III. Λέξεως ἐξήγησις ἐκ τοῦ δευτέρου ὁμοίως Περὶ ψυχῆς, δι᾿ ἧς περὶ αἰσθήσεως λέγει, ἔστι δὲ ἥδε· “διωρισμένων δὲ τούτων λέγωμεν κοινῇ περὶ πάσης αἰσθήσεως”. Εἰπὼν περὶ τῆς θρεπτικῆς δυνάμεως τῆς ψυχῆς ἐπὶ τὸν περὶ αἰσθήσεως μέτεισι λόγον, καὶ πρῶτον μὲν καθόλου καὶ κοινῶς περὶ αἰσθήσεως λέγει, ἔπειτα ἐρεῖ προελθὼν περὶ ἑκάστης ἰδίᾳ. πρῶτον μὲν οὖν λαμβάνει, ὅτι ἡ αἴσθησις γίνεται ἐν τῷ κινεῖσθαί τι καὶ πάσχειν (διὰ γὰρ κινήσεώς τινος καὶ πάθους γίνεσθαι δοκεῖ), λαβὼν δὲ τὸ τὴν αἴσθησιν δι᾿ ἀλλοιώσεως καὶ πάθους γίνεσθαι ἐμνημόνευσε τοῦ πάθους καὶ τοῦ πάσχειν, ὅπως γίνεται, ὅτι γὰρ τοῖς μὲν δοκεῖ τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου πάσχειν, τοῖς δὲ τὸ ἐναντίον ὑπὸ τοῦ ἐναντίου. τούτου δ᾿ ἐμνημόνευσεν, ἐπεὶ πρὸς τὸ ἀποδοῦναι, τί πότ᾿ ἐστιν αἴσθησις, χρήσιμον αὐτῷ τὸ κεῖσθαι, ὑπὸ τίνος πάσχει τὰ πάσχοντα, ἐπεὶ καὶ ἡ αἴσθησις κεῖται πάθος τι εἶναι καὶ διὰ πάθους. πρὸ δὲ τοῦ περὶ τούτου διαρθρῶσαι πρῶτον ἀπορήσας περὶ τῆς αἰσθήσεως, διὰ τί, ὄντων ἐν τοῖς αἰσθητηρίοις τῶν αἰσθητῶν, οὐκ αἰσθάνεται ἡ αἴσθησις τούτων, ἀλλὰ τῶν ἐκτὸς μόνων, καὶ λύσας τὴν ἀπορίαν τῷ τότε δυνάμει τὴν αἴσθησιν εἶναι (ἡ γὰρ αἴσθησις πρὸς τὸ αἰσθητόν, αἰσθητὸν δ᾿ αὐτῇ τὸ κεχωρισμένον· οὐδὲν γὰρ ὑφ᾿ ἑαυτοῦ πάσχει, ἡ δὲ αἴσθησις διὰ πάθους· ἔστ᾿ ἂν οὖν μὴ παρῇ τὸ αἰσθητόν, δυνάμει ἡ αἴσθησίς ἐστι), λαβὼν δὲ τὸ διχῶς λέγεσθαι τὸ αἰσθάνεσθαι (καὶ γὰρ δυνάμει καὶ ἐνεργείᾳ), ἔλαβεν τὸ τῆς αἰσθήσεως τὴν μὲν εἶναι δυνάμει, τὴν δὲ ἐνεργείᾳ, ὁμοίως δὲ καὶ τὸ αἰσθητόν. λαβὼν δὲ τὸ [τὴν αἴσθησιν] διὰ πάθους γίνεσθαι τὴν αἴσθησιν τὴν μὲν δυνάμει, τὴν δὲ ἐνεργείᾳ, ἐφεξῆς λέγει περὶ τοῦ πάσχοντος ὑπὸ τίνος πάσχει, ὃ πρὸ ὀλίγου ἐκίνησε. καὶ λαβὼν ὅτι πᾶν τὸ πάσχον πάσχει ὑπὸ τοῦ κινητικοῦ καὶ ἐνεργείᾳ ὄντος τούτου, ὃ τὸ πάσχον ὑπ᾿ αὐτοῦ δύναται γενέσθαι, ἔδειξεν ἐκ τούτου, ὅτι τὸ πάσχον ἔστι μὲν ὡς ὑπὸ ὁμοίου πάσχει, ἔστι δὲ ὡς ὑπὸ ἀνομοίου πάσχει. πάσχει μὲν γὰρ ἀνόμοιον, πεπονθὸς δὲ ὅμοιόν ἐστιν. χρήσιμον δ᾿ αὐτῷ τοῦτο πάλιν πρὸς τὸ καὶ [τὸ] τὴν αἴσθησιν τὴν δυνάμει, εἰ διὰ πάθους γίνεται, πάσχουσαν μὲν ἀνομοίαν εἶναι τῷ ποιοῦντι, ὅ ἐστι τὸ αἰσθητόν, παθοῦσαν δὲ καὶ γενομένην ὁμοίως αὐτῷ εἶναι. οἷς ἐφεξῆς ἐπέλαβεν τὴν αἴσθησιν τὴν μὲν δυνάμει εἶναι, τὴν δὲ ἐντελεχείᾳ, 〈καὶ〉 διαίρεσιν ποιεῖται τοῦ δυνάμει καὶ τοῦ ἐντελεχείᾳ, βουλόμενος δι᾿ αὐτοῦ δεῖξαι, ὅτι μὴ κυρίως πάσχειν λέγεται ἡ αἴσθησις καὶ κινεῖσθαι. οὐ γὰρ πάσης δυνάμεως ἡ εἰς ἐνέργειαν πρόοδος διὰ πάθους καὶ κινήσεως. διχῶς γὰρ τὸ δυνάμει ἐπιστῆμον, ὁμοίως δὲ καὶ πᾶν ἄλλο, λέγεται. τό τε γὰρ φύσιν ἔχον δέξασθαι ἐπιστήμην δυνάμει ἐπιστῆμον, ἀλλὰ καὶ τὸ ἔχον ἤδη καὶ δεδεγμένον τὴν ἐπιστήμην, μὴ ἐνεργοῦν δὲ κατ᾿ αὐτὸ δυνάμει λέγεται ἐπιστῆμον, ὅτι μὴ ὁμοίως λέγεται, ἔδειξεν. εἰπὼν δὲ καὶ τὸν ἔχοντα μὲν ἤδη τὴν ἐπιστήμην, μὴ ἐνεργοῦντα δέ, δυνάμει ἔτι καὶ αὐτὸν ἐπιστήμονα λέγεσθαι, προσέθηκεν, ὅτι ὁ ἤδη θεωρῶν τε καὶ ἐνεργῶν οὗτός ἐστιν ὁ κυρίως λεγόμενος ἐπιστήμων, οὐκέτ᾿ ὢν δυνάμει. ἐφ᾿ οἷς τὴν διαφορὰν λέγων τῶν δυνάμει λεγομένων ἐπίστασθαι ἔδειξεν, ὅτι ὁ μὲν πρῶτος λεγόμενος δυνάμει, ὁ κατὰ τὸ πεφυκέναι, οὐκ ἄλλως εἰς τὸ ἐνεργείᾳ γενέσθαι μεταβάλλει, εἰ μὴ διὰ τοῦ παθεῖν τε καὶ ἀλλοιωθῆναι διὰ μαθήσεως, 〈ὁ〉 δὲ ἤδη ἔχων εἰς τὸ ἐνεργεῖν οὐ διὰ πάθους ἔτι καὶ ἀλλοιώσεως