<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0732.tlg010.1st1K-grc1"><div type="textpart" subtype="work" n="1"><div type="textpart" subtype="paragraph" n="29"><p>Εἰ δὲ ὅ τε νοῦς καὶ ἡ κατὰ τοῦτον ἐνέργεια λήψει τῶν νοητῶν εἰδῶν <lb n="45"/> χωρὶς ὕλης καὶ ὁμοιώσει τῇ πρὸς αὐτά γίνεται (γίνεται δὲ
                            καὶ ἡ κατ᾿ ἐνέργειαν αἴσθησις καὶ αὐτὴ κατὰ λῆψιν τῶν αἰσθητῶν εἰδῶν καὶ
                            ὁμοίωσιν <lb n="10"/> τὴν πρὸς αὐτά, ὡς δέδεικται), εἴη ἂν ἡ ψυχὴ τὰ
                            ὄντα πως πάντα, εἴ γε πάντα μὲν τὰ ὄντα διῄρηται εἴς τε αἰσθητὰ καὶ
                            νοητά, ἔστι δὲ ἑκάστῳ <lb n="50"/> τῶν ὄντων κατὰ τὸ εἶδος τὸ εἶναι, ὁ
                            δὲ νοῦς καὶ ἡ αἴσθησις πάντων τῶν εἰδῶν εἰσιν δεκτικά, ὁ μὲν τῶν νοητῶν,
                            ἡ δὲ τῶν αἰσθητῶν. εἰ μὲν οὖν μεθ᾿ ὕλης ἐδέχετο ἡ ψυχὴ τὰ εἴδη, ἁπλῶς ἂν
                            ἐγίνετο πάντα τὰ ὄντα, <lb n="15"/> ἐπεὶ δὲ οὐ μεθ᾿ ὕλης, ἀλλὰ ἄνευ
                            ταύτης, τὰ δὲ πράγματα σὺν ταύτῃ τὸ εἶναι ἔχει πως, ἔσται ἡ αὐτὴ πᾶσιν
                            τοῖς οὖσιν οὐχ ἁπλῶς· καθόσον γὰρ τὰ εἴδη δέχεται αὐτῶν, ταῦτα δέ πώς
                            ἐστι τὰ πράγματα τῷ κατὰ ταῦτα αὐτοῖς εἶναι μάλιστα τὸ εἶναι. οὐχ ὡς
                            ἀθρόων δὲ τῶν πραγμάτων τῆς <lb n="55"/> ψυχῆς οὔσης, ἀλλὰ κατὰ μέρος
                            ὁμοιοῦσθαι αὐτῶν ἑκάστῳ δυναμένης, <note type="marginal">140r</note>
                            <lb n="20"/> οὕτως ἡ ψυχὴ τὰ ὄντα πως πάντα ἐστί τε καὶ γίνεται·
                            ἑκάστοτε μὲν γάρ, οὗ αἰσθάνεται καὶ ὃ νοεῖ, ἐκεῖνό πως γίνεται, τῷ δὲ
                            ἄλλοτε ἄλλα ταῦτα εἶναι καὶ δύνασθαι πᾶν τὸ ὂν ἢ νοηθῆναι ἢ ὑπὸ αἴσθησιν
                            πεσεῖν, τούτῳ πάντα γίνεται. λέγοιτο δ᾿ ἂν οὐ περὶ πάσης ψυχῆς ταῦτα,
                            ἀλλὰ τῆς τελεῖου λείου, ἥτις πρὸς τῇ αἰσθήσει καὶ τὸν νοῦν ἔχει. οἱ μὲν
                            οὖν ἀρχαῖοι τὴν <lb n="25"/> ψυχὴν πάντα ἔλεγον εἶναι τὰ πράγματα τῷ
                            ποιεῖν αὐτὴν ἐκ τῶν ἀρχῶν, ἐξ ὧν καὶ τὰ ὄντα πάντα αὐτοῖς ἦν, τὰ δὲ νῦν
                            εἰρημένα περὶ ψυχῆς <note type="footnote">5—6 διὸ—καὶ τοιοῦτον om. 7 ὅ
                                τε—ἐνέργεια] der Intellect in actu 14 ἁπλῶς] schlechtweg 15—20 τὰ δὲ
                                πράγματα—τε καὶ γίνεται] die Existenz der Dinge aber in irgend einer
                                Weise mit der Hyle ist, so ergiebt sich, dass die Seele nicht alle
                                Dinge schlechtweg ist, sondern insofern sie deren Formen aufnimmt,
                                und die Formen von irgend einer Seite die Gegenstände selbst sind,
                                ich meine, dass durch die Formen insbesondere sie sind, was sie
                                sind; und wenn [auch?] die Seele nicht alle Gegenstände überhaupt
                                aufnimmt, aber im Stande ist, dass sie sich richte nach (ausdehne
                                über) jedem einzelnen Teil davon: so ist die Seele in dieser Weise
                                alle vorhandenen Dinge und wird alle vorhandenen Dinge 22—23 τούτῳ
                                πάντα γίνεται] so wird sie auf diese Weise alle Dinge 26 ἦν] addit:
                                nach ihrer Ansicht</note>
                            <note type="footnote">1 ὅτι γωριστός τε—γινόμενος ἐν ἡμῖν ut lemma
                                marginale delevi 2 οὐχ ἡ V: οὐ Ka 4 τοῦτο νοεῖ Ka διὰ τὸ] fortasse
                                ἀλλὰ τὸ cf. int. hebr. 5 τότε] fortasse τοιοῦτον cf. int. hebr. ipsa
                                cogitatio non est aeterna, sed id, quod cogitatur tale (i. e.
