<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0732.tlg013.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="11"><head>XI. Ὅτι μὴ πολλα χῶς τὸ ἀκοῦ σιον, ἐπεὶ καὶ βίᾳ καὶ δι’
                                    ἄγνοιαν.</head><lb n="20"/><p>Ὡσπερ οὐ λέγεται πολλαχῶς τὸ ζῷον, ἐπεὶ τὸ μέν ἐστιν αὐτοῦ
                                    λογικὸν <lb n="20"/> τὸ δ’ ἄλογον, ἀλλ’ οὐδὲ ἡ κακία πολλαχῶς,
                                    ἐπεὶ ἡ μὲν καθ’ ὑπερβολήν, ἡ δὲ κατὰ ἔνδειαν, οὕτως οὐδὲ τὸ ἀκοῦ
                                    σιον πολλαχῶς, ἐπεὶ τὸ <lb n="25"/> μὲν αὐτοῦ βίᾳ, τὸ δὲ δι’
                                    ἄγνοιαν. μέρη γὰρ ἢ εἴδη τοῦ ἀκουσίου ταῦτα. <lb n="252"/> εἰ δὲ
                                    μὴ πολλαχῶς τὸ ἀκούσιον, οὐδ’ ἂν ὁ τόπος ἔτι διὰ τοῦτο
                                    διαβάλλοιτο ὁ ἀξιῶν εἰ τὸ ἕτερον τῶν ἐναντίων πολλαχῶς, καὶ τὸ
                                    ἕτερον πολλαχῶς· <lb n="5"/>
                                    <lb n="25"/> οὐ πολλαχῶς δὲ τὸ ἑκούσιον τοῦ ἀκουσίου τοῦ
                                    ἐναντίου αὐτῷ πολλαχῶς λεγομένου’; οὐδὲ γὰρ ἡ κακία πολλαχῶς,
                                    ἐπεὶ ἡ μέν ἐστιν ἐν ὑπερβολῇ ἡ δὲ ἐν ἐνδείᾳ. γένος γάρ τι ἡ
                                    κακία ἐπὶ εἴδεσιν τῇ τε ὑπερβολῇ <lb n="10"/> καὶ τῇ ἐνδείᾳ, καὶ
                                    ὥσπερ κακία μὲν ἑκατέρα, καὶ ἡ ἐν ὑπερβολῇ καὶ ἡ ἐν ἐνδείᾳ (οὐδὲ
                                    γὰρ σἶόν τε ἄμα τὸν κακὸν κατ’ ἄμφω κακὸν εἶναι, οὐ <lb n="30"/>
                                    μέντοι καὶ ἡ ἀρετὴ ἤδη διπλῆ ἑκατέρᾳ τῶν κακιῶν ἰδία τις
                                    ἀντικειμένη· <lb n="15"/> οὐ γὰρ αὔταρκες πρὸς ἀρετὴν τὸ μὴ
                                    εἶναι ἐν ὑπερβολῇ, ἢ πάλιν τὸ μὴ εἶναι ἐν ἐνδείᾳ, ἀλλὰ δεῖ, εἰ
                                    ἀρετὴ ἔσοιτο, ἐν μηδετέρῳ ἐκείνων εἶναι) οὕτως καὶ τὸ ἑκούσιον
                                    ἐν τῇ ἑκατέρου τῶν ἐν οἷς τῷ ἀκουσίῳ τὸ εἶναί ἐστιν ἀντιθέσει
                                    ἅμα τὸ εἶναι ἔχει. δεῖ γὰρ τὸν ἑκουσίως τι ποιοῦντα ἐν αὐτῷ <lb n="20"/>
                                    <note type="footnote">6 γὰρ χάριν B2 coni. Sp. 7 αρετάσ V τ’
                                        ἔχειν coni. Sp. 9 ἄρα (in mg. m¹ VB: ὁ γὰρ ἄνθρωπος GFS (S²
                                        in mg. ἄρα) MNL: ὁ ἄνθρωπος ἀρα a Sp. 11 οὐ—γίνονται]
                                        sententiaaut manca (ἀρεταὶ ἀρετῶν] υ ἀρ in lit. V 21 οὐδὲ