μεταβάλλει. δείξας δ᾿ ὅτι μὴ παντὸς τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ μεταβολὴ διὰ πάθους τε καὶ ἀλλοιώσεως, ἐφεξῆς καὶ τοῦ ἀλλοιοῦσθαί τε καὶ πάσχειν διαίρεσιν ἐποιήσατο, καὶ ἔλαβεν τὸ μέν τι φθορὰν εἶναι ὑπὸ τοῦ ἐναντίου καὶ ἔκστασιν τοῦ ἐν ᾧ ἦν, ὡς πάσχει πάντα τὰ εἰς τὰ ἔναντία μεταβάλλοντα, τὸ δέ τι πάσχειν εἶπεν εἶναι οὐ τῷ φθείρεσθαι, ἀλλὰ τῷ σώζεσθαι καὶ ἐν ἐπιδόσει γενέσθαι τῇ καθὸ ἔχει ὑπὸ τοῦ ἐνεργείᾳ ὄντος καὶ ὁμοίου. ἡ γὰρ κατὰ τὴν ἕξιν καὶ τοιαύτην δύναμιν ἐνέργεια τελειότης οὖσα τῆς ἕξεως οὐ κατὰ τὴν εἰς τοὐναντίον μεταβολὴν γίγνεται, ἀλλὰ κατὰ τὴν τοῦ αὐτοῦ ἐξ ἀργίας εἰς ἐνέργειαν· τὸ γὰρ ἔχον τὴν ἐπιστήμην ἐνεργοῦν γίνεται κατ᾿ αὐτήν, ὃ εἰς τὸ αὐτὸ καὶ ὅμοιον ἐπίδοσίς ἐστιν. ὁμοίως δὲ εἰπὼν ὡς δύναμις ἔχει πρὸς ἐντελέχειαν, πῶς καὶ ποία δύναμις καὶ πρὸς ποίαν ἐντελέχειαν ἔδειξεν προσθείς. θεωροῦν γὰρ γίνεται τὸ ἔχον τὴν ἐπιστήμην, ἥτις μεταβολὴ οὐκ ἔστιν ἀλλοίωσις, εἴ γε ἡ μὲν ἀλλοίωσις ἐξ ἄλλου εἰς ἄλλο καὶ ἐξ ἐναντίου ἐστὶ μεταβολή, ἡ δ᾿ ἐκ τοῦ οὕτω δυνάμει εἰς τὴν ἐνέργειαν (εἰς αὐτὸ γὰρ τοῦτ᾿ ἐστίν, ὃ ἔχει καὶ καθὸ ἔχει) ἐπίδοσίς ἐστιν. ἤ, εἰ δεῖ καὶ τοῦτο ἀλλοίωσιν λέγειν, ἕτερον ἄν τι εἴη γένος καὶ ἄλλη τις φύσις ἀλλοιώσεως. ὅτι δὲ τὸ πάσχειν ὡς ἴσον ἔλαβεν τῷ ἀλλοιοῦσθαι ἔδειξεν εἰπὼν ὅπερ οὐκ ἔστιν ἀλλοιοῦσθαι· ὡς γὰρ ἴσον † εἴη ἐν αὐτῷ ‘ὅπερ οὐκ ἔστι πάσχειν’. ὃ δείξας προσέθηκεν, ὅτι μὴ χρὴ λέγειν τὸν φρονοῦντά τι καὶ νοοῦντα ἀλλοιοῦσθαι, εἰ δὲ μὴ ἀλλοιοῦσθαι, οὐδὲ κινεῖσθαι. εἰ γὰρ μὴ ἀλλοίωσις, δῆλον ὡς οὐδὲ κατὰ τόπον οὐδὲ ποιὸν μεταβολή. τοιαύτη δὲ καὶ ἡ τοῦ δυνάμει αἰσθανομένου εἰς τὸ ἐνεργείᾳ αἰσθάνεσθαι