XII. Ἡ λέξις ἐκ τοῦ τρίτου τῶν ικομαχείων. “Ἔοικεν δὴ τὸ βίαιον εἶναι, οῦ ἔξωθεν ἡ ἀρχή, μηδὲν συμμβαλλομένου τοῦ βια σθέντος’’. Ὅτι τὸ ἐν ᾗ μηδὲν συμβάλλε ταί ὁ πράττων ἢ ὁ πάσχων εἶπεν ἐν τοῖς ἔμπροσθεν ἀντὶ τοῦ ὁ βιασθείς, διὰ τοῦ νῦν εἰρημένου ἔδειξεν μεταλαβὼν καὶ μηκέτι εἰπών μηδὲν συμβαλλομένου τοῦ πράττοντος ἢ πάσχοντος’, ἀλλὰ ἀντὶ τούτων εἰπών τοῦ βια σ θέντος. ποτὲ μὲν πράττειν λέγομεν, ποτὲ δὲ πάσχειν· καὶ γὰρ βιασθεὶς ἔπραξεν’ καὶ ‘βίᾳ ἔπαθεν’ λέγομεν. ἀρχὴν δ’ ἂν λέγοι ἔξωθεν εἶναι ἐπὶ τῶν βιαζομένων τὴν ποιητικήν. ἡ μὲν γὰρ τελικὴ καὶ οὖ ἕνεκεν αἰτία οὖσα ἔξωθέν ἐστιν ἐπὶ πάντων τῶν πρασσομένων, εἴ γε πᾶς ὁ πράττων ἕνεκά του πράττει ὃ πράττει, ὅ ἐστιν ἐκτὸς αὐτοῦ. ἔτι τε οὐδ’ ἂν εἴη ἐν τοῖς βίᾳ τι πράττουσιν ἢ πάσχουσιν ἡ ὡς τέλος αἰτία. οὐ γὰρ ὁ βιαζόμενος ὑπό τινος τέλος τι ἔχει προκείμενον αὐτῷ, οὖ χάριν ὑπὸ τοῦ βιαζομένου βιάζεται. τῷ μὲν γὰρ βιαζομένῳ τινὰ καὶ τοῦτο πράττον ἢ τέλος τι πρόκειται, καὶ διὰ τοῦτο τοῦτον, ὃν βιάζεται, βιάζεται , αὐτῷ δὲ οὐδέν. οἱ δὲ 2. 3 ἀμφοτέροις] ἀμφοτέρας a 7 ὑπὸ] ἐπὶ aSp. 10 τῷ BSaa Sp.: τοῦ VB¹S 14 ὄν om. aSp.· 16 τῷ] τὸ a 18 titulum ea form reddunt Vict. et Sp. quas exstsat in tabula ἐκ τοῦ τρίτου] Eth. Nic. Ill, 1. 1110b 15 21 ἐν B2: in lit. Vict.:? ἐν ἡ VB¹aSp. 22 ἐν τοῖς ἔμπροσθεν] th. Nic. III, 1.1110a2 23 μεταβαλῶν ,vir doctus in e,emplo bitbl. univ. Monac.“ Sp. 24. 25 μὲν γὰρ πράττειν aSp. 25 λεγο |μὲν (υ sive ου supraν v. c.?) V 28 τοῦ sic V 29 πράττει 8 B² Vict. Sp.: πράττειν ὃ VFa αὑτοῦ V 30 ἢ ὡς a 31 αὐτῷ aSp. 32 πράττον ἡ V: πράττοντι SΒ (ante τέλος rasura) a Sp.: fortasse καὶ ⟨τοῦ⟩ τοῦτο πρ άττεῖν τέλος 23 ὃν om. aSp. βιάζεται addidi πάσχοντες τὰ βίαιά εἰσιν, ὧν ἔξωθέν ἐστιν ἡ ἀρχὴ ἡ ποιητική, μηδὲν εἰς τὸ γινόμενον τοῦ πάσχοντος συμβαλλομένου τε καὶ συμπράττοντος, ὡς ἔδειξεν γινόμενον ἐπὶ τῶν πλεόντων, ὅταν ὑπὸ πνεύματός τινος ἐξωσθῶσιν, καὶ ὑπὸ τῶν κυρίων ὄντων καὶ ἀγόντων τοὺς ἡττημένους, ὅπῃ ἂν αὐτοῖς δοκῇ. οὐκ εἴ τις δὲ βιαζόμενος ὑπό τινος κινήσαι τι τῶν ὀργανικῶν μορίων κίνησίν τινα, ἢ συντελεῖ πρὸς τὸ γινόμενον βίᾳ, οὖτος ἤδη συμβάλλοιτο ἂν ἡ τοῦ πρὸς τὸ γινόμενον βίᾳ (οὐ γὰρ εἰ ἀπωσθεὶς ὑπό τινος κινήσας τὰ σκέλη ἐμπέσοι τινὶ ἢ καταβάλοι τι, ἤδη ἂν λέγοιτο συντελεῖν πρὸς τὸ γινόμενον), ἀλλ’ εἰ μὲν κατὰ τὴν οἰκείαν ὁρμὴν καὶ πρόθεσιν ποιήσαι τοῦτο, εἴη ἂν συντελῶν· εἰ δὲ κατὰ συνήθη τινὰ καὶ φυσικὴν μεταφορὰν τῶν σκελῶν κινηθείη, οὐκέτι, ὅπερ εἶπεν καὶ Ἀριστοτέλης διὰ τοῦ καὶ γὰρ ἡ ἀρχὴ τοῦ κινεῖν τὰ ὀργανικὰ μέρη ἐν ταῖς τοιαύαταις πράξε σιν ἐν αὐτῷ ἐστιν. ὁ γὰρ ἐκ τῆς νεὸς τὰ φορτία ταῖς αὐτοῦ χερσὶν ἐκβάλλων εἰς τὴν θάλασσαν διὰ τὸν κίνδυνον, οὐχ ὅτι κινεῖ τὰς χεῖρας ἑκὸν ποιεῖ, ἀλλ’ ὅτι προελόμενος τοῦτο ποιῆσαι, οὕτως αὐτὸ ποιεῖ, οὐκέτι (δὲῶ οἱ δι’ ἡδονῆς τι ποιοῦντες βίᾳ, ὅτι αὐτοὶ ποιοῦσιν ἃ ποιοῦσιν διὰ τὴν ἡδονήν, ἀλλ’ οὐκ ἔξωθεν τὸ ποιοῦν ἔχουσιν· τὸ γὰρ ἡδὺ ὡς τέλος καὶ σκοπὸς αἴτιον, ἀλλ’ οὐχ ὡς τὸ ποιοῦν.