                                aeternum) est αὐτοῖς VKa μέλει ex. Vict: μέλλει VKa 7 „ὅτι ἡ ψυχὴ τὰ
                                ὄντα πώς ἐστιν πάντα“. εἰ δὲ Va 8 γίνεται γίνεται m2, γίνεται m1 V:
                                γίνεται Ka 10 ὡς δέδεικται] 38, 20 14 ἁπλῶς γρ. m2 in mg. ἄλλως m1
                                V: ἄλλως Ka 16 πῶς m1, ᾖ΄ (sic) ὡδίπως in mg. m² V: πῶς Ka οὐ ἁπλως
                                a γὰρ] i. e. λέγω cf. Ind. 17 ἐστι m2 supra lineam, εἶναι m1 V: ἐστι
                                Ka 20 — 23 ἑκάστοτε usque ad πάντα γίνεται om. Ka 22 ἢ νοηθῆναι ἢ
                                scripsi: ἠ νοηθῆναι ἠ V</note>
                            <pb n="92"/> ἔδειξεν οὐχ οὕτως αὐτὴν οὖσαν τὴν αὐτήν, τῷ ἐκ τῶν αὐτῶν
                            αὐτοῖς ἀρχῶν <lb n="5"/> γεγονέναι. οὕτως μὲν γὰρ οὐχ ἡ ψυχὴ μόνη πᾶσιν
                            τοῖς οὖσιν ἡ αὐτή, ἀλλὰ καὶ εἴ τι ἄλλο σύνθετον ὂν ἐκ πασῶν τῶν ἀρχῶν
                            συνέστηκεν. ἔτι τε ἀναγκαῖον οὕτως μέγεθός τι αὐτὴν εἶναι καὶ σῶμα, πρὸς
                            δὲ τούτοις μηδὲ <lb n="5"/> δύνασθαί τινι τῶν ὄντων οὕτως αὐτὴν εἶναι
                            τὴν αὐτήν (εἴ γε ἐν τῇ ποιᾷ μὲν συνθέσει τε καὶ μίξει τῶν ἀρχῶν ἡ
                            ἑκάστου τῶν πραγμάτων οὐσία), ἐπεὶ τῷ γε ἐκ τῶν αὐτῶν ἀρχῶν εἶναι πάντα
                            ἂν ἦν ταὐτὰ ἀλλήλοις, μηδενὸς δὲ τῶν ἑτέρων τῆς ψυχῆς δύνασθαι εἶναι τὴν
                            κρᾶσιν τε καὶ μῖξιν <lb n="10"/> ἐν τῇ ψυχῇ. ἦν γὰρ ἂν ἐκεῖνο, ἀλλ᾿ οὐ
                            ψυχή. ἀλλ᾿ ἔστιν ἡ ψυχὴ τοῖς <lb n="10"/> οὕσιν οὕτως ἡ αὐτή τῷ δύναμις
                            εἶναι τῶν εἰδῶν αὐτῶν ληπτικὴ κατά τε τὸ νοεῖν καὶ τὸ αἰσθάνεσθαι. ἐν
                            τούτῳ γὰρ τῇ τοιαύτῃ ψυχῇ τὸ εἶναι.</p></div></div></div></body></text></TEI>