XX. Ὅτι μὴ χρὴ πανταχοῦ τὸ χρήσιμον ζητεῖν. Ὁ ἐν πάσῃ πράξει καὶ παντὶ μαθήματι τὸ χρήσιμον ἀπαιτῶν καὶ μηδὲν ἀξιῶν μανθάνειν ἢ ποιεῖν, ὃ μὴ ἔστι χρήσιμον, οὗτος ἀναιρεῖ τὸ 2 ἡ SFa Sp.: εἰ VΒ 3 αἰσχρὸν V 5 post ἡδὺ add. ὃ a 8 αὑτῶν V: αὐτοῦ B¹: αὐτοῦ B2a Sρ.: ἑαυτοῦ S² 10 ᾦ Vict. Sp.: ὡς libri δὲ om. a 11 τῷ Vict.? Sp.: τὸ libri 12 ἐρυθαίνεσθαι V²GSFB: ἐρυθένεσθαι V¹: ἐρυθραίνεσθαι a Sp. 13 γινόμενον ἔτι aSp. 19 τῶν ἧττον σπ. Vict. 20 κωμωδοῦντοσ V 21 τραγηματίζεν] μα in lit. V 8 ἡ θiels: δὴ VS¹B GF: δὴ ὅπερ S²B²a Sp. λύσει V (corr. V2) 23 αῦτη V: αὐτὴ a Sp.: αὐτῆς SF ἔτι in lit. V εἰ add. Schvart 25 εἷεν οὖν ἂν V²B Vict. Sp. 26 ἀκολάστου] κ in it. V ᾖσθῆναι V (corr. V²) 30 χρήσιμον] σι add. V2 31 ἠ V ἀναιρεῖ τὸ] ἀναιρεῖτο V εἶναί τι δι’ αὗτὸ ἀγαθόν τε καὶ αἱρετόν, εἴ γε τὸ μὲν χρήσιμον ἄλλου τινὸς χάριν γίγνεται, πρὸς ὃ χρήσιμόν ἐστι, τὸ δὲ ἄλλου τινὸς γινόμενον χάριν παρ’ ἐκείνου τὸ αἱρετὸν ἔχον ἔχοι ἂν παρ’ ἐκείνου καὶ τὸ ἀγαθὸν εἶναι, πᾶν δὲ χρήσιμόν ἐστι τὸ ἀγαθοῦ τινος ποιητικὸν καὶ γινόμενον, διότι ἐκείνου ἐστὶ ποιητικόν. ἀλλ’ εἰ τὸ δι’ αὐτὸ ἀγαθόν τε καὶ αἱρετὸν μᾶλλον ἀγαθὸν τοῦ παρ’ ἄλλου τὸ ἀγαθὸν ἔχοντος, ὁ τὸ χρήσιμον ἐν πᾶσιν ἀπαιτῶν ἀναιρεῖ τὸ εἶναί τι ἀγαθὸν κυρίως τε καὶ καθ’ αὐτό, ἔτι ὁ τὸ χρήσιμον μόνον ἀγαθὸν εἶναι λέγων καὶ αἱρετὸν ἀναιρεῖ τὸ εἶναί τι χρή σιμον. εἰ γὰρ τὸ χρήσιμον ὡς ἀγαθοῦ ποιητικόν ἐστιν αἱρετὸν καὶ τὸ εἶναι ἀγαθὸν ἔχει παρὰ τοῦ γινομένου πρὸς αὐτοῦ, μηδὲν δέ ἐστι τοιοῦτο καθ’ οὓς μόνον αἱρετόν ἐστιν τὸ χρήσιμον ἀναιρουμένου τοῦ δι’ ὃ γινόμενον ὑπ’ αὐτοῦ τὸ χρήσιμον τὸ αἱρετὸν ἔχει. εἰ γὰρ εἴη τὸ χρήσιμον χρήσιμον, διότι χρησίμου τινός ἐστιν ἀγαθοῦ ποιητικόν, ἔσται πᾶν τὸ ὑπὸ τοῦ χρησίμου γινόμενον χρήσιμον, ὃ τῷ εἶναι χρήσιμον ἐπ’ ἄλλο πάλιν ἕξει τὴν ἀναφοράν. οὕτως δὲ ἐπ’ ἄπειρον προελεύσεται, ἀεὶ μὲν τοῦ χρησίμου, διότι ποιεῖ τι, ὄντος χρησίμου, παντὸς δὲ τοῦ ὑπὸ τοῦ χρησίμου γινομένου ὄντος καὶ αὐτοῦ χρησίμου. τούτου δ’ οὕτως ἔχοντος οὐδ’ ἂν τὸ χρήσιμον ἔτι μένοι χρήσιμον, οὐκ ὄντος ἐσχάτου τινός, ὃ τῷ δι’ αὐτὸ αἱρετόν τε καὶ ἀγαθὸν εἶναι καὶ τοῖς εἰς αὐτὸ συντελοῦσιν καὶ οὖσι πρὸς αὐτὸ χρησίμοις τὸ εἶναι τοῖς τοιούτοις παρεῖχεν. ὡς γὰρ μὴ ὄντος αἱρετοῦ τοῦ γινομένου οὐδὲ τὸ πρὸς τοῦτο χρήσιμον ἔχοι ἂν τὸ αῖπετόν, σῦτως οὐδὲ τῶν πρὸς χρήσιμόν τι χρησίμων ἔχοι ἂν τὸ αἱρετὸν τῷ μηδὲν τῶν γινομένων ὑπ’ αὐτῶν αἱρετὸν εἶναι δι’ αὐτό, εἰ δὴ ἄτοπον τὸ ἀναιρεῖν τό γε εἶναί τι ἀγαθόν (ἀναιρεῖται γὰρ κατὰ τοὺς λέγοντας μόνον δεῖν σπουδάζεσθαι τὸ χρήσιμον, ὡς δέδεικται), ἄτοπον δὲ καὶ τὸ λέγειν μηδὲν εἶναι χρήσιμον, ὃ καὶ αὐτὸ ἀναιροῦσιν οἱ τὸ χρήσιμον μόνον σπουδάζεσθαι λέγοντες, ἄτοπος ἂν ἥδε ἡ δόξα εἴη. πρὸς δὲ τούτοις εἰ τὰ μὲν χρήσιμα ἡμῖν συναίρεται πρὸς τὰς ἐνδείας τε καὶ ἐνοχλήσεις καὶ περιστάσεις τὰς κατὰ τὸν βίον, τέλος δὲ οὐ τὸ ἐνοχλεῖσθαι, ἀλλὰ τὸ μηδὲν ἐνοχλουμένους ἐνεργεῖν τινας ἐνεργείας, αἱ οἰκεῖαί τε τοῖς ἀνθρώποις καὶ ἐλευθέρων ἐνέργειαι . ἀνδραπόδων γὰρ τὸ πάντα ποιήσαντας πρὸς τὸ μὴ 1 αὐτὸ V 2 δὲ add. V²BS2a Sp. 4 πᾶν δὲ VBSa Sp.: ἐᾶσοι V¹F1B1 ὥστε G 5 ποιητικόν] ό in lit. V 7 τι] ι in lit. V 9 ἀγαθοῦ (θ in lit. V 10 αυτοῦ V 11 