<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0732.tlg013.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="13"><head>XIII. Περὶ ἡδονῆς.</head><lb n="20"/><p> Ὅτι οἰκεία ἡ ἡδονὴ τῇ ἐνεργείᾳ. ἐφ’ γίνεται, καὶ οὐκ ἔστιν ἡ μὲν
                                    ἡδονὴ ὁμοειδὴς πᾶσα, κατὰ τὸν ἀριθμὸν μόνον ἄλλη ἄλλης
                                    διαφέρουσα, <lb n="256"/> τὰ δὲ ποιητικὰ τῶν ἡδονῶν διαφέρει,
                                    ἀλλ’ εἰσὶν καὶ αἱ ἡδοναὶ ὁμοίως ἀλλήλων διαφέρουσαι, ὥσπερ καὶ
                                    τὰ ποιητικὰ αὐτῶν, ἐναργῶς ἔδειξεν Ἀριστοτέλης διὰ τοῦ δεῖξαι
                                    τὰς οἰκείας ταῖς ἐνεργείαις ἡδονὰς συναυξούσας <lb n="5"/>
                                    <lb n="25"/> τὰς ἐνεργείας, ἐφ’ αἷς γίνονται. ἡ γὰρ ἐπὶ τῷ
                                    γεωμετρεῖν ἡδονὴ συναύξει τὰς κατὰ γεωμετρίαν ἐνεργείας, καὶ
                                        <add cause=" omitted">ἡ</add> ἐπὶ τῷ κιθαρίζειν τὰς κατὰ τὴν
                                    κιθαριστικήν, ὡς ἔχουσαι πρὸς αὐτὰς οἰκειότητα καὶ διαφέρουσαι
                                    ἀλλήλων κατὰ <lb n="10"/> ταὐτὰ ταῖς ἐνεργείαις, ἐφ’ αἷς
                                    γίνονται. εἰ γὰρ ἤσαν αἱ ἡδοναὶ αἱ αὐταί, οὐκ ἂν ἥδε μὲν τάσδε,
                                    ἥδε δὲ τάσδε τὰς ἐνεργείας συνηῦξεν. οἷς μὲν γὰρ <lb n="30"/>
                                    ἀθροίζειν χρήματα πρόκειται, δι’ ὧν ἐνεργειῶν ἡγοῦνται δύνασθαι
                                    τοῦτ’ <lb n="15"/> αὐτοῖς περιγενέσθαι, ταύτας ἐνεργοῦσιν, καὶ
                                    δι’ ὧν πλεῖον, μᾶλλον, ὡς ὄντος <note type="footnote">3 ἔδειξεν]
                                        cf. l. c. 1110a3 ὑπὸ] ὁ in lit. V 4 ὑπὸ] ἐπὶ Sp. 6 οτος a
                                        Sp.: οὕτως libri 7 ἡ τοῦ om. aSp.: δι’ αὐτοῦ Diels καταβάλοι
                                        Diels: καταβάλλοι 1ibri 8 κηνήσασ V 10 ποιήσαι Diels:
                                        ποιήσει a Sp.: ποιήσῃ V συνήθῇ sic V 11 εἶπεν] ic. Eth. III,
                                        1.1110a15 14 κινεῖ] ι in lit. V 16 δὲ add. B²S2 Sp. δι’
                                        ἡδονῆς] διὰ ἡδονὴν aSp. 19 titulum eaforma qua exstat in
                                        tabula reddunt s² Vict. Sp. 21 κτὰ sic V 23 ἐδειέεν] t. Vic.
