XV. Ὅτι ἡ ἀφροσύνη τού τῶν ἔσται ἄγνοια, ὧν ἡ φρονῇ σις ἐπιστήμη. Εἰ ἡ φρόνησις ἐπιστήμη ἐστὶ ποιητέων τε καὶ οὐ ποιητέων, εἴη ἂν καὶ ἡ ἀφροσύνη ἄγνοια τῶν αὐτῶν, καὶ ἄφρονες οἱ τούτων τι ἀγνοοῦντες καὶ περὶ ταῦτα διεψευσμένοι. εἰ δὲ τοῦτο, οὐ πάντες oἱ ψευδόμενοί τι τῷ ήπατῆσθαι ἄφρονες ἂν εἶεν. οὐ γὰρ πᾶσα γνῶσις ἢ ἀπάτη περὶ τῶν ποιητέων ἢ οὐ ποιητέων ἐστίν. οὔτε γὰρ ἡ περὶ τοῦ τὸν κόσμον εἶναι τοῦδέ τινος σχήματος γνῶσις ἢ ἀπάτη περὶ ποιητέων ἐστίν, οὖτε περὶ τοῦ γενητὸν ἢ ἀγένητον αὐτὸν εἶναι, ἢ πεπερασμένον ἢ ἄπειρον, ἢ ἕνα ἢ ἀπείρους, οὔτε τὸν τῶν ἄστρων ἀριθμὸν ἢ περιττὸν εἶναι ἢ ἄρτιον, οὔτε τὸ εἶναι τοῦ κόσμου τὸ μὲν ἄνω τὸ δὲ κάτω, οὔθ’ ὅλως τι τῶν εἰς γνῶσίν τε καὶ θεωρίαν συντελούντων μόνην. ἀλλ’ εἰ ἔστιν ἡ περὶ ταῦτα ἐπιστήμη ἄλλης ἀρετῆς, ἀλλ οὐ φρονήσεως, ὁμοίως καὶ ἡ ἀπάτη περὶ αὐτὰ οὐκ ἀφροσύνη, ἀλλὰ κακία τις ἄλλη.