εἰ δὴ τὴν ἀρχὴν τοῦ περὶ αὐτῆς λόγου ἄνωθεν ἀρξάμενοι ποιησαίμεθα ἀπὸ τῆς τοῦ ὄντος εἰς τὰ πρῶτα γένη διαιρέσεως καὶ φανερὸν ποιησαίμεθα, ὑπὸ τί τῶν γενῶν ἐστιν ἡ ψυχή, ἴσως ἂν τούτου κειμένου καὶ τὴν ὅλην οὐσίαν αὐτῆς λάβοιμεν. διαιρουμένου τοίνυν τοῦ ὄντος εἰς τὰ πρῶτα καὶ ἀνωτάτω γένη δέκα ἕν τι τούτων καὶ τὴν οὐσίαν εἶναί φαμεν, ἧς τὴν μὲν σύνθετον λέγομεν, τὰς δὲ ἐξ ὧν τῇ συνθέτῳ τὸ εἶναι. σύνθετον μὲν οὖν οὐσίαν λέγομεν εἶναι ταύτην, ἧς τόδε τι κατηγορῆσαι δυνάμεθα, τὴν αἰσθητήν τε καὶ ἐνεργείᾳ οὖσαν καὶ πᾶσιν τοῖς ἄλλοις γένεσιν τοῦ ὄντος ὑποκειμένην, οἷον τόνδε τὸν λίθον, τόδε τὸ ξύλον, τόνδε τὸν χρυσόν, τόδε τὸ πῦρ καὶ ἕκαστον τῶν τοιούτων. ταῦτα γὰρ καὶ τὰ τοιαῦτα πάντα οὐσίαι σύνθετοι. ἔστι γὰρ ἐν αὐτοῖς τὸ μέν τι ὑποκείμενον, ὃ ὕλην καλοῦμεν, δύναμιν ἔχον τοῦ εἶδός τι ἐν αὑτῷ δέχεσθαι, τὸ δὲ εἶδος, ὃ δεξάμενον τὸ ὑποκείμενον ἀδιάφορον ὂν πᾶσιν κατὰ τὴν αὑτοῦ φύσιν, ἐν οἷς ἐστι, διάφορόν τε γίνεται καὶ ἤδη τόδε τι, τὸ μὲν γὰρ ἄργυρος, τὸ δὲ χρυσός, τὸ δὲ πῦρ, τὸ δὲ ἄλλο τι.