                                        K,5. 1175a 20sqq. 24 ἐφ’ ας γίνονται add. ante ἡδονὰς F8aa
                                        Sp. συναυξομένας FS1 25 τὰς ἐνεργείας B2a Sp.: ταῖς
                                        ἐνεργείαις VB9 26 ἡ addidi τὰς — (28) γίνονται om. S1 28
                                        ταὐτὰ 2 Vict. Sp.: τ’αῦτὰ V: ταῦτα SFa ἐνεργείαις] ἡδοναῦς
                                        Vict. 31 περιηίιεδαι  a Sp.</note>
                                    <pb n="134"/> τινὸς ἑνὸς καὶ τοῦ αὐτοῦ τῶν ἀδιαφόρων ἐνεργειῶν
                                    περιγινομένου. διὸ οἱ αὐτοὶ διὰ τῶν διαφόρων κτῶνται τὰ χρήματα,
                                    καὶ οὐδὲν μᾶλλον διὰ <lb n="20"/> τῶνδε ἢ τῶνδε, ἅ ἐστι κτημάτων
                                    τε καὶ πλούτου περιποιητικά. ἐπὶ δὲ τῶν ἡδονῶν οὐχ οὕτως. οὐ γὰρ
                                    ὡς ἀπὸ πάντων τῶν ποιητικῶν ἡδονῆς <lb n="5"/> τῆς αὐτῆς
                                    περιγινομένης ἡδονῆς, δι’ ὧν μάλιστα γίνεται ταῦτα, ζητοῦσιν,
                                    ἀλλ’ ὡς ἄλλων οὐσῶν τῶν ἐπὶ διαφόροις γινομένων ἐνεργείαις τὰς
                                    ἐπὶ <lb n="25"/> ταῖσδε γινομένας αἱροῦνται, καὶ λυποῦνταί γε
                                    καὶ ἄχθονται ταῖς ἀπαγούσαις <lb n="257"/> αὐτοὺς ἀπὸ τῶνδε τῶν
                                    ἐνεργειῶν ἐνεργείαις τε καὶ ἡδοναῖς, ὡς ἐμποδών γινομέναις ταῖς
                                    προκειμέναις αὐτοῖς ἡδοναῖς διὰ τοῦ τὰς ἐνεργείας <lb n="10"/>
                                    ἐμποδίζειν, ἐφ’ αἷς γίνονται. φθαρτικαὶ γὰρ ἀλλήλων, ὥσπερ
                                    ἐνέργειαι, <lb n="5"/> ἐφ’ αἷς ἡδοναί, οὕτως δὲ καὶ αἱ ἐπ’
                                    αὐταῖς ἡδοναί. καίτοι, εἰ ἤσαν ὁμοαἱ ἡδοναὶ πᾶσαι, καὶ τὰς
                                    ἐνεργείας ἠρούμεθα τῶν ἡδονῶν χάριν. ἧκαν <add cause=" omitted">ἂν</add>αἱρετώταται ἐνέργειαι αἱ μαλιατα ποιοῦσαι τὴν
                                    ἡδονἡν. εἰ δ’ <lb n="10"/> οὐκ ἀπὸ τῆς γινομένης ἡδονῆς ἡ τῶν
                                    ἐνεργειῶν τῶν ποιητικῶν αὐτῶν <lb n="15"/> κρίσις, ἔμπαλιν δὲ
                                    ἀπὸ τῶν ἐνεργειῶν τὰς ἡδονὰς κρίνομεν, οὔτ’ ἂν διὰ τὰς ἡδονὰς αἱ
                                    ἐνέργειαι τὸ αἱρετὸν ἔχοιεν, οὔτε ὁμοειδεῖς ἂν εἶεν ἀλλήλαις.
                                        <lb n="15"/> ἔτι δέ, εἰ ὃ ποιοῦμεν ἐφ’ αἷς λυπούμεθα
                                    ἐνεργείαις (παυόμεθα γὰρ τοῦ ἐνεργεῖν αὐτάς), τοῦτο ποιοῦμεν εἰς
                                    αὐτάς, ὅταν ἡδώμεθά τισιν ἄλλαις ἐνεργείαις, δῆλον ὡς οἰκεῖαι
                                    ταῖς ἐνεργείαις αἱ γινόμεναι ἐπ’ αὐταῖς ἡδοναί. <lb n="20"/>
                                    <lb n="20"/> ἔτι τοῖς μὲν σώφροσιν αἱ αἰσχραὶ ἐνέργειαι λύπην
                                    φέρουσιν, ἡδονὴν δὲ αἱ σωφρονικαί τε καὶ καλαί, τοῖς δὲ
                                    ἀκολάστοις ἔμπαλιν, οὐκ ἂν εἶεν αἱ ἀπὸ τῶν αἰσχρῶν ὁμοειδεῖς
                                    ταῖς ἀπὸ τῶν καλῶν. οὐχ ὅμοιον τὸ ἐπὶ τῶν χρημάτων· οὐ γὰρ τοῖς
                                    φρονίμοις τε καὶ σώφροσιν ἡ πορνοβοσκία πενίας <lb n="25"/>
                                    αἰτία, τος δὲ μο χθηροῖς περιουσίας, ἀλλὰ καὶ τοῖς σώφροσιν τῆς
                                    αὐτῆς <lb n="258"/>
                                    <lb n="25"/> εὐπορίας ἂν αἰτία γίνοιτο, εἰ φέροιεν αὐτὰς
                                    ἐνεργεῖν. ἐπὶ γὰρ τῶν ἡδονῶν οὐ μόνον αἱ αἰσχραὶ ἐνέργειαι
                                    φευκταί, ἀλλὰ καὶ πρὸς τῷ μηδεμίαν αὐτοῖς <lb n="5"/> ἡδονὴν
                                    φέρειν καὶ λύπης αὐτοῖς εἰσιν αἰτίαι.</p></div></div></body></text></TEI>