                                        coni. Sp.: οὔτε libri 22 ἡ] ἠ V 24 post ὁ litura V 26 οὐδὲ
                                        Sp.: οὕτε libri 27 γένος] τινὸς a 29 ἐν Sa Sp.: ἐπὶ V 30 ἡ
                                        om. aSp. διπλῇ a Sp. ἑκατέρα corr. in ἑκατέραι v. c. V 31 ἤ
                                        add. v. c. V 32 δεῖ] δὴ a 34 δεῖ S2B (in lit.) a: διὰ VS1
                                        αὐτῷ V</note>
                                    <pb n="132"/> τε τὴν ἀρχὴν ἔχειν τῶν πραττομένων καὶ ἔτι εἰδέναι
                                    τὰ καθ’ ἕκαστα, ὧν τὸ μὲν τοῦ βίᾳ ἀναιρετικόν ἐστι, τὸ δὲ τοῦ
                                    δι’ ἄγνοιαν. διὸ ἅμα ἀμφοτέροις τοῖς τοῦ ἀκουσίου μέρεσιν
                                    ἀντίκειται τὸ ἑκούσιον ἐκείνων μηδὲ <lb n="25"/> ἤδη δυναμένων.
                                    οὐ γὰρ οἷόν τε τὸν βίᾳ τι ποιοῦντα ἢ πάσχοντα <lb n="5"/> καὶ
                                    ἀγνοοῦντα τὰ καθ’ ἕκαστα ἁμαρτάνειν. οὐδὲν γὰρ πρὸς τὸ ἀκουσίως
                                        <lb n="253"/> ποιεῖν τοὺς βιαζομένους ὑπό τινων συντελεῖ ἡ
                                    ἄγνοια ἢ γνῶσις τῶν καθέ κάστα. οὐκ ἀναιρεῖται δὲ ὁ τόπος οὐδὲ
                                    ὑπὸ τοῦ τὸ μὲν φιλεῖν πολλαχῶς λέγεσθαι, τὸ δὲ μισεῖν ἐναντίον
                                    ὄν αὐτῷ μηκέτι λέγεσθαι πολλαχῶς. εἰ <lb n="5"/> μὲν γὰρ ἦν τὸ
                                    μισεῖν παντὶ τῷ φιλεῖν ἐναντίον, καὶ μὴ πολλαχῶς ἐλέγετο, <lb n="10"/> ἀνῃρεῖτο ἂν ὁ τόπος· εἰ δὲ τὸ μισεῖν μόνῳ ἐστὶν
                                    ἐναντίον τῷ φιλεῖν τῷ κατὰ διάθεσιν, οὐκέτι δὲ καὶ τῷ
                                    καταφιλεῖν, οὐ διαβάλλεται ὁ τόπος. <lb n="10"/> τότε γὰρ
                                    διαβάλλοιτο ἄν, εἰ παντὶ τῷ σημαινομένῳ ὑπὸ τοῦ πολλαχῶς
                                    λεγομένου ὄν ἐναντίον τι μὴ εἴη καὶ αὐτὸ πολλαχῶς λεγόμενον. τῷ
                                    γὰρ λευκῷ πολλαχῶς λεγομένῳ τὸ μέλαν ἐναντίον ὂν πολλαχῶς
                                    λέγεται, ὅτι <lb n="15"/>
                                    <lb n="15"/> πᾶσι τοῖς σημαινομένοις ὑπὸ τοῦ λευκοῦ ἐναντίον
                                    ἐστίν· καὶ γὰρ τῷ ἐν χρώματι λευκῷ καὶ τῷ ἐν φωνῇ ἐναντίον τὸ
                                    μέλαν, ὡς εἴ γε μόνον ἦν τῷ ἑτέρῳ αὐτῶν ἐναντίον, οὐδ’ αὐτὸ ἂν
                                    ἐλέγετο πολλαχῶς.</p></div></div></body></text></TEI>