XVIII. Aιὰ τί φορτικ ωτάτους εἶπεν τοὺς ἐν ἡδονῇ τὸ τέλος τιθεμένους ἐν τῷ πρώτῳ τῶν θικῶν Νικομαχείων. Ἤ διότι τὴν εὐδαιμονίαν ἐν ταῖς σωματικαῖς ἀπολαύσεσι τίθενται, ἐν αἷς καὶ τὰ ἀνδράποδα καὶ τὰ βοσκήματα, εἰσὶ φορτικοί, ῆ διότι καθ’ οὕς ἡ μόνη ἡδονὴ αἱρετὴ καὶ ὁ πόνος δι’ αὐτὸν φευκτός, οὔτε τὸ καλὸν δι’ αὐτὸ αἱρετὸν οὔτε τὸ αἰσχρὸν δι’ αὐτὸ φευκτόν. ἔτι εἰ μόνον ἡ ἡδονὴ αἱρετή, αἱρετὰ πάντα τὰ ἡδονῆς ποιητικά, ὥστε ἔσται καὶ ἐκεῖνα ἀγαθά· καὶ εἰ τὰ πόνου ποιητικὰ φευκτά, ἔστι δέ ποτε καλὰ πόνου ποιητικὰ, ἔσται καλά τινα φευκτά, ὁποῖαί εἰσιν καὶ αἱ κατ’ ἀνδρίαν ἐνέργειαι. ἔτι καθ’ οὗς μηδὲν τῇ αὐτοῦ φύσει καλόν ἐστιν μηδὲ αἰσχρόν, φαίνεται δέ τινα τοιαῦτα διὰ τὰς προλήψεις τὰς τῶν ἀνθρώπων, δι’ ἃς οὐκ ὃν τῇ ἑαυτοῦ φύσει αἰσχρὸν τὸ αἰσχρὸν ὡς κακὸν φυλασσόμεθα, εἴημεν ἂν ζημιούμενοι εἰς τὰς ἡδονὰς τὰ μέγιστα τῷ φυλασσόμενοι τὸ αἰσχρὸν ἀπέχεσθαι αὐτῶν, ὃ οὐδὲ ἂν τῶν ἀλόγων ποιεῖ, ὥστε εἴη ἂν ἡμῖν πρὸς κακοῦ τὸ λογικοῖς εἶναι. τὸ δὲ λέγειν, ὅτι μηδ’ αὐτοὶ τὰς αἰσχρὰς ἡδονὰς ἀξιοῦμεν αἱρεῖσθαι, εἰ μὲν οὕτως καὶ διὰ τοῦτο λέγοιεν, διότι τὸ αἰσχρὸν δι’ αὐτὸ φευκτόν ἐστι, καλῶς μὲν ἂν λέγοιεν, οὐκέτι μέντοι φυλάσσοιεν ⟨ἂν⟩ τὸ μόνον τὸν πόνον εἶναι φευκτὸν δι’ αὐτόν, εἰ δὲ μὴ διὰ τὸ αἰσχρὸν αὐτό, ἀλλ’ ὅτι ἐπὶ τοῖς τοιούτοις αἱ ζημίαι τινὲς ὑπὸ τῶν νομοθετῶν ὁρίζονται, εἰ μὲν καλῶς, εἶεν ἂν τῇ αὐτῶν πάλιν φύσει τὰ αἰσχρὰ κακά, εἰ δὲ μὴ καλῶς, τοῦτ’ ἐστὶ τὸ λέγειν ζημίαν εἶναι τοῖς ἀνθρώποις τὸ λογικοῖς εἶναι, εἴ γε διὰ τὸν λόγον τὰ μὴ κακὰ κακὰ ὑπολαμβάνοντες ἀποστεροῦνται δι’ αὐτὰ τῶν ὡς ἀληθῶς ἀγαθῶν. τὸ δὲ λέγειν πᾶν ὃ αἱρούμεθα ὡς ἡδὺ ἡμᾶς αἱρεῖσθαι, καὶ τούτῳ χρῆσθαι εἰς πίστιν τοῦ τὴν ἡδονὴν εἶναι τὸ μέγιστον ἀγαθόν, οὐκ ἀληθές, εἴ γε αἱρούμεθα ἕκαστον ὧν αἱρούμεθα ἢ ὡς καλὸν ἢ ὡς συμφέρον ἢ ὡς ἡδύ. τὸ δὲ λέγειν καὶ τὸ συμφέρον ἡδὸ 2 οἰκεῖαι V 3 αὐταὶ Sp. 4 τὰ om. a Sp. 5 αὐταὶ aSp. 7 ἐν τῷ πρώτῳ] Eth. Nic. , 3. 