πάντα γὰρ ταῦτα, ταὐτὸν ἀλλήλοις ὄντα κατὰ τὴν ὕλην τε καὶ τὸ ὑποκείμενον, κατὰ τὸ εἶδος ἔχει τὴν διαφοράν. ἀναλόγως γὰρ ὡς ἐπὶ τῶν κατὰ τέχνην γινομένων ἔχει, οὕτως 3 τις] post ι una lit. er. V 7 γνωριμωτάτην] ην in lit. V ἀγνοστοτάτην a 9 ἀναμφίλεκτον a: ἀναφίλεκτον V 14 ποιησαίμεθα om. a 17 τὰς V: τῆς a 23 αὐτῷ Va 24 fortasse ὂν ⟨ἐν⟩ πᾶσιν αὐτοῦ Va 28 γινομένων] post ο una lit. erasa V ἡγητέον ἔχειν καὶ ἐπὶ τῶν φυσικῶν οὐσιῶν· ὥσπερ γὰρ ἐπὶ τῆς τέχνη, τῆς ἀνδριαντοποιικῆς φέρε εἰπεῖν, ὁ μὲν χαλκὸς ὑπόκειται πᾶσι τοῖς ἐξ αὐτοῦ γινομένοις ὑπὸ τοῦ τεχνίτου, τὰ δὲ κατὰ τὴν τέχνην εἴδη γινόμενα ἐν αὐτῷ τῆς τε διαφορᾶς αἴτια καὶ τοῦ τόδε τι εἶναι ἕκαστον αὐτῶν, τὸν μὲν δισκεύοντα, τὸν δὲ διαδούμενον, καὶ ἔστιν ἕκαστον αὐτῶν σύνθετον ἔκ τε τοῦ χαλκοῦ καὶ τῆς τοιᾶσδε μορφῆς, οὕτως ἡγητέον ἔχειν καὶ ἐπὶ τῶν συνθέτων οὐσιῶν. καὶ γὰρ ἐν ταύταις, τὸ μέν ἐστιν ὑποκείμενον, τὸ δὲ εἶδος, καθ᾿ ὃ καὶ ἕκαστον αὐτῶν ἐστι τόδε τι, τὸ μὲν ὕδωρ, τὸ δὲ ἀήρ, τὸ δὲ ἄλλο τι | μένης τῆς ψυχῆς ἐν τῇ πρὸς τὸ σῶμα μίξει τὸ ζῷον γίνεται. 142v εἰ δὲ κατὰ μηδέτερον τῶνδε τῶν τρόπων τὸ ζῷον οὐσία σύνθετος, κατὰ τὸν τρίτον λείπεται ἄρα.