ἐπίδοσίς τε καὶ μεταβολή. διὸ κοινότερον ἡ αἴσθησις ἀλλοίωσις. εἰπὼν δὲ ταῦτα διέξεισιν ἐπ᾿ αὐτοῖς, ὁποία μὲν μεταβολὴ ἐκ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ ἀλλοίωσίς ἐστι, ποία δὲ οὔ. ἡ μὲν γὰρ ἐκ τῆς ἕξεως εἰς τὴν ἐνέργειαν τὴν διὰ ταύτην, ὡς τὸ νοεῖν ἔχειν καὶ τὸ φρονεῖν, ἐπεὶ μὴ διὰ διδασκαλίας γίνεται, οὐκ ἀλλοίωσις οὐδὲ κίνησις, ἀλλ᾿ ἕτερόν τι γένος μεταβολῆς (ὑπὸ γὰρ τὴν γένεσιν εἴη ἂν τοιαύτη μεταβολή, εἴ γε τὸ τελειοῦσθαι καὶ ἡ εἰς τοῦτο ἐπίδοσις γινομένου πώς ἐστι), τὴν 〈δὲ〉 ἐκ τῆς ὑλικῆς δυναμέως εἰς τὴν ἕξιν μεταβολήν, ἥτις γίνεται κατὰ διδασκαλίαν τινὰ καὶ μάθησιν, ἤτοι οὐδ᾿ αὐτὴν διὰ πάθους γίνεσθαι ῥητέον, εἴ γε γίνεται καὶ αὐτὴ εἰς τὸ ἐνεργείᾳ τὴν ἕξιν ἔχειν καὶ τελειότητα ἐκ τῆς ὑλικῆς δυνάμεως (γένεσις γάρ πως καὶ ἡ τοιαύτη μεταβολή), 〈ἢ〉 εἰ καὶ τὴν τοιαύτην μεταβολὴν λέγοι τις ἀλλοίωσιν τῷ μὴ φυσικοῦ τινος εἴδους ἀνάληψιν εἶναι, δύο χρὴ τρόπους ἀλλοιώσεως εἶναι λέγειν, τήν τε ἐπὶ τὰς ἕξεις γινομένην καὶ τὴν φύσιν τε καὶ τὸ κατὰ φύσιν (τὸ γοῦν βέλτιον μέρος ὧν δύναται τὸ δυνάμενον κατὰ φύσιν αὐτῷ), τὴν δέ τινα ἀπ᾿ αὐτῶν βελτιόνων ἕξεων εἰς τὰς στερητικὰς διαθέσεις. εἰπὼν δὲ ταῦτα καὶ διορίσας μετῆλθεν ἐπὶ τὴν αἴσθησιν, καὶ ἔδειξεν, τίς μὲν ἡ πρώτη δύναμίς ἐστι, καὶ πῶς καὶ ὑπὸ τίνος εἰς τὴν ἕξιν μεταβάλλει ἡ τοιαύτη δύναμις, πῶς δὲ καὶ ὑπὸ τίνος ἡ δευτέρα εἰς τὴν ἐνέργειαν, καὶ λέγει τὴν μὲν ἐκ τῆς ὑλικῆς δυνάμεως μεταβολὴν εἰς τὴν κατὰ τὴν ἕξιν γενέσθαι ὑπὸ τοῦ γεννῶντος δηλονότι τὸ ζῷον (τὸ γὰρ γεννώμενον οὐδέπω τὴν ἕξιν ἔχει τὴν αἰσθητικήν, ἀλλ᾿ ἔτι ἐστὶ δυναμένης ἕξεως δεκτικόν, γεννηθὲν δὲ ἔχει τὴν αἰσθητικὴν