p. 31a 18 ’Ev δὲ τῷ τελευταίῳ σχήματι καθόλου μὲν ὄντων 47v ὅρων πρὸς τὸ μέσον καὶ κατηγορικῶν ἀμφοτέρων. Μεταβέβηκεν ἐπὶ τὸ τρίτον σχῆμα καὶ δείκνυσι καὶ ἐν τούτῳ, πότε μὲν ἀναγκαῖον γίνεται τὸ συμπέρασμα τῆς μὲν ἑτέρας ἀναγκαίας οὔσης προτάσεως τῆς δ’ ἑτέρας ὑπαρχούσης, πότε δὲ ὑπάρχον. καὶ ἐν τούτῳ δὴ κατὰ τὴν ἐπὶ τὸ πρῶτον σχῆμα ἀναγωγὴν διὰ τῆς ἀντιστροφῆς τό τε ἀναγκαῖον καὶ ὑπάρχον δείκνυται συμπέρασμα· ἄν μὲν γὰρ ᾖ κειμένη ἀναγκαία ἐν τῷ τρίτῳ σχήματι αὕτη, ἥτις ἀναχθείσης τῆς συζυγίας διὰ τῆς ἀντιστροφῆς εἰς τὸ πρῶτον σχῆμα μείζων ἐστὶν ἐν ἐκείνῳ, ἔσται ἀναγκαῖον τὸ συμπέρασμα, ἄν δὲ ἐλάττων, ὑπάρχον. καταφατικῶν μὲν οὖν ἀμφοτέρων οὐσῶν καθόλου, ὁποτέρα ἀναγκαία ἄν ληφθῇ, ἀναγκαῖον ἔσται 3 οὐδενὶ τῷ δ a ἐπεί aM: ἐπί Β 4 ὑπάρξει a 5 ἀναγκαῖον μὴ γινόμενον M ἁ 8 ἀναγκαίας aB: ἀν΄ M ὑπάρχοντος M 9 κατ’ a: τὸν Β: ὁρατὸν M post ὑαλῆς add. τινὸς a 12 εἰρημένα a 13 γίνεσθαι a τὸ om. M 14 ὑπάρχον ante εἶναι transpouit Β 15 εὑρίσκεται ἐπὶ τῆς ὕλης M ἄν aB: εἰ M αἱ δύο χ΄ om. M 19 τινὶ λευκῷ ἐξ ἀνάγκης a ὕπαρ M 21 Μίξις ὑπάρχοντός τε καὶ ἀναγκαίου ἐν τρίτῳ σχήματι superscr. a: σχῆμα in mg. Β 23 ποτὲ aB; item vs. 25 24 οὔσης ἀναγκαίας M 27 ante συμπέρασμα add. τὸ M μὲν om. M 28 τῷ om a αὐτὴ a 29 τὸ om. M ἐστὶν aB: γίνεται M 29. 30 ἀναγκαῖον ἔσται M 30 ἐλάσσων M οὖν om. a 31 anto καθόλου add. τῶν a καθόλου om. M ἄν ἀναγκαία a τὸ συμπέρασμα. τηρήσαντες γὰρ τὴν καθόλου καταφατικὴν ἀναγκαίαν καὶ 47v ἀντιστρέψαντες τὴν ἑτέραν τὴν ὑπάρχουσαν καὶ ποιήσαντες ἐπὶ μέρους ὑπάρχουσαν ἐν πρώτῳ σχήματι ἕξομεν τὴν μείζονα καθόλου καταφατικὴν ἀναγκαίαν τὴν δὲ ἐλάττονα ἐπὶ μέρους καταφατικὴν ὑπάρχουσαν· οὔσης δὲ τοιαύτης συζυγίας ἀναγκαῖον τὸ συμπέρασμα. εἰ γὰρ εἴη τὸ μὲν Α παντὶ τῷ Γ ἐξ ἀνάγκης ὑπάρχον, τὸ δὲ Β παντὶ τῷ Γ ὑπαρχόντως, ἄν ἀντιστρέψωμεν τὴν Β Γ, ἔσται τὸ Γ τινὶ τῷ Β ὑπάρχον· κεῖται δὲ καὶ τὸ A παντὶ τῷ Γ ἐξ ἀνάγκης· ἐξ ὧν συναχθήσεται τὸ τὸ Α τινὶ τῷ Β ἐξ ἀνάγκης. τὸ δὲ τὸ γὰρ Β ὑπὸ τὸ Γ ἐστὶ δεικτικὸν προσέθηκε τοῦ τὸ πρῶτον γίνεσθαι σχῆμα καὶ ἐλάττονα εἶναι ἐν αὐτῷ τὴν Γ Β διὰ τὸ παντὶ τῷ Γ ἐξ ἀνάγκης τὸ Α ὑπάρχον ὑπάρξειν καὶ τῷ Β. ἀλλὰ κἀν ἀνάπαλιν τὸ μὲν Β ληφθῇ παντὶ τῷ Γ ἐξ ἀνάγκης, τὸ δὲ Α παντὶ τῷ Γ ὑπάρχῃ, ἀναγκαῖον ἔσται τὸ συμπέρασμα. ἀντιστρέψομεν γὰρ τὴν Α Γ τὴν ὑπάρχουσαν, καὶ ἔσται τὸ Γ τινὶ τῷ Α ὑπάρχον· ἔκειτο δὲ καὶ τὸ Β παντὶ τῷ Γ ἐξ ἀνάγκης· ἐξ ὧν συναχθήσεται τὸ Β τινὶ τῷ Α ἐξ ἀνάγκης. καὶ ἐπεὶ ἀντιστρέφει τὸ ἐπὶ μέρους καταφατικὸν ἀναγκαῖον, καὶ τὸ Α τινὶ τῷ Β ἐξ ἀνάγκης ὑπάρξει· ἔδει γὰρ τοῦτον εἶναι κατηγορούμενον ἐν τῷ συμπεράσματι, ἐπεὶ ἔκειτο αὐτὸς ὁ μείζων εἶναι· διὸ ἐδεήθημεν ἐπὶ τῆς συμπλοκῆς τῆς τοιαύτης ἀντιστρέψαι καὶ τὸ συμπέρασμα. αὐτὸς μέντοι τὸ ἀντιστρέψαι τὸ συμπέρασμα παρέλιπεν ἴσως ὡς ὂν σαφές· μόνον δὲ ἔδειξεν, ὅτι τὸ B καὶ τῷ Α τινὶ ἐξ ἀνάγκης ὑπάρξει, ἐπεὶ παντὶ τῷ Γ ἔκειτο ἐξ ἀνάγκης ὑπάρχειν. δεῖ δὲ πάλιν, ὡς εἶπον, καὶ τὸ Β Α ἀντιστρέψαι, ἵνα ἡ δεῖξις μὴ ἄλλου τινὸς ἀλλὰ τοῦ προκειμένου ᾖ· τὸ γὰρ Α μείζων ὅρος κεῖται· τοῦτον οὖν ἐν τῷ συμπεράσματι δεῖ κατηγορούμενον εἶναι. p. 31a 34 Πάλιν ἔστω τὸ μὲν ΑΓ στερητικόν, τὸ δὲ ΒΓ καταφα- τικόν, ἀναγκαῖον δὲ τὸ στερητικόν. Δείκνυσιν, ὅτι καὶ ἐν τῇ συζυγίᾳ τῇ ἐκ καθόλου ἀποφατικῆς τῆς μείζονος ἀναγκαίας καὶ καθόλου καταφατικῆς ὑπαρχούσης τῆς ἐλάττονος γίνεται ἀναγκαῖον τὸ συμπέρασμα τῷ ἀντιστραφείσης τῆς καταφατικῆς τὸ πρῶτον γίνεσθαι σχῆμα ἔχον τὴν μείζονα καθόλου ἀποφατικὴν ἀναγκαίαν. 