1095b16 8 titulum iterat 8 ante ἢ διά τι a 9 ⟨ἢ⟩ διότι scripsi 10 ἡδονὴ μόνη B αὐτὸν V²Sa Sp.: αὐτὸν V¹: αὐτῶν G 11 αὐτὸ V2 Sp.: αὐτὸ V¹: αὑτὸν Sa αὐτὸ V μόνον] μόνη a Sp. 12 αἱρετὸν GFS1 αλρετὰ addidi: καὶ add. V2?BSGFa ἔσται coll. post ἐκεῖνα GSFa Sp. 14 ἀνδρίαν sic V 17 αἰσχρὸν addidi: post τὸ αἰσχρὸν add. S²B2a Sp. εἴη μὲν a κακὸν S²B2a Sp.: καλὸν V 18 φυλασσόμενοι BS²a Sp.: φυλασσομένῳ V 19 οὐδὲ V ἂν om. a Sp. 21 αὐτὸ V 22 ἂν addidi 23. 24 ἀλλοτι V 24 αἱ del. (sive corr. in εἰ V 25 εἴη coni. Sp. 26 τουτ’ v 27 γε in ras. BSFG aSp.: δὲ V 28 αὐτὰς a Sp. 31 καλὸν ἢ] ν ἢ in lit. V εἶναι ψεῦδος. πολλάκις γὰρ φανερῶς αὐτὸ ὄν ἀηδὲς αἱρούμεθα, καὶ εἰ συμβέβηκεν δὲ καὶ τῷ καλῷ, καλόν ἐστι, καὶ ἡδεῖ εἶναι, ἀλλ’ οὐ διότι ἡδὺ αὐτὸ αἱρεῖται. τὸ γοῦν αἰσχρὸν πολλάκις ὃν ἡδὺ ἀποστρεφόμεθα καὶ φεύγομεν. εἰ δὲ τοῦτο διὰ τὸ αἰσχρὸν φεύγομεν, καὶ αἱροίμεθα ἂν διὰ τὸ καλὸν τὸ ἡδύ. ἀλλὰ καὶ τὸ λέγειν μηδὲν εἶναι τῇ αὐτοῦ φύσει καλὸν μηδὲ αἰσχρόν, ἀλλὰ πρὸς ἰδίας προλήψεις λέγεσθαι ταῦτα, καὶ ἀπαιτεῖν διὰ λόγου τινὸς δειχθῆναι τὸ καλὸν αὐτοῖς, ὅμοιον τῷ ἀπαιτεῖν λόγον τοῦ εἶναί τι λευκόν. οὐδὲν γὰρ τῶν ἐναργῶν τῇ αὐτῶν φύσει δεῖται τῆς ἐκ τῶν λόγων πίστεως, ἐναργὲς δὲ πᾶσιν τοῖς μὴ πεπηρωμένοις τὸ ὄμμα τοῦτο τῆς ψυχῆς, ᾧ ταῦτα γνωρίζεται, τὸ εἶναί τι καλὸν καὶ αἰσχρόν. ὅτι δὲ ἐκ φύσεως ἡμῖν τὸ γνωρίζειν τά τε αἰσχρὰ καὶ τὰ καλά, δῆλον τῷ ἐπὶ τοῖς αἰσχροῖς οὐ γινο| μένοις μόνον, ἀλλὰ καὶ λεγομένοις ἐρυθαίνεσθαι ὥς τι πάσχοντας, καὶ τοῦτο ἔστιν ἰδεῖν καὶ ἐν τοῖς μικροῖς ἔτι γινόμενον παιδίοις. καὶ γὰρ ταῦτα ἐρυθριᾷ πολλάκις ὡς ἐπὶ αἰσχροῖς τισίν.