οὓς B²Sa Sp.: ὃ VB¹F Vict. post μόνον add. τὸ χρήσιμον Vict. Sp. τὸ V¹ GF: οὐκ ἔσται τὸ V²BSa Sp.: fortasse τὸ χρήιμον, ⟨ἀναιρεθήσεται τὸ χρήσιμον⟩ ἀναιρουμένου 12 ὑπ] ἐπ’ a post ἔχει add. ἀναιρεῖται τὸ χρήσιμον GF 13 χρήσιμον in lit. V διότι χρησίμου] διότι χρη in mg. V1 ⟨ὡς⟩ ἀγαθοῦ Schsartc 14 ὃ V2 corr. ex ὄ 17 χρησίμου V 18 ὅτῷ V 20 τοῖς om. SFa 21 τοῦτο] τούτου a Sp. ἔχοι ἂν τὸ scripsi: ἔχοι ἂν VFS¹B¹: ἂν τὸ S2a: ἂν τὸ (εἴη, quod ante ἂν scripserat, del.) B²: ἂν εἴη τὸ coni. Sp. 22 οὐδὲ VS¹B¹F: οὐδὲν S2B2a fortasse recte: δὲ οὐδὲν Vict. Sp. 23 δὴ] δὲ Vict. Sp. 24 τό γε] τὸ vel τότε coni. Sp. 27 εἰ om. del. Sp. ,,nisi apodoais ecidit“ 28 συναίρεται V²B Vict. Sp.: συναναιρεῖται VFGa 29 τὸ ⟨μὴ⟩ F Sp.: τὸ VBSa 30 ἐνεργείας] α in lit. V 31 lacunam indicavi πάντα] τα add. V2 ἐνοχλεῖσθαι ἐν παιδιᾷ τοῦ λοιποῦ καταζῆν μηδεμίαν ἐνέργειαν σπουδῆς ἀξίαν ἐνεργοῦντας. ὡς γὰρ ἄτοπον τὰς τῶν θεῶν ἐνεργείας ἢ πρὸς τὸ χρήσιμον αὐτοῖς γίνεσθαι λέγειν τοῖς μηδενὸς τοιούτου δεομένοις, ἀλλὰ ἔξω πάσης ἐνδείας καὶ παντὸς πάθους οὖσιν, ἢ ἐν παιδιᾷ τὸ τέλος αὐτοῖς τίθεσθαι, οὕτως ἄτοπον καὶ τὸ τοῖς ἀνθρώποις λέγειν τέλος εἶναι τῶν σπουδαίων ἐνεργειῶν καὶ παντὸς τοῦ βίου παιδιάν. καὶ γὰρ εἰ πάντες τῶν ἄλλων ἀπάντων ζῴων διαφέρομεν τῷ ἐπιστήμης τε εἶναι δεκτικοὶ καὶ αἴσθησιν ἀληθείας ἔχειν, δῆλον ὡς καὶ τὸ τέλος ἂν ἡμῖν εἴη ἐν ταῖς κατ’ αὐτὰ ἐνεργείαις ταῖς γινομέναις καθ’ ὅ ἐσμεν ἄνθρωποι, ἐσμὲν δὲ ἄνθρωποι μάλιστα, καθ’ ἃ διαφέρομεν τῶν ἄλλων ζῴων ἀπάντων, ταῦτα δ’ ἦν ἐπιστήμη τε καὶ ἀλήθεια, οὔτε ἐν παιδιᾷ κεῖται, οὔτε ἐν τοῖς διὰ τὸ χρήσιμον αἱρετοῖς. XXI. Περὶ αἰδοῦς. Εἴρηκεν μὲν καὶ ἐν τῷ δευτέρῳ τῶν ικομαχείων, ὅτι πάθος ἐστίν, ἀλλ’ οὐχ ἕξις οὐδὲ ἀρετή, λέγει δὲ καὶ ἐν τῷ τετάρτῳ, καὶ δείκνυσίν γε ὅτι πάθος διά τε τοῦ ὁρισμοῦ τῆς αἰδοῦς καὶ διὰ τῶν τοῖς αἰδουμένοις συμβαινόντων. ἀλλ’ ἐκεῖ μὲν ἐπαινετὸν αὐτὸ πάθος εἶπεν, ἐνταῦθα δὲ τοῖς μὲν νέοις φησὶν εἶναι αἱρετὸν αὐτό, διότι τῆς ἡλικίας ἐχούσης εὐεμπτώτως πρὸς τὰ ἁμαρτήματα ἡ αἰδώς πολλοῖς αὐτῶν ἐμποδὸν γίνεται, τοῖς δὲ κατὰ τὴν ἡλικίαν προβεβηκόσιν ἀλλότριόν φησιν αὐτὸ λοιπὸν εἶναι τῷ εἶναι μὲν δὴ τὴν αἰδώ φόβον ἀδοξίας, τὸν δὲ φόβον τῆς ἀδοξίας ἢ ἐπὶ γεγονόσιν αἰσχροῖς ἢ ἐπὶ μέλλουσιν γίνεσθαι ἢ ἐπὶ δοκοῦσιν, ὧν οὐκέτι οἱ προβεβηκότες κατὰ τὴν ἡλικίαν καὶ τὰς ἀρετὰς ἔχοντες πρακτικοί. ῥτψδιον γὰρ αὐτοῖς φυλάττεσθαι καὶ ὅσα οὐκ ἔστι μὲν αἰσχρά, δοκεῖ δὲ γίνεσθαι καὶ αὐτὰ ἀδοξίας αἴτια. ἄξιον δὴ περὶ τούτου διαλαβεῖν καὶ μάλιστα, ἐπεὶ σύνισμεν αὐτοῖς ἤδη ταύτην ⟨τὴν⟩ ἡλικίαν γεγονόσιν αἰδουμένοις πολλὰ καὶ πολλάκις. εἰ μὲν οὖν ἦν λεγόμενον τὸ δεῖν καταφρονεῖν τῆς ἀδοξίας, οὐκ ἂν ἡμῖν ἔδει λόγων. ἐπεὶ δ’ οὐ τοῦτ’ ἐστὶν τὸ λεγόμενον, ἀλλὰ κεῖται μὲν ὅτι δεῖ φυλάττεσθαι τὴν ἀδοξίαν, εἴ γε ἡ δόξα καὶ τιμὴ μέγιστον τῶν ἐκτὸς ἀγαθῶν, λέγεται δὲ ὅτι μηκέτι ἐν ἀδοξίᾳ γίνονται οἱ μήτε ποιοῦντές τι αἰσχρὸν μήτε ποιήσαντες, λέγοιμεν ἄν τι πρὸς τὰ εἰρημένα, ἐφ’ οἷς σύνισμεν αὐτοῖς αἰδουμένοις. οὐ γὰρ ἔοικεν ἡ ἀδοξία ἐπὶ τοῖς πραττοπαιδιᾷ 1 Vict.?: παιδείᾳ libri item v. 6.17 καταζῆν scripsi: κατὰ τὴν VB¹S¹: κατὰ SB²aSp. σπουδῆς] ς in lit. V 6 παιδιάν Vict. 7: παιδείαν libri 7 τε Sp.: γε libri, quod S¹F coll. ante ἐπιστήμης 8 εἴη ἡμῖν a Sp. 11 οὔτε B² Sp.: οὔτε VS²2 Vict.: οὔτε ἃ S¹a ἐν τοῖς om. a 13 περὶ αἰδοῦς in lit. V 14 ἐν τῷ δευτέρῳ] Εth. Nic. II, 7. 1108a30 15 ἐν τῷ τετάρτῳ] Etm. Nic. IV,15. 1128b10 19 αἰδὼς] ante ς unsa lit. erasa V 20 λοιπὸν αὐτό φησιν εἶναι a Sp. δὴ V2: διὰ V1a: om. B² Vict. Sp. 26 συνίσμεν V (et v. 32 αὐτοισ V τὴν add. Sp. αἰδομένοις a Sp. 32 αὑτοῖς V²B²: αὐτοῖς VFB¹: αὐτοῖς αὐτοῖς a: αὐτοὶ αὐτοις Vict.? 7 Sp. μένοις μὴ καλῶς γίνεσθαι μόνοις, ἀλλὰ καὶ τοῖς ὑποπτευομένοις καὶ τοῖς διαβληθῆναι δυναμένοις, ἃ μάλιστα ἰσχύει παρὰ τοῖς ἀγνοοῦσιν. εἰ δὲ γίνεταί τις καὶ ἐπὶ τοῖς τοιούτοις ἀδοξία, οὐκ ἀποκέκλεισται ὁ μηδὲν αἰσχρὸν ποιήσας τοῦ ἐν ἀδοξίᾳ δύνασθαι γενέσθαι. ἣν ἀδοξίαν εἰ δεῖ φοβεῖσθαι, ἣ οὐδὲν ἔλαττον ἐκ διαβολῶν ἢ ἐκ πράξεων γίνεται ὁ δὲ τῆς ἀδοξίας φόβος αἰδώς , οὐκ ἀλλότριον τοῦτο τὸ πάθος οὐδὲ τῶν ἐπιεικῶν εἴη ἂν καὶ κατὰ τὴν ἡλικίαν προβεβηκότων, οὐδὲ κατ’ αὐτόν, εἴ γε δεῖ μὲν φυλάττεσθαι καὶ φοβεῖσθαι τὴν ἀδοξίαν, τοῦτο δ’ ἐστιν αἰδώς. ἔτι τοῖς καλῶς τε καὶ σεμνῶς βιοῦσιν τῷ πάντα αἰσχρὰ πάντα διαβεβλῆσθαι μείζων ὁ τῆς ἐπ’ αὐτοῖς ἀδοξίας φόβος, καὶ μειζόνως αὐτὸν φυλάττονται, διὸ καὶ συμβέβηκεν τούτοις αἰδεῖσθαι μάλιστα, οἷς σφόδρα ἐστὶ τὰ αἰσχρὰ μισητά. ἡ γὰρ αἰδῶς οὐκ ἔοικεν πλῶς εἶναι φόβος ἀδοξίας, ἀλλὰ πολὺ πρότερον ἀλλοτριότης πρὸς τὰ αἰσχρά, δι’ ἣν οἱ οὕτως ἔχοντες φοβοῦνται τὴν ἐπ’ αὐτοῖς ἀδοξίαν. εἰ δ’ ἐστὶν τοιοῦτον ἡ αἰδώς, οὐκέτ’ ἂν οὐδὲ πάθος ἁπλῶς εἴη, ἀλλ’ ἕξις τις καὶ διάθεσις, ἢ τὸ προειρημένον ἕπεται πάθος. τῶν γοῦν κατὰ τὴν ἡλικίαν προβεβηκότων τοὺς μὲν οὐ φυλασσομένους τὰ αἰσχρὰ οὐδ’ ὅλως ἂν ἴδοι τις αἰδουμένους· διὰ γὰρ συνήθειαν τῶν πραττομένων αὐτοῖς καταπεφρονήκασιν τῆς ἐπ’ αὐτοῖς ἀδοξίας. οἱ δὲ καθαρεύοντες ἀπὸ τῶν τοιούτων μᾶλλον αἰδοῦνται τότε, ὅσῳ πεπείκασιν καὶ αὐτοὺς αἰσχρότερον εἶναι τοῖς ταύτην τὴν ἡλικίαν γεγονόσιν τὴν ἐπὶ τοῖς αἰσχροῖς ἀδοξίαν ἢ τοῖς νέοις. XXII. Ὅτι ἀντακολουθοῦ σιν αἱ ἀρεταί. Ὅτι ἀντακολουθοῦσιν αἱ θικαὶ ἀρεταί, δεικτέον καὶ ἀπὸ τῆς προαιρέσεως. εἰ γὰρ ἡ ἀρετὴ μάλιστα τῇ προαιρέσει κρίνεται, ἡ δὲ ὀρθὴ προαίρεσις ἔκ τε φρονήσεως εἵπετο βουλεύεσθαι τῆς φρονήσεως καὶ ἠθικῆς ἀρετῆς, εἴ γε δεῖ μὲν τῷ καλῶς βουλευομένῳ τὸν σκοπὸν ὀρθὸν κεῖσθαι, εἰς ὃν περὶ τῶν συντελούντων εἰς αὐτὸν βουλεύεται, ὁρίζεται δὲ ὁ σκοπὸς ὑπὸ τῆς ἠθικῆς ἀρετῆς (οὖ γὰρ ἐφιέμεθα, περὶ τούτου βουλευόμεθα, ἡ δὲ τῶν προσηκόντων ἔφεσις ἀπὸ τῆς ἠθικῆς ἀρετῆς, ὥσπερ εἶπεν Ἀριστοτέλης), οὐκ ἔστιν ἡ προαίρεσις ὀρθὴ ἄνευ φρονήσεως οὐδ’ ἄνευ ἀρετῆς. ἡ μὲν γὰρ τὸ τέλος, ἡ δὲ τὰ πρὸς τὸ τέλος ποιεῖ πράττειν. ἔτι εἰ ἀνάγκη 3 ἀποκέκλεισται B²S1 Vict.? Sp.: ἀποκέκληται VFB1 : ἀποκέκλειται G: ἀποκέκλεισθαι S¹a 4 εἰ δεῖ V2 Vict. Sp.: εἰδει V¹: ἔδει Fa 5 ἣ V corr. ex ἤ 5, 6 ὁ—αἰδώς circumscripsi 6 τοῦτο ⟨τὸ⟩ coni. Sp.: τοῦ Vict. πάθους Vict. οὐδὲ forttasse οὐδενὶ 7 αὐτὸν (in mg οἶμαι Ἀριστοτέλη V1) V¹FS¹B1G: αὐτὸν τὸν Ἀριστοτέλη λέγοντα (δηλοῦντα B²) B²S²a Sp. 8 ἐστιν] στ in lit. V 9 αἰσχρὰ πάντα VB ¹S¹: τὰ αἰσχρὰ παρ’ αὐτοῖς S²B²aSp. 10 τῆς] Ϛ in lit. V 23 ήθικαὶ] θι s. v. V 25 τε VSB¹FML: del. B2: om. aSp. εἵπετο VB¹: ἔκ τε τοῦ S¹FL (τοῦ corr. ex τὸ): επετο (ἔπετο a: ἕπεται Sp.) τὸ γὰρ S²B²aSp. fortasse φρονήσεως ⟨καὶ ἠθικῆς ἀρετῆς⟩ ε ἴ γε τὸ 26 σκοπὸν] inter ο et π paull. eras. V αὐτὸν] αὐτὴν a Sp. 28 ἐφιέμεθα] ι s. v. V 29 ex gr. Eth. Vic. II, 9. 110a20s sqq. μὲν ἡντινοῦν ἀρετὴν ἠθικὴν ἔχοντα φρόνησιν ἔχειν, εἴ γέ ἐστιν ἡ ἠθικὴ ἀρετὴ πρακτικὴ τῶν ὡρισμένων φρονήσει τε καὶ τῷ ὀρθῷ λόγρ, ἀνάγκη δὲ καὶ τὸν φρόνησιν ἔχοντα ἔχειν ἠθικὴν ἀρετήν, εἴ γε οἰκεῖον τῇ φρονήσει τὸ ζητεῖν, πῶς οἷόν τε τυχεῖν τοῦ δέοντος σκοποῦ, ὃν τῆς ἠθικῆς ἀρετῆς ὁρίσαι· αὕτη γὰρ τῆς ὀρεκτικῆς δυνάμεως ἀρετή· ταύτῃ γὰρ φρόνησίς τε καὶ δεινότης διαφέρουσιν, ἡ μὲν φρόνησις τῶν πρὸς τὸν ὀρθὸν σκοπὸν φερόντων ἐστὶν εὑρετική τε καὶ ζητητική, ἡ δὲ δεινότης τῶν πρὸς τὸν τυχόντα XXIII. Πῶς εἰ ἡ ἡδονή ἐστι κατὰ Ἀριστοτέλη ἐνέργεια τῆς κατὰ φύσιν ἕξε ως ἀνεμπόδιστος, οὐκ ἔσται καὶ ἡ εὐδαιμονία κατ’ αὐτὸν ἡδονή. Eῖ οὖν ἐστιν ἡ κατὰ φύσιν ἑκάστῳ ἐνέργεια ἀνεμπόδιστος ἡδονή, ταύτης δὲ πάντα ἐφίεται, ⟨οὐ⟩ διὰ τοῦτο ἤδη καὶ τέλος ἡ ἡδονὴ καὶ τὸ ζῆν οὕτως. παρ’ οὗ γὰρ καὶ τὸ ἀνεμποδίστως, ἐκεῖνο αἴτιον τοῦ ζῆν οὕτως. εἰ μὲν οὖν ἡδονὴ τοῦ κατ’ ἀρετὴν ἀνεμποδίστως ἐνεργεῖν αἰτία, ἐν ἐκείνῃ ἂν ἦν τὸ κυριώτατον ἀγαθόν, εἰ δὲ μὴ ἡδονή, ἄλλο δέ τι, ἐκεῖνο ἂν ἦν τοῦ τοιούτου βίου, ὥστ’ εἰ τοῦ οὕτως ἐνεργεῖν τοῖς ἀνθρώποις αἰτία μάλιστα ἡ ἀρετή (συντελεῖν γάρ τι δόξει πρὸς τὸ ἀνεμποδίστως καὶ τὰ ἀπὸ τῆς τύχης), ἐκείνη ἂν τὴν αἰτίαν ἔχοι μάλιστα ἐν τοῖς ἀνθρώποις τοῦ βίου. διὸ εἰ καὶ τὸ εὐδαιμονεῖν τῷ ἀνθρώπῳ τεθείη ἐν ταῖς κατὰ φύσιν αὐτῷ, καθ’ ἣν εἰ ἄνθρωπός ἐστι, κεῖσθαι ἐνεργείαις, εἰ ἀνεμποδίστως γίγνοιντο, ἡ ἀρετὴ ἂν καὶ μάλιστα γίνοιτο τῆς εὐδαιμονίας αἰτία, καὶ τοῦ τὰς οἰκείας ἐνεργεῖν ἐνεργείας τοῦ ἀνθρώπου οὖσα αἰτία καὶ τοῦ ἀνεμω ἔτι ἡ ἡδονὴ ἐνέργεια ὡς ἑπομένη τῇ τοῦτον γινομένῃ τὸν τρόπον ἐνεργείᾳ, ὡς ἔδειξεν ἐν τῷ τελευταίῳ τῶν Ἠθικῶν, ἑπομένη δὲ ἡ ἡδονὴ τῇ τοῦτον γινομένῃ τὸν τρόπον ἐνεργείᾳ, σημεῖον ἂν μᾶλλον εἴη τοῦ παρεῖναι τὸ εὐδαιμονεῖν τοῖς οὕτως ἐνεργοῦσιν, ἀλλ’ οὐκ εὐδαιμονία. ἐνέργεια γὰρ ἡ ἡδονὴ λέγεται ὑπ’ Ἀριστοτέλους, οὐχ ὡς αὐτὴ κατὰ τὸν οἰκεῖον λόγον οὖσα ἐνέργεια, ἀλλ’ ὡς ἐπ’ ἐνεργείᾳ τὸ εἶναι ἔχουσα καὶ μὴ δυναμένη χωρὶς ταύτης γίνεσθαι. διὸ ὡς τὸ ἐνέργεια εἶναι ἀνεμπόδιστος ἔχει, οὕτως ἂν ἔχοι καὶ τὸ εἶναι εὐδαιμονία. ἐνέργεια δέ ἐστιν τῷ τοιαύτῃ παρακολουθεῖν ἐνεργείᾳ, καὶ εὐδαιμονία ἐστὶ τῷ παραἡντινοῦν] 1 pr. ν in lit. V ἡ om. a Sp. 5 αὕτη M: αὑτὴ (erat αὕτη) V: αυτη L: αὐτὴ a Sp. 8 δοκεῖ μοι ἐλλιπὲς εῖναι in mg. 9 εἰ ἡ Vict.? Sp.: εἰ V: ἡ Sa ἐνεργεία a 12 εἰ οὖν ἐστιν a Sp.: ἢ οὐκ ἔτι VB: ἢ οὐκ ἔστιν FS φύσιν V 14 ἐφίεται V οὐ add. Sch wart 15 σιτιον V 16 ⟨ἤν⟩, ἐν coni. Sp. 18 fortasse ⟨αἴτιον⟩ τοῦ 21 καὶ om. a Sp. 22 fortasse ⟨καὶ⟩ κα θὸ ἄνθρωπός ἐστι, οἰκείαις ἐν. εἰ om. aSp. 23 γίνοιτο a 25 ἔτι ἡ Vict. Sp.: ἔτι ἡ VBFB²a: ἔτι εἰ B1 ἐνέργεια] α s. v. V 26 τρόπον] ν in lit. V ἐν τῷ τελευταίῳ] Eth. Nic. X, 4. 5. 