Τὰ μὲν οὖν τῶν συνθέτων τὸ τί ἦν εἶναί τε καὶ τὰ τούτων εἴδη ὁ νοῦς αὑτῷ νοητὰ ποιεῖ χωρίζων αὐτὰ τῶν σὺν οἷς αὐτοῖς τὸ εἶναι. εἰ δέ τινά ἐστιν εἴδη, ὡς τὰ καθ᾿ αὑτά, χωρὶς ὕλης τε καὶ ὑποκειμένου τινός, ταῦτα κυρίως ἐστὶ νοητά, ἐν τῇ οἰκείᾳ φύσει τὸ εἶναι τοιαῦτα ἔχοντα, ἀλλ᾿ οὐ παρὰ τῆς τοῦ νοοῦντος αὐτὰ βοηθείας λαμβάνοντα. τὰ δὲ τῇ οὑτῶν φύσει νοητὰ κατ᾿ ἐνέργειαν νοητά, δυνάμει γὰρ νοητὰ τὰ ἔνυλα. ἀλλὰ μὴν 1 κατ᾿ ἐνέργειαν om. 2 λέγεται] man kann sagen 5 τὸ εἶδος] die Formen 9 κατὰ] wegen 24 τὰ μὲν—τούτων εἴδη] Die Qualitäten der zusammengesetzten Dinge und ihre Formen 26 ὡς—αὑτά] welche für sich bestehen 27—28 ταῦτα —λαμβάνοντα] so sind diese allein im wahren Sinne intelligible ihrer Natur nach, welche sie specificirt, nicht insofern sie dies sich aneignen durch eine Hülfe, welche sie begreift (intelligent macht) 29 νοητά] in der Seele begriffen 29—88,1 ἀλλὰ μὴν—ἐνέργειαν νῷ] in dem Intellectuellen in actu ist das Begriffene und Begreifende ein und dasselbe Ding 1 τῷ τόδε εἶναι Ka ὡς κτλ.] 83, 7 2 αὐτῆς Ka 5 καὶ τὰ αἰσθητὰ Ka 7 εἴδους ἄλλος Ka 8 τῷ εἶναι K 11 δκ K 15 οὐδὲ τοῦδε Ka 17 ὁμοειδὴ a 20 καὶ τῷ τῷδε Ka 21 μόνον Ka 24 „περὶ τοῦ κατ᾿ ἐνέργειαν νοητοῦ καὶ νοῦ καὶ τοῦ ἀΰλου εἴδους“. τὰ μὲν Va τὰ μὲν οὖν κτλ.] cf. p. 4, 4 25 αὑτῷ scripsi: αὐτῳ V: αὐτῶν Ka 28 τῷ νοοῦντος Ka αὐτῶν VKa 29 μὴν τῷ Ka τὸ κατ᾿ ἐνέργειαν νοητὸν ταὐτὸν τῷ κατ᾿ ἐνέργειαν νῷ, εἴ γε ταὐτὸν τὸ νοούμενον τῷ νοοῦντι. τὸ ἄρα ἄυλον εἶδος νοῦς ὁ κυρίως τε καὶ κατ᾿ ἐνέργειαν. καὶ ὁ νοῶν ἄρα τοῦτο νοῦν νοεῖ οὐ γινόμενον νοῦν ὅτε νοεῖται, ὡς ἐπὶ τῶν ἐνύλων εἰδῶν ἔχει, ἀλλὰ ὄντα νοῦν καὶ χωρὶς τοῦ ὑπὸ τοῦ νοῦ νοεῖσθαι. εἰ δὴ ὁ νοῶν νοῦς ἐν τῷ νοεῖν ὃ νοεῖ γίνεται, καὶ ὁ ἐν ἡμῖν νοῦς, οὗτος δέ ἐστιν ὁ καθ᾿ ἕξιν, ὅταν ταῦτα τὰ εἴδη νοῇ, ὁ αὐτὸς ἐκείνοις τότε γίνεται· ὁποῖα γάρ ἐστι κατὰ τὴν οἰκείαν ὑπόστασιν καὶ χωρὶς τοῦ νοεῖσθαι (ἁπλᾶ γὰρ τοιαῦτα), καὶ ἐν τῷ νοοῦντι αὐτὰ γίνεται. ὥσθ᾿ ὁ ταῦτα νοῶν νοῦς ὁ αὐτὸς αὐτοῖς, ὅτε νοεῖ, γίνεται. νοῦς δὴ ἐπὶ τούτων τό τε νοούμενον καὶ τὸ νοοῦν, καὶ ἄμφω τότε ταὐτό. ὅταν δέ γε τῶν ἐνύλων τι εἰδῶν νοῇ καὶ τὸ τί ἦν εἶναι ἐνύλου τινὸς λαμβάνῃ, οὐκέθ᾿ ὁ αὐτὸς πάντῃ γίνεται τῷ νοουμένῳ πράγματι, ὅτι τὸ μὲν νοούμενον ὑπ᾿ αὐτοῦ ἐπὶ ὕλῃ τινὶ τὸ εἶναι ἔχει, ὁ δ᾿ αὐτὸ ὡς κεχωρισμένον ὕλης λαμβάνει. διὸ τὸ τοιοῦτον εἶδος νοούμενον μὲν νοῦς ἐστι καὶ αὐτό, ἔξω δὲ τοῦ νοεῖσθαι γενόμενον οὐκέτι. ἔτι ὁ μὲν νοῦς χωρὶς ὕλης εἶδός τι, τὸ δὲ ἐν ὕλῃ τὸ εἶναι ἔχει. |