1 τὴν aut om. aut evan. M 2 ποιήσαντες] ἁ corr. ex ὁ, ut videtur, B 4 δὲ ἐλάττονα evan. M 5 ante τοιαύτης add. τῆς a 6 ὑπάρχον ἐξ ἀνάγκης M p τῷ γ παντὶ a 7 τὴν aB: τὸ M ὑπάρχον aB: ὑπαρχόντως M 8 τὸ alterum (post συναχθήσεται) om. a 9 ἐστὶ om. M προσέθηκε ... σχῆμα (10) vix legi possunt in M 10 ἐλάττονα aB: ἐλάβομεν M (??) (??) a: (??) (??) BM τὸ BM: τοῦτο a 11 ὑπάρχειν τὸ ἁ M ὑπάρξειν scripsi: ὑπάρξει aB: ὑπάρξαι M τὸ p M 12 ἀν[άγκης τὸ] unc. incl. perierunt in M 13 ὑπαρχόντως M ἀντιστρέψωμεν a 16 ἀντιστρέφει post ἀναγκαῖον transponit a 17 ὑπάρξαι M 18 εἶναι χ΄ om. a ἐδεήθη μὲν libri ἐπὶ om. M 20 παρέλειψεν M 21 ὑπάρ M γ inras. Β1 22 ὑπάρχον M ᾱ Μ: om. aB 28 ἀναγκαίας om. a καθόλου periit in M καταφατικῆς corr. ex ἀποφατικῆς Β1 29 ἀναγκαῖον γίνεται aM τῷ all: τὸ B 30 γίνεσθαι M: γίνεται aB τὸ γὰρ Α μηδενὶ ἐξ ἀνάγκης ·τῷ Γ ὑπαρχέτω, τὸ Β παντὶ ὑπαρχέτω 47v τῷ Γ· ἀντιστραφείσης δὴ τῆς Β Γ γίνεται | τὸ Γ τινὶ τῷ Β ὑπάρχον· 48r ἔκειτο δὲ καὶ τὸ Α μηδενὶ τῷ Γ ἐξ ἀνάγκης· τὸ ἄρα Α τινὶ τῷ Β ἐξ ἀνάγκης οὐχ ὑπάρξει. εἰ δὲ τὸ Α Γ τὸ στερητικὸν οὐκ ἀναγκαῖον τὸ δὲ Β Γ τὸ καταφατικὸν καθόλου τε καὶ ἀναγκαῖον, οὐκ ἔσται τὸ συμπέρασμα ἀναγκαῖον τῷ ἀντιστρέφεσθαι μὲν τὴν Β Γ τὴν ἀναγκαίαν καταφατικὴν ἀντιστραφείσης δ’ αὐτῆς καὶ γινομένης ἐπὶ μέρους καταφατικῆς ἀναγκαίας γίνεσθαι ἐν πρώτῳ σχήματι συζυγίαν ἔχουσαν τὴν ἐλάττονα μὲν ἀναγκαίαν τὴν μείζονα δὲ ὑπάρχουσαν. ἕξει γὰρ οὕτως· τὸ A οὐδενὶ τῷ Γ ὑπάρχει, τὸ Γ τινὶ τῷ Β <ὑπάρχει ἐξ ἀνάγκης, καὶ τὸ Α τινὶ τῷ Β οὐχ> ὑπάρξει Δείξας δὲ διὰ τῆς ἀντιστροφῆς, ὅτι μὴ γίνεται ἀναγκαῖον τὸ συμπέρασμα τῷ ἐν πρώτῳ σχήματι τὴν ἐλάττονα γίνεσθαι ἀναγκαίαν παρατίθεται καὶ ὅρους, δι’ ὧν καὶ αὐτῶν δείκνυσι μὴ γινόμενον ἀναγκαῖον τὸ συμπέρασμα. οἱ δὲ ὅροι, οὓς λαμβάνει, ἐπὶ μὲν τοῦ Α ἀγαθόν, ἐπὶ δὲ τοῦ Β ζῷον, ἐπὶ δὲ τοῦ Γ ἵππος. τὸ δὴ ἀγαθὸν οὐδενὶ ἵππῳ, τὸ ζῷον παντὶ ἵππῳ ἐξ ἀνάγκης· τὸ ἀγαθὸν ἄρα τινὶ μὲν ζῴῳ οὐχ ὑπάρξει, οὐ μὴν ἐξ ἀνάγκης. βουλόμενος δὲ δεῖξαι, ὅτι τὴν ἀποφατικὴν ὑπάρχουσαν εἴληφε καὶ οὐκ ἀναγκαίαν, εἶπε τὸ μὲν οὖν ἀγαθὸν ἐνδέχεται μηδενὶ ἵππῳ ὑπάρχειν, δεικνύς, ὅτι ἐνδεχομένως αὐτῷ οὐχ ὑπάρχει, ἀλλ’ οὐκ ἐξ ἀνάγκης· οὐ γὰρ ἐνδεχομένην λαμβάνει, ἀλλ’ ἔστιν αὐτῷ τοῦ μὴ ἀναγκαίου δεικτικὸν τὸ ἐνδέχεσθαι τὸ ἀγαθὸν μηδενὶ ἵππῳ καὶ τὸ ἀλλ’ οὐκ ἀνάγκη ζῷον τι μὴ εἶναι ἀγαθόν, ὃ ἴσον ἐστὶ τῷ ‘τὸ ἀγαθὸν τινὶ ζῴῳ οὐχ ὑπάρξει, οὐ μὴν ἐξ ἀνάγκης οὐχ ὑπάρχει᾿. ὃ ὅπως ἄν εἴη ὑγιές, δεικνὺς προσέθηκε τὸ εἴπερ ἐνδέχεται πᾶν εἶναι ἀγαθόν· τότε γὰρ ὑπαρχόντως τινὶ οὐχ ὑπάρξει ζῴῳ τὸ ἀγαθόν, ὅταν καὶ παντὶ αὐτῷ ἐνδέχηται ὑπάρχειν. ἐπεὶ δὲ δοκεῖ μὴ πᾶν ζῷον ἐπιδεκτικὸν εἶναι τοῦ ἀγαθοῦ, μεταληπτέον φησὶ τὸν ὅρον καὶ θετέον ἀντὶ τοῦ ἀγαθοῦ ἢ τὸ ἐγρηγορέναι ἢ τὸ καθεύδειν μηδενὶ ἵππῳ ὑπαρχόντως· ζῷον δὲ ἐξ ἀνάγκης παντὶ ἵππῳ· γίνεται γὰρ ἢ τὸ ἐγρηγορέναι ἢ τὸ καθεύδειν τινὶ μὴ ὑπάρχον ζῴῳ, οὐ μὴν ἐξ ἀνάγκης. ὃ δεικνὺς προσέθηκε τὸ ἅπαν γὰρ ζῷον δεκτικὸν τούτων. εἰ γὰρ δεκτικὸν ἅπαν, οὐδὲν ἔσται ζῷον, ᾧ ἐξ ἀνάγκης οὐχ ὑπάρχει τὸ ἐγρηγορέναι ἢ τὸ κοιμᾶσθαι. Εἰπὼν δὲ περὶ τῶν μίξεων τῶν ἐξ ἀμφοτέρων τῶν προτάσεων καθόλου 1 τῷ γ μηδενὶ ἐξ ἀνάγκης a ὑπάρχει (post γ) M ante β add. δὲ M ὑπαρχόντως (post παντὶ) M 2 τῷ p τινὶ τὸ γ a ὑπάρ Μ 4 ᾱ γ ... τὸ δὲ om. a: τὸ στερητικὸν οὐκ ἀναγκαῖον om. B 6 καταφατικὴν ἀναγκαίαν a 7 γενομένης a 9 ὑπάρχει aB: ὑπάρχον M 10 ὑπάρχει .... οὐχ a: om. BM ὑπάρξει BM: ὑπάρχει a 12 γίνεσθαι