XVI. ῶς εἰ ἡ λύ πη κακὸν πᾶσα, οὐ χὶ καὶ ἡ ἡδονὴ πᾶσα ἀγαθόν. Εἰ ἡ λύπη κακὸν πᾶσα, ἐναντίον δὲ τῇ λύπῃ ἡ ἡδονή, πῶς οὐχὶ καὶ αὐτὴ πᾶσα ἀγαθὸν ἢ πᾶσα κακόν, εἴ γε τῷ κακῷ τὸ ἐναντίον ἀνάγκη ἢ 1 ἐμβλέποντες B2S2a Sp.: ἐκβλέποντες VB ¹S¹F γίνεται om. Arist. vulg. 2 ἐνέργεια] a s. v. V 3 τοιαύταις] ς in lit. V τοιαύταις -ἠμελημέναις om. a (ἀνέσεσι—ἠμελημέναις add. Vict., qui τοιαύταις delere videtur, quod om. Sp.) 4 τὸ] ὀ in lit. V: τοῦ Viel. 5 ἐν τῷ δευτέρῳ Περι ψυχῆς] de an. ΙΙ, 9. 421a10 17 ἡ om. a Sp. 20 τοῦ τὸν B² Vict.?: τοῦτον libri τοῦδέ] τοιοῦδέ aSp. 21 περὶ] πρὸ a τὸν coni. Sp. τὸ] το V: τοῦ coni. Sp. 26 καὶ coni. Sp.: δὲ καὶ V: δὲ καὶ a ἀπατη V 27 ἀφροσύνης aSp. κακίας τινος ἄλλης cni. Sp. 28 κακὸν πᾶσα] πᾶσα κακόν coni. Sp. item v. 30 ἀγαθὸν ἢ κακὸν εἶναι; ἢ εἰ μὲν μονοειδὴς ἦν πᾶσα ἡδονή, πᾶσα ἦν ἂν ἢ ἀγαθὸν ἢ κακόν, εἰ δὲ μὴ οὕτως ἔχει, ἀλλὰ συνδιαιρεῖται ταῖς ἐνεργείαις ἐφ᾿ αἷς γίνεται (αἱ μὲν γὰρ ἐπὶ ταῖς ἀγαθαῖς ἐνεργείαις γινόμεναι ἀγαθαί, αἱ δὲ ἐπὶ ταῖς μοχθηραῖς κακαί, ὥσπερ καὶ αἱ ἐπιθυμίαι· καὶ γὰρ τῶν ἐπιθυμιῶν αἱ μὲν τῶν ἀγαθῶν ἀγαθαί, κακαὶ δὲ αἱ τῶν φαύλων), οὐδὲν κωλύσει τῇ λύπῃ οὔσῃ κακῷ ἐναντίας εἶναι τῶν ἡδονῶν τὰς μὲν ὡς ἀγαθάς, τὰς δὲ ὡς κακάς, τὰς μὲν κατὰ λόγον τε καὶ ἐπὶ τοῖς ἀγαθοῖς γινομένας ὡς ἀγαθάς, τάς δὲ παρὰ τὸν ὀρθὸν γινομένας λόγον καὶ ἐπὶ τοῖς φαύλοις ὡς κακάς. ἦν γὰρ τῷ κακῷ τὸ ἐναντίον ἢ ἀγαθὸν ἢ κα|κόν, ὁ δὲ πόνος οὐ πᾶς κακόν· ὁ γὰρ τῶν καλῶν χάριν γινόμενος αἱρετός. ἢ χρὴ ὁμοίως καὶ τὴν ἡδονὴν ἀγαθὸν λέγειν καὶ τὴν λύπην κακόν. καὶ γὰρ ἡδονὴν εἴποι ἄν τις πᾶσαν ἀγαθόν, ἀλλὰ τὴν μὲν καὶ ἁπλῶς καὶ τῇ οἰκείᾳ φύσει, ἥτις ἐστὶν ἡ τῶν σπουδαίων (τὰ γὰρ τοῖς σπουδαίοις ἀγαθὰ καὶ κακὰ καὶ τῇ αὑτῶν φύσει τοιαῦτα), τὴν δὲ τῷδε ἀγαθὸν τῷ οὕτως ἔχοντι, ἀλλ᾿ οὐχ ἁπλῶς ἀγαθόν· τοιαῦται αἱ τῶν μοχθηρῶν ἡδοναί. ἐκείνοις γὰρ ἀγαθαὶ καὶ αἱρεταί, οὐχ ἁπλῶς. καὶ λῦπαι δὲ αἱ μὲν ἐπὶ τοῖς ὄντως κακοῖς γινόμεναι ἁπλῶς ἂν εἶεν κακαί, αἱ δ᾿ ἐπὶ τοῖς μὴ τοιούτοις ἐκείνοις κακαί, οὐ μὴν καὶ ἁπλῶς ἔτι· ἔσται δέ ποτε καὶ ὁ ἀγαθὸς ἐν τούτῳ τῷ κακῷ, ὡς καὶ ἐν πενίᾳ καὶ νόσῳ· τὰ γὰρ ἐφ᾿ οἷς ὁ σπουδαῖος λυπήσεται κακά.