<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0732.tlg013.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="15"><head>XV. Ὅτι ἡ ἀφροσύνη τού τῶν ἔσται ἄγνοια, ὧν ἡ φρονῇ σις
                                    ἐπιστήμη.</head><p>Εἰ ἡ φρόνησις ἐπιστήμη ἐστὶ ποιητέων τε καὶ οὐ ποιητέων, εἴη ἂν
                                    καὶ ἡ ἀφροσύνη ἄγνοια τῶν αὐτῶν, καὶ ἄφρονες οἱ τούτων τι
                                    ἀγνοοῦντες <lb n="15"/> καὶ περὶ ταῦτα διεψευσμένοι. εἰ δὲ
                                    τοῦτο, οὐ πάντες oἱ ψευδόμενοί τι τῷ ήπατῆσθαι ἄφρονες ἂν εἶεν.
                                    οὐ γὰρ πᾶσα γνῶσις ἢ ἀπάτη περὶ τῶν ποιητέων <lb n="20"/> ἢ οὐ
                                    ποιητέων ἐστίν. οὔτε γὰρ ἡ περὶ τοῦ τὸν κόσμον εἶναι τοῦδέ <lb n="20"/> τινος σχήματος γνῶσις ἢ ἀπάτη περὶ ποιητέων ἐστίν,
                                    οὖτε περὶ τοῦ γενητὸν ἢ ἀγένητον αὐτὸν εἶναι, ἢ πεπερασμένον ἢ
                                    ἄπειρον, ἢ ἕνα ἢ ἀπείρους, οὔτε τὸν τῶν ἄστρων ἀριθμὸν ἢ
                                    περιττὸν εἶναι ἢ ἄρτιον, οὔτε τὸ εἶναι τοῦ κόσμου τὸ μὲν ἄνω τὸ
                                    δὲ κάτω, οὔθ’ ὅλως τι τῶν εἰς γνῶσίν τε <lb n="25"/>
                                    <lb n="25"/> καὶ θεωρίαν συντελούντων μόνην. ἀλλ’ εἰ ἔστιν ἡ
                                    περὶ ταῦτα ἐπιστήμη <lb n="262"/> ἄλλης ἀρετῆς, ἀλλ οὐ
                                    φρονήσεως, ὁμοίως καὶ ἡ ἀπάτη περὶ αὐτὰ οὐκ ἀφροσύνη, ἀλλὰ κακία
                                    τις ἄλλη.</p></div></div></body></text></TEI>