1174b14 sq. ἡ om. a Sp. 27 εἴη] εἴ in lit. V ἐνεργείᾳ B2a Sp.: ἐνεργείας VB1 29 ἡδονή V αὐτή V 31 ἐνεργείᾳ a κολουθεῖν τῇ εὐδαιμονίᾳ καὶ εἶναι σημεῖον τῆς παρουσίας αὐτῆς. ὅσον δὲ πρὸς δεῖ τὸ ἀνεμποδίστως ἐνεργεῖν δεόμεθα πρὸς τὰς ἀρετάς, καθ’ ἂς τὰς τοιαύτας ἐνεργεῖν ἐνεργείας, τοσοῦτον ἀπολείπεται καὶ ἡ κατ’ ἀρετὴν ἐνέργεια τοῦ τὸ πλέον ἔχειν ἐν αὐτῇ. ὅτι μὲν ἀνδραποδῶδες τὸ τὴν εὐδαιμονίαν τίθεσθαι ἐν ταῖς σωματικαῖς ἡδοναῖς καὶ τῷ ἀπολαυστικῷ βίῳ, ἑκανῶς αὐτὸς ἐνεδείξατο διὰ τοῦ τά τε ἀνδράποδα καὶ τὰ βοσκήματα τὸν τοιοῦτον βίον κρίνειν, καὶ ἔτι διὰ τοῦ ἕαρδαναπάλου· ὅτι δὲ μηδὲ ἐν ταῖς κατὰ ψυχὴν ἐνεργείαις αἱ ἐνέργειαι τῆς ἡδονῆς χάριν, ἀλλὰ ἡ ἡδονὴ τῶν ἐνεργειῶν, δῆλον. εἰ γὰρ καὶ ὅτι μάλιστα ἡδεῖαι αἱ κατ’ ἀρετὴν ἐνέργειαι, ἀλλ’ οὐ τῆς γε ἡδονῆς ἕνεκα σπουδάζονται, ἀλλ’ ἔμπαλιν. τὰς μὲν γὰρ κατ’ ἀρετὴν ἐνεργείας αἱρούμεθα, κἂν λύπης καὶ πόνων αἰτίαι γίνωνταί ποτε, ὡς ἐπὶ τῶν κατὰ τὴν ἀνδρείαν ἐνεργειῶν γίνεται, ἡδονὰς δὲ αἰσχρὰς οὐδέποτε αἱρεῖσθαι εὔλογον, ὥστε εἰ αἱ μὲν κατ’ ἀρετὴν ἐνέργειαι αἱρεταί, κἂν μετὰ λύπης ὥσιν, ὃ ἐναντίον ἐστὶ τῇ ἡδονῇ, αἱ δὲ ἡδοναὶ οὐδέποτε αἱρεταὶ μετὰ τοῦ ἐναντίου τῇ ἀρετῇ τε καὶ τῷ καλῷ, δῆλον ὡς τὰς ἡδονὰς διὰ τὰς ἐπὶ ταῖς κατ’ ἀρετὴν γινομένας ἐνεργείαις αἱρούμεθα, καὶ διὰ τὰς τοιαύτας ἐνεργείας. μάλιστα δ’ ἂν διακριθείη τοῦτο, εἰ τῇ φύσει κατανοήσαιμέν τε καὶ λάβοιμεν, πότερον ποτέρου χάριν ἡ φύσις ἡμῖν εὐθὺς γινομένοις ἔδωκεν τὴν ἐνέργειαν διὰ τὴν ἡδονήν, ἢ τὴν ἡδονὴν διὰ τὰς ἐνεργείας. ἀλλὰ μὴν γνώριμον τὸ τὴν ἡδονὴν τοῖς ζῴοις διὰ τὰς ἐνεργείας ὑπὸ τῆς φύσεως δεδόσθαι, εἰ μέλλοι σώζεσθαι· ἀδύνατον γὰρ αὐτοῖς μὴ τρεφομένοις. τούτῳ τὴν ἐπὶ ταῖς τροφαῖς ἡδονὴν ἔχομεν παρ’ αὐτῆς, δι’ ἣν ἡδονὴν ζητοῦμέν τε τὴν τροφὴν μὴ παροῦσαν καὶ παρούσῃ χρώμεθα. τὴν ἀπὸ τῶν βελτιόνων ἀσχολίαν γινομένην ποτὲ διὰ ταύτης παραμυθούμενοι. παντάπασιν γὰρ ἄτοπον τὸ λέγειν τρέφεσθαι ἡμς μὴ ὡς σωθησο μένους διὰ τούτου, ἀλλ’ ὑπὲρ τῆς ἡδονῆς τῆς ἐπ’ αὐτῷ. ἀλλὰ καὶ τὴν ἐπιγινομένην τοῖς ἀφροδισίοις ἡδονήν, εἴ τις φυσικῶς ἐξετάζοι, οὐκ ἄλλου χάριν εὑρήσει παρεσπαρμένην ἡ τῆς τεκνοποιίας, ὅπως ὑπὸ τῆς ἡδονῆς παραπεμπόμενα τὰ ζῷα μὴ ὀκνῇ πρὸς τὸν συνδυασμόν, ὃς αἴτιος τῆς κατ’ εἶδος τοῖς ζῴοις ἀιδιότητος, δι’ ἣν καὶ αὐτὸν συμβαίνει τὸν κόσμον ὅμοιον ἀεὶ μένειν ἑαυτῷ. εἰ δὲ φανερῶς ἐπὶ τούτων αἱ ἡδοναὶ τοῖς ζῴοις γίνονται τῶν ἐνεργειῶν χάριν, καὶ ἐπὶ τῶν ἄλλων ἐνεργειῶν τῶν κατὰ φύσιν οὕτως ἔχειν εὔλογον. ὅτι δὲ ἐφ’ ὧν συνυπάρχει τό τε καλὸν καὶ ἡ ἡδονή, οὐ τὸ καλὸν τῆς ἡδονῆς χάριν αἱρετόν, ἀλλ’ ἡ ἡδονὴ τοῦ καλοῦ, δῆλον (ὡς ἐμνήσθημεν ἤδη) ἐκ τοῦ, εἰ ἦν τῆς ἡδονῆς χάριν 2 ταῖς ἀρεταῖς Schwartz 3 δεῖ add. S²B²a Sp. 4 τοῦ τὸ B²a Sp.: τοῦτο VFB πλεῖον a Sp.: τέλεον Sclwartz αὐτῇ V μὲν οὖν V²B: Vict. Sp. 6 ἐνεδείξατο] Eth. Nic. , 3.1095b 14 sqq. 7 αρδανάπαλου V 8 χάριν coll. ante τῆς FSa 9 ἡδειαι V¹ 10 γε Diels: τε libri: om. aSp. 16 διὰ τὰς om. a ἐπὶ] ἐν aSp. γινομένας (ας in lit. B) Ba Sp.: γινομέναις VF 22 τούτῳ VB¹: τούτων S¹F: ζῆν. διὸ SB²aSp.: fortasse τοῦ τό τοι cf. de an. 8,25. 97,1 25 παραμυθούμενος V (corr. V² 30 αὐτὴν V¹ (corr. V² συμβαίνει] μβ in lit. V 33 συνυπάρχει] υ pr. in lit. 4—5 litt. V 34 τὸ ζήτημα τοῦτο γέγραπται αὐτολεξὶ δι’ ὅλου τοῦ ᾶς κεφαλαίου V mg. cf. infra 151,17 sq. αἱρετὸν τὸ καλόν, ὡς ἐκείνης μὲν οὔσης τέλους τε καὶ δι’ αὐτὴν αἱρετοῦ, ὡς ποιητικοῦ δὲ τῆς ἡδονῆς τοῦ καλοῦ τὸ αἱρετὸν ἔχοντος, ὁμοίως τῷ καλῷ τὸ αἰσχρὸν αἱρετὸν γίνεσθαι, ἐπεὶ καὶ τοῦτο ποιητικὸν ἡδονῆς. οἷς γὰρ τὸ αἱρετὸν ὡς ποιητικοῖς, τούτοις τὸ γινόμενον ὑπ’ αὐτῶν τῆς αἱρέσεως μέτρον. ἢ γὰρ οὐ χρὴ λέγειν γίνεσθαί τινας καὶ ἐπ’ αἰσχραῖς πράξεσιν ἡδονάς, ἀλλ’ ἐπὶ μόναις ταῖς καλαῖς, ἢ εἰ μὴ τοῦτο, ἀληθῶς αἱρετὸν ἔσται καὶ τὸ αἰσχρὸν ὁμοίως τῷ καλῷ, εἰ ἡ γινομένη ὑπ’ αὐτῶν ἡδονὴ τῆς αἱρέσεως αὐτῶν αἰτία. εἰ δὲ τοῦτο ἄτοπον, προξενοῦν ἡμῖν πᾶσαν πρᾶξιν αἰσχρὰν ὡς οὐδὲν ἔλαττον τῆς καλῆς αἱρετὴν ⟨ἢ καὶ μᾶλλονῶ, εἰ καὶ μᾶλλον αὕτη καὶ πλείοσι παρασκευάζει τὰς ἡδονάς, οὐδ’ ἂν τὸ καλὸν εἴη διὰ τὴν ἡδονὴν αἱρετὸν ὡς ἐκείνης ποιητικόν. εἰ δὲ δεῖ μὲν εἶναι ἢ διὰ τὴν ἡδονὴν τὸ καλὸν αἱρετόν, ἢ διὰ τὸ καλὸν τὴν ἡδονήν, μὴ ἔστι δὲ τὸ καλὸν διὰ τὴν ἡδονήν, εἴη ἂν ἡ ἡδονὴ τὸ αἱρετὸν παρὰ τοῦ καλοῦ λαμβάνουσα. οὐ γὰρ δὴ ταὐτὸν οἶόν τε λέγειν εἶναι τὸ καλόν τε καὶ τὴν ἡδονήν, ἐφ’ ὧν συνυπάρχει τε καὶ ἅμα ἐστὶν ἀλλήλοις. εἰ γὰρ εἴη ταὐτὸν αὐτοῖς τὸ εἶναι, καὶ ἀντιστρέφειν αὐτὰ ἀλλήλοις ἀνάγκη, ὡς πᾶν τὸ καλὸν ἐν τῷ καλὸν εἶναι καὶ τὸ ἡδὺ εἶναι ἔχειν καὶ πᾶν τὸ ἡδὺ ἅμα τε ἡδὺ εἶναι καὶ καλόν. εἰ δὲ ψεῦδος τὸ λέγειν πᾶσαν ἡδονὴν εἶναι καλὸν τῷ μηδὲν ἔλαττον ὁρᾶν τὰς ἡδονὰς γινομένας ἐπ’ αἰσχραῖς ἐνεργείαις, οὐδ’ ἂν ⟨αἱ⟩ ἐπὶ ταῖς καλαῖς ἐνεργείαις ἡδοναὶ γινόμεναι αἱ αὐταὶ εἶεν ταῖς ἐφ’ αἷς γίνονται ἐνεργείαις. τὸ γὰρ ὁμοῦ μὲν λέγειν τὰς ἡδονὰς μόνας εἶναι δι’ αὐτὰς αἱρετάς, τῶν δ’ ἄλλων αἱρετῶν ἕκαστον ἐφ’ ὅσον εἰς ἡδονήν τι συντελεῖ, ἐπὶ τοσοῦτον καὶ τὸ αἱρετὸν ἔχειν, ὁμοῦ δὲ τὸ μὲν καλὸν αἱρετὸν εἶναι λέγειν ὡς ποιητικὸν ἡδονῆς, μηκέτι δὲ καὶ τὸ αἰσχρὸν φάσκειν αἱρετὸν γίνεσθαι διὰ τὴν γινομένην ἡδονὴν ὑπ’ αὐτοῦ, οὐχ ὁμολογούμενα λεγόντων, ἀλλ’ ἀπιθάνως ἀρνουμένων οἷς συγχωροῦσι διὰ τῶν αἱρέσεων οὕτως ἔχειν. οὐδεὶς γὰρ μὴ τοῦτον παρεσκευασμένος τὸν τρόπον οὕτως ἀτόπου προῖσταται δόξης. τὸ γὰρ λέγειν τὰς μὲν ἐπὶ ταῖς καλαῖς ἐνεργείαις γινομένας ἡδονὰς εἰλικρινεῖς τε εἶναι καὶ ἀμίκτους ταῖς ἐναντίαις λύπαις, καὶ διὰ τοῦτο καὶ τὰς ποιητικὰς αὐτῶν ἐνεργείας ἔχειν τὸ αἱρετόν, τὰς δ’ ἐπὶ ταῖς αἰσχραῖς ὀλίγον ἐχούσας τὸ τέρπον πολλὰ ἔχειν καὶ πλείω τὰ λυποῦντα, διὸ μηδὲ τὰς ἐνεργείας εἶναι τὰς τοιαύτας αἱρετὰς οὔσας ποιητικὰς λύπης μᾶλλον ἢ ἡδονῆς, πῶς οὐ συνδιαιρούντων ἐστὶ ταῖς ἐνεργείαις ἐφ’ αἷς γίνονται τὰς ἡδονὰς καὶ οὐχ’ ὁμοειδεῖς φυλασσόντων; εἰ 1 τὸ καλὸν V μενούσης a δ’αὑτὴν a Sp.: δι’ αὐτῆς S¹: διὰ αὐτὴν V 2 ἔχοντες a 3 αλρετὸν om. a Sp. 4 ὑπ’ in lit. V 6 ἡ εἰ μὴ V2SBVa Sp.: εἴη μὴ V1 ἀληθὲς aSp. 9 ἢ καὶ μᾶλλον add. B2, recte cf. 151,29 9.10 εἰ καὶ] ἤ καὶ a: εἰ infra 10 αὕτη V2B: αυτη V¹: αἰτὴ Sa Sp.: αὐτή F παρασκευάζει (παρασκευάζοι V2B2 infra) τὰς S2VB²a infra: παρασκευάζοντας V¹B¹F 11 καὶ ἢ a Sp. 12 ἠ V 13 ἡ om. a Sp. ἡδονὴ] ὴ s. v. V 16 alt. τὸ Fa Sp.: τε VΒ infra 20 αἱ ante ἐπὶ add. V2B infra ἡδοναὶ] αι in lit. V αἱ αὐταὶ V2BFBa Sp. infra: αὗται V εἶεν] ἶε in lit. V 22 αὐτὰσ V 26 ἐστιν, ἀλλ’ Vict. ἀλλ’ ἀπιθάνως Sp.: ἀλλὰ πιθανῶς V(et infra) FB: ἀλλ’ ἀπιθάνως Sa 31 τερπνὸν a Sp. 33 πῶς οὐ συνδιαιρούντων in lit. B² Vict. Sp. infra: