῆς, ὥσπερ εἶπεν Ἀριστοτέλης), οὐκ ἔστιν ἡ προαίρεσις ὀρθὴ ἄνευ φρονήσεως οὐδ’ ἄνευ ἀρετῆς. ἡ μὲν γὰρ τὸ τέλος, ἡ δὲ τὰ πρὸς τὸ τέλος ποιεῖ πράττειν. ἔτι εἰ ἀνάγκη 3 ἀποκέκλεισται B²S1 Vict.? Sp.: ἀποκέκληται VFB1 : ἀποκέκλειται G: ἀποκέκλεισθαι S¹a 4 εἰ δεῖ V2 Vict. Sp.: εἰδει V¹: ἔδει Fa 5 ἣ V corr. ex ἤ 5, 6 ὁ—αἰδώς circumscripsi 6 τοῦτο ⟨τὸ⟩ coni. Sp.: τοῦ Vict. πάθους Vict. οὐδὲ forttasse οὐδενὶ 7 αὐτὸν (in mg οἶμαι Ἀριστοτέλη V1) V¹FS¹B1G: αὐτὸν τὸν Ἀριστοτέλη λέγοντα (δηλοῦντα B²) B²S²a Sp. 8 ἐστιν] στ in lit. V 9 αἰσχρὰ πάντα VB ¹S¹: τὰ αἰσχρὰ παρ’ αὐτοῖς S²B²aSp. 10 τῆς] Ϛ in lit. V 23 ήθικαὶ] θι s. v. V 25 τε VSB¹FML: del. B2: om. aSp. εἵπετο VB¹: ἔκ τε τοῦ S¹FL (τοῦ corr. ex τὸ): επετο (ἔπετο a: ἕπεται Sp.) τὸ γὰρ S²B²aSp. fortasse φρονήσεως ⟨καὶ ἠθικῆς ἀρετῆς⟩ ε ἴ γε τὸ 26 σκοπὸν] inter ο et π paull. eras. V αὐτὸν] αὐτὴν a Sp. 28 ἐφιέμεθα] ι s. v. V 29 ex gr. Eth. Vic. II, 9. 110a20s sqq. μὲν ἡντινοῦν ἀρετὴν ἠθικὴν ἔχοντα φρόνησιν ἔχειν, εἴ γέ ἐστιν ἡ ἠθικὴ ἀρετὴ πρακτικὴ τῶν ὡρισμένων φρονήσει τε καὶ τῷ ὀρθῷ λόγρ, ἀνάγκη δὲ καὶ τὸν φρόνησιν ἔχοντα ἔχειν ἠθικὴν ἀρετήν, εἴ γε οἰκεῖον τῇ φρονήσει τὸ ζητεῖν, πῶς οἷόν τε τυχεῖν τοῦ δέοντος σκοποῦ, ὃν τῆς ἠθικῆς ἀρετῆς ὁρίσαι· αὕτη γὰρ τῆς ὀρεκτικῆς δυνάμεως ἀρετή· ταύτῃ γὰρ φρόνησίς τε καὶ δεινότης διαφέρουσιν, ἡ μὲν φρόνησις τῶν πρὸς τὸν ὀρθὸν σκοπὸν φερόντων ἐστὶν εὑρετική τε καὶ ζητητική, ἡ δὲ δεινότης τῶν πρὸς τὸν τυχόντα