ἕξιν εὐθύς, ὥσπερ τὸ ἀναλαβὸν τὴν ἐπιστήμην), δείξας δὲ πῶς ἑκάτερον τῶν δυνάμει ἐπὶ τῆς αἰσθήσεώς ἐστιν, προσέθηκεν, ὅτι καὶ τὸ κατ᾿ ἐνέργειαν δὲ αἰσθάνεσθαι ὁμοίως λέγεται τῷ θεωρεῖν τε καὶ νοεῖν. μόνον γὰρ ταύτῃ διαφέρουσιν ἥ τε αἰσθητικὴ καὶ νοητικὴ ἐνέργεια· ἔξωθεν γὰρ καὶ οὐκ ἐν τῷ αἰσθανομένῳ καὶ τὸ ἀκουόμενον ὑπ᾿ αὐτοῦ καὶ τὸ ὁρώμενον, ὁμοίως δὲ καὶ τῶν ἄλλων ἕκαστον. οὗ αἰτίαν ἀπέδωκεν, ὅτι ἡ μὲν αἴσθησις ἀντιληπτική ἐστι τῶν καθέκαστα, οὐχ οἷόν τε δὲ εἶναι ἐν τῷ αἰσθανομένῳ, ἀλλ᾿ οἰκείαν ὑπόστασιν ἔχει, ἡ δ᾿ ἐπιστήμη καὶ ὁ νοῦς τῶν καθόλου θεωρητικά, ἃ καθόλου οὐκ ἔχει ἰδίαν ὑπόστασιν, ἀλλ᾿ ἐν αὐτῇ πώς ἐστι τῇ διανοίᾳ, τὸ ‘πῶς’ προσθείς, ὅτι ἡ μὲν ὑπόστασις καὶ τούτοις καὶ τοῦ εἶναι ἡ αἰτία ἐν τοῖς καθέκαστα, ὡς δὲ κοινὰ ἐν τῷ νοεῖσθαι τὸ εἶναι ἔχει, καὶ ἔστιν ὡς κοινῶν ὄντων τὸ εἶναι ἐν τῷ νοοῦντι αὐτὰ νῷ. διὸ καὶ νοεῖν μὲν ἐφ᾿ ἡμῖν, αἰσθάνεσθαι δὲ οὐκ ἐφ᾿ ἡμῖν, ἐπεὶ πρὸς παρὸν μὲν καὶ παρόντος ἡ αἴσθησις, οὐκ ἐφ᾿ ἡμῖν δὲ ἡ τῶν αἰσθητῶν παρουσία, ὡς ὅτε βουλόμεθα ἔχειν αὐτά. ὡς δὲ αἱ αἰσθήσεις ἔχουσιν, οὕτως καὶ αἱ τέχναι, ὅσαι περὶ αἰσθητά. οὐ γὰρ ἐπὶ τοῖς ταύτας ἔχουσι τὸ ἐνεργεῖν ὅτε βούλονται, τῷ δεῖν αὐτοῖς παρεῖναι τὰ περὶ ἃ ἐνεργοῦσιν. ὑπερθέμενος δὲ τὸ περὶ τῆς τῶν αἰσθητῶν τε καὶ νοητῶν διαφορᾶς ἐπὶ πλέον νῦν λέγει τὸ μὲν νοεῖν ἐφ᾿ ἡμῖν, τὸ δὲ αἰσθάνεσθαι οὐκ ἐφ᾿ ἡμῖν, τὰ εἰρημένα δὲ καὶ δεδειγμένα τῇ αἰσθήσει ἐφαρμόσας ἀπέδωκε τὸν κοινὸν λόγον τῆς αἰσθήσεως. ἔδειξεν γὰρ πρῶτον, ἐπεὶ διχῶς λέγεται τὸ δυνάμει (ἄλλως γὰρ λέγεται ὁ παῖς δύνασθαι στρατηγεῖν καὶ ὁ τέλειος ἄλλως· οὗτος γὰρ οὐχ ὁμοίως τῷ τὴν μὲν ἕξιν ἔχοντι μηδέπω δὲ ἐνεργοῦντι), κατὰ τὸ δεύτερον σημαινόμενον τοῦ δυνάμει τὸ δυνάμει αἰσθάνεσθαι καὶ τὴν δυνάμει αἴσθησιν λέγεσθαι. ‘ὧν δυνάμεων’ εἰπών, ‘ἐπεὶ οὐκ ὠνόμασται ἡ διαφορά, φανερὰ δὲ γέγονεν διὰ τοῦ λόγου, χρῆσθαι δὲ ἀναγκαῖον καὶ τῷ πάσχειν καὶ τῷ ἀλλοιοῦσθαι ὡς κυρίοις ὀνόμασιν’ ἐπὶ τῆς μεταβολῆς τῆς ἐκ τῆς κατὰ δύναμιν αἰσθήσεως εἰς τὴν ἐνέργειαν, ἐπεὶ μὴ ἔχομεν ἄλλα τινὰ ὀνόματα κύρια αὐτῶν, ἦλθεν ἐπὶ τὸ λόγον ἀποδοῦναι τῆς αἰσθήσεως, καὶ εἶπεν τὸ αἰσθητικὸν δυνάμει εἶναι οἷον τὸ αἰσθητὸν ἤδη ἐντελεχείᾳ ἐστίν, ὅτι πάσχει μὲν ὑπὸ τοῦ αἰσθητοῦ οὐδέπω ὅμοιον ὂν αὐτοῦ, παθὸν δὲ ὡμοίωται καὶ ἔστιν οἷον ἐκεῖνο, τὸ δὲ παθὸν ὡς ἴσον πᾶν ἢ τῷ ἀλλοιωθὲν εἶπεν. ἀποδοὺς δὲ τοῦτον τὸν λόγον οὐχ ὡς κυρίως ὄντος τοῦ αἰσθάνεσθαι, ἀλλὰ διὰ τὴν τῶν κυρίων ὀνομάτων ἀπορίαν (ἐδείχθη γάρ, ὅτι οὐκ ἔστιν ἡ τοῦ οὕτω δυνάμει εἰς τὸ ἐνεργείᾳ μεταβολὴ οὔτε πάθος οὔτε ἀλλοίωσις οὔτε κίνησις), ἐπὶ τὸ περὶ ἑκάστης αἰσθήσεως κατ᾿ ἰδίαν λέγειν μετῆλθεν. Τὰ δὲ κεφάλαια τῶν εἰρημένων· πρῶτον ἔλαβεν, ὅτι ἡ αἴσθησις ἐν τῷ κινεῖσθαί τε καὶ πάσχειν, μεθ᾿ ὃ ἐζήτησεν, πῶς τὸ πάσχειν, τὸ εἰ δύναταί τι καὶ ὑπὸ τοῦ ὁμοίου πάσχειν· ἐφ᾿ οἷς ἀπορήσας, διὰ τί οὐχὶ καὶ τῶν αἰσθητηρίων αὐτῶν αἴσθησις γίνεται ὄντων αἰσθητῶν, εἰς τὴν λύσιν τῆς ἀπορίας ἔλαβεν τὸ εἶναι τὸ δὲ δυνάμει τὴν αἴσθησιν, καὶ διὰ τοῦτο δεῖν αὐτῇ πρὸς τὴν ἐνέργειαν παρόντων τῶν αἰσθητῶν ποιεῖν δυναμένων. μένων. ἐφ᾿ οἷς ἔλαβεν ‘διχῶς ἡ αἴσθησις, ἡ μὲν δυνάμει ἡ δὲ ἐνεργείᾳ’, μεθ᾿ ἃ εἶπεν δεῖν λέγειν ἔτι, εἰ μηδέπω διώρισται, τίνι διαφέρει τὸ κινεῖσθαί τε καὶ πάσχειν τοῦ ἐνεργεῖν, εἰ τὸ πάσχειν τε καὶ κινεῖσθαι κινουμένου, ἐπεὶ καὶ λέγεται ἡ κίνησις ἐνέργειά τις εἶναι. ἐφ᾿ οἷς ἔλαβεν, ὅτι πάντα τῷ πάσχειν καὶ κινεῖται τε ὑπὸ τοῦ ποιητικοῦ ἐνεργείᾳ ὄντος τούτου, ὃ δύναται τὸ πάσχον γενέσθαι· διὸ πάσχον μέν ἐστιν ἀνόμοιον, ἐπεὶ πᾶν τὸ πάσχον ἀνόμοιον, πεπονθὸς δὲ ὅμοιον, ἐπεὶ τῇ αἰσθήσει ἦν καὶ δύναμις καὶ ἐνέργεια. καὶ ἔδειξε διττὸν τὸ δυνάμει, καὶ ὅτι μὴ πάντως τῷ δυνάμει ἡ εἰς τὴν ἐνέργειαν μεταβολὴ δι᾿ ἀλλοιώσεως. ἐφ᾿ οἷς διαίρεσιν ἐποιήσατο τοῦ ἀλλοιοῦσθαι· τούτου γὰρ δηλωτικὸν τὸ πάσχειν. τὸ μὲν γάρ τι πάσχειν κατὰ φθορὰν γίνεται, ἥτις ὑπὸ ἐναντίου γίνεται, τὸ δέ τι πάσχειν λέγεται σωζόμενον καὶ ἐπιδιδὸν εἰς τὴν αὑτοῦ τελειότητα ὑπὸ τοῦ ὁμοίου αὐτῷ· ὁμοία γάρ πως ἡ ἀπὸ τῆς ἕξεως ἐνέργεια τῇ ἕξει, ἀφ᾿ ἧς γίνεται, ὃ πάσχειν οὐκ ἀλλοίωσις ἂν εἴη. ἐφ᾿ οἷς ἔδειξεν, ὅτι ἡ κατὰ τὴν δύναμιν αἰσθήσεως εἰς τὴν κατ᾿ ἐνέργειαν μεταβολὴ οὐκ ἔστιν ἡ αὐτὴ τῇ κατ᾿ ἀλλοίωσιν γινομένῃ. ἀλλ᾿ οὐδ᾿ οὕτω πάσχει τὸ αἰσθανόμενον, ὡς ἔπασχε τὰ φθειρόμενα, ἀλλ᾿ ὡς τὸ εἰς ἑαυτὸ ἐπιδιδόν. καὶ τὴν τελειότητα διορίσας εἰπὼν δεῖν τοῖς κοινοῖς ὀνόμασι χρῆσθαι ἐν τῷ λόγῳ τῷ τῆς αἰσθήσεως, ἐπεὶ μὴ ἔχομεν τὰ κύρια τῶν σημαινομένων, ἀπέδωκεν λόγον αὐτῆς καὶ εἶπεν [τὴν αἴσθησιν] δυνάμει τὸ αἰσθητικὸν εἶναι, ὁποῖόν ἐστι τὸ αἰσθητὸν ἐντελεχείᾳ, πάσχον δὲ ὑφ᾿ ἑαυτοῦ καὶ δι᾿ ἄλλου, οὐ μὲν ὡς εἶπεν πρότερον γίνεσθαι τὴν κατ᾿ ἐνέργειαν αἴσθησιν, πῶς δεῖ τοῦ πάσχειν καὶ ἀλλοιοῦσθαι ἀκούειν ἐπὶ τῆς μεταβολῆς τῆς κατὰ τὴν δύναμιν αἰσθήσεως εἰς τὴν ἐνέργειαν προειρηκώς. ὁ δ᾿ ἀποδοθεὶς λόγος τῆς αἰσθήσεώς ἐστι τὸ αἰσθητικὸν δυνάμει ὂν οἷον τὸ αἰσθητὸν ἤδη ἐστὶν ἐντελεχείᾳ, ὃ πάσχον μὲν ὑπ᾿ αὐτοῦ οὐδέπω ὅμοιόν ἐστι, πεπονθὸς δὲ ὅμοιον.