ὁπωσοῦν διαιρούντων libri ἐστι] ἐπὶ Sp. Suppl. Arist. II 2 Alex. sc cripta minora. γὰρ αἱ μὲν ἐπὶ τοῖς καλοῖς τοιαῦται, αἱ δ’ ἐπὶ τοῖς αἰσχροῖς τοιαῦται, εἴη ἂν τὰ καλὰ καὶ τὰ αἰσχρὰ αἴτια τῆς τῶν ἡδονῶν διαφορᾶς. οὐ γὰρ ἀπὸ τῶν ἡδονῶν ταῖς ἐνεργείαις ἐστὶ τὸ αἱρετόν, ἀλλὰ ἀπὸ τῶν ἐνεργειῶν ταῖς ἡδοναῖς, καὶ εἶεν ἂν ἄλλαι μὲν τῷ εἴδει αἱ ἀπὸ τῶν καλῶν, ἄλλαι δὲ αἱ ἀπὸ τῶν αἰσχρῶν, εἴ γε πᾶσαι μὲν αἱ ἀπὸ τῶν καλῶν καθαραί τε καὶ ἄμικτοι καὶ μηδεμιᾶς μετανοίας ἢ λύπης αἴτιαι εἰδοποιούμεναι ταῖς τοιαύταις ἐνεργείαις, πᾶσαι δὲ αἱ ἀπὸ τῶν αἰσχρῶν μικταί τε καὶ ἐν μεταμελείᾳ. οὕτως δὲ ἐχουσῶν τῶν ἡδονῶν πρὸς τὰς ἐνεργείας πρόδηλον, ὅτι μὴ παρὰ τῶν ἡδονῶν ταῖς ἐνεργείαις τὸ αἱρετόν, ἀλλὰ παρὰ τῶν ἐνεργειῶν ταῖς ἡδοναῖς, ταῖς μὲν τὸ αἱρετόν, ταῖς δὲ τὸ φευκτόν, εἴ γε φευκταὶ αἱ πλέον τοῦ ἤδοντος τὸ λυποῦν ἔχουσαι, τοιαῦται δὲ πᾶσαι αἱ ἐπὶ ταῖς αἰσχραῖς ἐνεργείαις. XXIV. Πῶς αἱ ἀρεταὶ δι’ οὑτ τὰς αἱρεταί. Καὶ πῶς τις ἂν τὰς ἀρετὰς καὶ τὰς κατ’ αὐτὰς ἐνεργείας δι’ αὐτὰς αἱρετὰς εἶναι λέγοι, εἴ γέ εἰσιν ἡμῖν αἱρεταὶ διὰ τὴν τῶν ἀμέτρων παθῶν ἀποσκευήν; (καὶ γὰρ τὴν μὲν ἀνδρίαν αἱρούμεθα, ὅπως μετρεῖν δυνώμεθα τούς τε φόβους καὶ τὰ θάρρη, τὴν δὲ σωφροσύνην, ὅπως τὰς δι’ ἁφῆς λύπας τε καὶ ἡδονάς· αἱρούμεθα δὲ καὶ τῶν ἄλλων ἀρετῶν ἑκάστην ἢ ἐπὶ παθῶν τινων μέτρον ἢ ἐπὶ πράξεων· τὴν μὲν γὰρ ἐλευθεριότητα καὶ τὴν μεγαλοπρέπειαν ἐπὶ τῷ μετρεῖν δύνασθαι τὰς πράξεις, ὃς διὰ δόσεως τε καὶ λήψεως χρημάτων ἐνεργοῦμεν, τὴν δὲ μεγαλοψυχίαν τε καὶ φιλοτιμίαν ἐπὶ τῇ συμμέτρῳ καὶ κατ’ ἀξίαν τῶν τιμῶν αἱρέσει, τήν τε ἐπὶ τῷ περὶ τὰς ὀργὰς συμμέτρῳ, αἱρούμεθα δὲ καὶ τὴν δικαιοσύνην, διότι ἐστὶ σωστικὴ τῆς κοινωνίας οὔσης ἡμῖν κατὰ φύσιν, εἴ γέ ἐσμεν φύσει κοινωνικοί τε καὶ πολιτικοί). ὡς γὰρ οὐ δι’ αὐτὴν αἱρετὴ ἡ οἰκοδομική, ὅτι ἐστὶν αἱρετὰ τὰ γινόμενα ἀπ’ αὐτῆς, οὐδὲ ἡ παλαιστικὴ δι’ αὑτήν ἐστιν αἱρετὴ διὰ τὸ τοῦ καλῶς παλαίειν εἶναι ποιητική, οὐδὲ τῶν ἀρετῶν εἴη τις ἂν δι’ αὐτὴν αἱρετή, εἰ τὸ αἱρετόν ἐστιν αὐταῖς παρὰ τῶν γινομένων δι’ αὐτῶν. ἢ εἰ μὲν ἦν ἄλλο μὲν τὸ δι’ ὅ φαμεν ἑκάστην τῶν ἀρετῶν εἶναι αἱρετήν, ἄλλο δὲ αὐτὴ ἡ ἀρετή, εὐλόγως ἂν ἀνῃρεῖτο τὸ εἶναι αὐτῶν ἑκάστην δι’ αὐτὴν αἱρετήν, εἰ δέ ἐστιν ἑκάστῃ τῶν ἀρετῶν τὸ εἶναι ἐν τούτῳ δι’ ὅ ἐστιν αἱρετή, εἴη ἂν εὐλόγως λεγόμενον τὸ εἶναι τὰς ἀρετὰς 7 κακῶν S¹H μικταὶ] λυπηραὶ Sa 14 δι’ αὐτὰσ V 15 αλρεταὶ FB²aSp.: ἀρεταὶ V 16 καὶ B²: εἰ libri δυνώμεθα om. a 19 μέτρον B2 Sp.: μέτρων libri 20 τὴν om. SFa ἅς διὰ V: αἳ διὰ Vict. Sp.: διὰ SFMLa 22 τε] δὲ coni. Sp. 24 κοινωνίας coll. post φύσιν a Sp. (⟨τῆς⟩ οὖσης Schwartz) 26 αἱρετὴ V1 (corr. V2 27 αὐτὴν V αρετη V 28 ἐν αὐταῖς a Sp. 29 δι αὐτῶν V¹FS¹M2 (sed αὑτῶν) L: δι’ αὑτάς V²B¹: δι’ αὐτάς B²S²a Sp.: ὑπ’ αὐτῶν Μ ἑκάστην V2BS²a Sp.: ἑκάστης V¹ FS1 ΜL 30 αἱρετήν V¹B2S²a Sp .: αίρετή V¹: ἀρετή FS¹M ἂν addidi 31 δι’ αὐτὴν V1 in mg ἑκάστῃ] ι adscripsit V2 τῶν] ν s. v. V τὸ] τῷ Vict.? Sp. δι᾿ αὑτὰς αἱρετάς. ὡς γὰρ εἰ ἦν ἡ οἰκοδομικὴ οἰκία, δι᾿ ἥν ἐστιν αἱρετή, ἦν ἂν δι᾿ αὑτὴν αἱρετή, οὕτως καὶ τῶν ἀρετῶν ἑκάστη, εἰ ἔστιν ἡ αὐτὴ τούτῳ δι᾿ ὅ ἐστιν αἱρετή, εἴη ἂν δι᾿ αὑτὴν αἱρετή, καὶ ἔτι μᾶλλον καὶ φανερώτερον, εἰ ἕκαστον τῶν κατ᾿ αὐτὰς ἔχοι τὸ αἱρετὸν ἐν αὑτῷ καὶ μὴ διὰ τὴν ἐπ᾿ ἄλλο τι ἀναφοράν, ὡς ἡ οἰκία, δι᾿ ἣν ἡ οἰκοδομικὴ ἔχει τὸ αἱρετόν, διὰ γὰρ τὴν γινομένην ἀπ᾿ αὐτῆς σκέπην χειμῶνός τε καὶ θέρους. ὅτι δὲ αἱ ἀρεταὶ αἱ αὐταὶ τούτοις δι᾿ ἃ αἱρετὰς αὐτὰς εἶναί φαμεν, δῆλον ἐκ τοῦ εἶναι μὲν αὐτὰς μεσότητας παθῶν τε καὶ πράξεων, τὴν μὲν ἀνδρίαν φόβου τε καὶ θάρρους, τὴν δὲ σωφροσύνην λύπης τε καὶ ἡδονῆς τῶν δι᾿ ἁφῆς, τὴν δὲ ἐλευθεριότητα δόσεως καὶ λήψεως χρημάτων, ὁ δ᾿ αὐτὸς καὶ ἐπὶ τῶν ἄλλων λόγος, ὥστε εἰ ἐν τούτοις τὸ εἶναι αὐταῖς, δι᾿ ἅ εἰσιν αἱρεταί, εἶεν δ᾿ ἂν δι᾿ αὑτὰς αἱρεταί, καὶ ἔτι μᾶλλον δι᾿ αὑτάς, ὅτι μὴ δι᾿ ἄλλο τι ἡμῖν αἱρεταὶ αἱ μεσότητες αἱ περὶ φόβους τε καὶ θάρρη, ἀλλὰ δι᾿ αὑτὴν ἑκάστη. τὸ γὰρ ἐν αὑτῷ καὶ τῇ αὑτοῦ φύσει τὸ αἱρετὸν ἔχον, τοῦτο δι᾿ αὑτὸ αἱρετόν, τοιαῦται δὲ αἱ μεσότητες αἱ περὶ τὰς κατὰ φύσιν ἡμῖν πράξεις. τούτων δὲ οὕτως ἐχόντων, εἰ μὲν τοῖς ἀνθρώποις ἡ σωτηρία τῆς τε πολιτικῆς κοινωνίας καὶ τῆς οἰκονομικῆς μὴ δι᾿ αὑτὰ αἱρετά, ἀλλὰ δι᾿ ἄλλο τι, οὐδ᾿ ἂν ἡ δικαιοσύνη, οὔσα μεσστης τούτων ἐν οἷς ἐστι ἡ σωτηρία τῶν προειρημένων, εἴη ἂν δι᾿ αὑτὴν αἱρετή, καθ᾿ οὕς τοῦτ᾿ ἐστὶν ἡ δικαιοσύνη. εἰ δέ ἐστιν ἡ κοινωνία καὶ ἡ σωτηρία ταύτης δι᾿ αὑτὴν τοῖς ἀνθρώποις αἱρετή, εἴη ἂν καὶ ἡ δικαιοσύνη δεικνυμένη δι᾿ αὑτὴν αἱρετή, καθό ἐστι μεσότης καὶ ἰσότης τοῦ τε ἐν ταῖς νομαῖς καὶ τοῦ ἐν τοῖς συναλλάγμασιν ἴσου, ἐν οἷς ἡ σωτηρία τῆς πολιτικῆς τε καὶ πρώτης κοινωνίας. ἀλλὰ μὴν ὅτι δι᾿ αὑτὸ τοῖς ἀνθρώποις αἱρετὸν ἡ κοινωνία, γνῶναι πρόχειρον ἀπό τε τοῦ κατὰ φύσιν αὐτοῖς εἶναι τὴν κοινωνίαν, οὗ σημεῖον φανερώτατον τὸ τούτῳ μάλιστα τῶν ἄλλων ζῴων τὸν ἄνθρωπον διαφέρειν, ὃ μόνον ἐστὶν αὐτῷ χρήσιμον ἐν τῇ πρὸς ἀλλήλους κοινωνίᾳ. ἴδιον μὲν γὰρ ὁ λόγος αὐτοῦ, τούτοφ δὲ χρεία πρὸς μήνυσιν τοῖς πλησίον τῶν ἰδίων νοημάτων τε καὶ παθῶν. ἐναργὲς δὲ τοῦτο καὶ ἐκ τοῦ μηδὲ ἐπ᾿ ὀλίγον δύνασθαι ζῆν ἄνθρωπον μόνον γεγονυῖα νόμενον. διότι δὲ ἐν κοινωνίᾳ τῷ ἀνθρώπῳ τὸ εἶναι καὶ ὁ λόγος τούτου χάριν, ἀρίστη δὲ καὶ τελειοτάτη τῶν κατὰ λόγον γινομένων κοινωνιῶν ἡ 1 αυτὰσ V ὡς] ς in lit. V εἰ ἦν ἡ scripsi: εἰ ἢν ἡ V2: εῖην V¹: εἰ ἦν BS2a Sp.: ἦν FS¹ML 3 αυτη V¹ (corr. V²) αιρετὴ V¹ (corr. V2) αυτὴν V1 (corr. V2) 4 αἱρετὴν Sp. ἐν αὑτῷ V²: ἐν αὐτῷ V¹BSF: ἐπ᾿ αὐτῷ (ἐφ᾿ αὑτῷ coni. Sp.) MLSFa Sp. 6 τὴν] ν in lit. V 7 pr. αἱ in lit. V ἃ Sp.: ὃ libri 10 τῶν] ῶν in lit. V καὶ in lit. V 11 αὐτὸς] ὸ in lit. V ὥστε] ὥσ in lit. V 12 δ᾿ del. B2 Sp. 13 αυτας V1 (corr. V2) αἱρεταὶ V2S2a Sp.: αρετὸν V¹FS¹ML 14 αυτὴν V1 (corr. V2) τὸ γὰρ s. v. V αὐτῷ V αὐτοῦ V 15 αυτὸ V1 (corr. V2) 17 σωτηρία] ante α una litt. erasa V 18 αὑτὰ (αυτὰ V1) αἱρετά] αὑτὴν αἱρετή B2S2a Sp. 19 ἡ om. a Sp. αυτὴν V 21 αυτὴν V1 (corr. V2) εἴη] εἴ in lit. V 22 αυτὴν V1 (corr. V2) τοῦ τε VB: τουτέστιν SFMLa Sp. 23 νόμοις a 26 τούτῳ B2 (in lit.) SFMa Sp.: τούτων (των s. v.) VF2: τοῦτο L 26. 27 ἄλλων] ἄ in lit. V πολιτική, ἀπὸ δὲ τῶν ἀρίστων ἡ τῶν κατὰ φύσιν ἑκάστῳ κρίσις, εἴη ἐν ὁ ἄνθρωπος λογικόν, οὕτως δὲ καὶ πολιτικόν, καὶ τὸ σώζειν δὲ τὴν τοιαύτην κοινωνίαν εἴη ἂν αὐτῷ μάλιστα κατὰ φύσιν τε καὶ αἱρετὸν δι’ αὐτό, τοιοῦτον δὲ ἡ δικαιοσύνη.