aB: εἶναι M 13 καὶ (ante ὅρους) om. a τὸ συμπέρασμα ἀναγκαῖον a 15 ἵππος a: ἵππον BM ante ζῷον addidi τὸ, quod ante ζῷον vs. 14 habent BM post ζῷον add. δὲ a 16 ἄρα M: δὴ aB οὐχ ὑπάρξει om. M 17 ὅτι om. a 19 ἐνδεχομένης a 20 δεικτικοῦ a 23 προστέθεικε M 24. 25 οὐχ ὑπάρξει 0111. M 26 μὲν pro μὴ M, Β pr. 28 μηδενὶ . . . καθεύδειν (29) om. M 31 ἐστι M ἑξῆς λέγει καὶ περὶ τῶν τὴν ἑτέραν ἐχουσῶν ἐπὶ μέρους. ὅταν δὲ ἡ μὲν 48r καθόλου τῶν προτάσεων ᾖ ἡ δὲ ἐν μέρει, ἀμφοτέρων οὐσῶν καταφατικῶν, εἰ ἡ καθόλου ἡ ἀναγκαία, ἀναγκαῖον ἔσται τὸ συμπέρασμα· ἀντιστραφείσης γὰρ τῆς ἐπὶ μέρους καταφατικῆς ὑπαρχούσης γίνεται πάλιν τὸ πρῶτον σχῆμα ἔχον τὴν μείζονα ἀναγκαίαν. καὶ πρῶτον μὲν τοῦτο δείκνυσι τὴν ἐλάττονα καθόλου καταφατικὴν ἀναγκαίαν λαβὼν τὴν δὲ μείζονα ἐπὶ μέρους καταφατικὴν ὑπάρχουσαν. λαμβάνει γὰρ τὸ μὲν Α τινὶ τῷ Γ ὑπάρχον τὸ δὲ Β παντὶ τῷ Γ ἐξ ἀνάγκης ὑπάρχον· ἣν τηρήσας ἀντιστρέφει τὴν Α Γ, καὶ λαμβάνει τὸ Γ τινὶ τῷ Α ὑπάρχειν· τοῦτο γάρ ἐστι τὸ τὸ δὲ Α ὑπὸ τὸ Γ ἐστί· διὰ γὰρ τὴν ἀντιστροφήν· ἐξ ὧν ἐν τῇ τοῦ πρώτου σχήματος συμπλοκῇ τρίτῃ συνάγεται τὸ Β τινὶ τῷ Α ἐξ ἀνάγκης ὑπάρχειν. εἰ δὲ τὸ Β τῷ Α, καὶ τὸ Α τῷ Β· τοῦτο γὰρ ἔδει δειχθῆναι μείζονος ἄκρου τοῦ Α ὄντος. ἐδείχθη οὖν τὸ προκείμενον τῆς τε ἐπὶ μέρους καταφατικῆς ὑπαρχούσης ἀντιστραφείσης, ἥτις ἦν ἡ Α Γ, καὶ τοῦ Β Α συμπεράσματος ὄντος ἐπὶ μέρους ἀναγκαίου καταφατικοῦ. Ὁμοίως δέ φησιν ἀναγκαῖον ἔσεσθαι τὸ συμπέρασμα, κἄν ἡ μὲν μείζων καταφατικὴ καθόλου ἀναγκαία ληφθῇ ἡ δὲ ἐλάττων ἐπὶ μέρους καταφατικὴ ὑπάρχουσα· πάλιν γὰρ ταύτης ἀντιστραφείσης γίνεται ἐν πρώτῳ σχήματι ἡ μείζων καθόλου καταφατικὴ ἀναγκαία, διὸ καὶ ἐπὶ μέρους καταφατικὸν ἀναγκαῖον γίνεται πάλιν τὸ συμπέρασμα. πλὴν ἐπὶ μὲν τῆς πρὸ ταύτης συμπλοκῆς καὶ τὸ συμπέρασμα ἐδέησεν ἀντιστρέψαι, | ἐπὶ δὲ ταύτης ἐχούσης 48v τὴν μείζονα καθόλου καταφατικὴν ἀναγκαίαν τὴν ἐλάττονα πρότασιν μόνην ἀντιστρέφομεν. ταχέως δὲ ἐδήλωσε τὴν αἰτίαν τοῦ γίνεσθαι ἀναγκαῖον τὸ συμπέρασμα εἰπὼν τὸ γὰρ Β ὑπὸ τὸ Γ ἐστί, δι’ οὗ καὶ τὴν ἀντιστροφὴν ἔδειξε τῆς ἐλάττονος προτάσεως τῆς Β Γ οὕσης καταφατικῆς ἐν μέρει. Ἂν δὲ ἡ ἐπὶ μέρους πρότασις ἀναγκαία ληφθῇ, οὐκέτι γίνεται τὸ συμπέρασμα ἀναγκαῖον τῷ γίνεσθαι οὕτως τὴν ἐλάττονα πρότασιν ἐν τῷ πρώτῳ σχήματι ἀναγκαίαν, ἧς οὔσης τοιαύτης τῆς δὲ μείζονος ὑπαρχούσης ὑπάρχον ἐγίνετο τὸ συμπέρασμα. ἔστω γὰρ τὸ μὲν Β τινὶ τῷ Γ ὑπάρχον ἐξ ἀνάγκης, τὸ δὲ Α παντὶ τῷ Γ ὑπάρχον· ἄν δὴ ἀντιστρέψωμεν τὴν Β Γ τηρήσαντες τὴν Α Γ τὴν καθόλου ὑπάρχουσαν οὐ γὰρ οἷόν τε ἄλλως), γίνεται τὸ Α τῷ Γ παντί, τὸ δὲ Γ τινὶ τῷ Β ἐξ ἀνάγκης· οὕτως δὲ ἐχουσῶν οὐκ ἐγίνετο ἐν τῷ πρώτῳ σχήματι ἀναγκαῖον τὸ συμπέρασμα. ὅτι δὲ μὴ ἀναγκαῖον γίνεται τὸ συμπέρασμα, δείκνυσι καὶ τῇ τῶν ὅρων 1 ἐπὶ μέρους ἐχουσῶν a 2 ἡ δὲ . . . συμπέρασμα (3) om. M 3 εἰ ἡ B2 corr.: ἢ Β pr.: ἄν ἡ a ἡ (post καθόλου) correxi: ᾖ libri 4 ἐπὶ μέρους aB: μερικῆς M 5 ἀναγκαίαν τὴν μείζονα M 7 ὑπάρχον aB: ὑπάρ M; item vs. sq. 9 ὑπάρχον a: ὑπάρ Μ ᾱ δὲ M 10 τὴν ἀντιστροφὴν aB: ἀντιστροφῆς M 11 τρίτῃ συμπλοκῇ a 11 et 12 pro ᾱ, quod habet a, γ BM ὑπάρχει 12 τῷ p aB: τῷ ᾱ M 14 ἡ om. M β ᾱ scripsi: β γ libri συμπέρασμα a 15 ὄντος om. M 16 μείζων μὲν a 17 ἀναγκαία ex ἀνάγκαιν corr. B1 19 καθόλου om. M post καθόλου add. τε Β 21 ἐπὶ aM: ἐπεὶ Β 22 μόνην πρότασιν M 25 β γ scripsi: ᾱ γ libri ἐπὶ μέρους M 29. 30 ἐξ ἀνάγκης ὑπάρχον M 30 ὑπάρ Μ 31 ᾱ γ aB: ᾱ β M 32 δὲ prius om. a παραθέσει. λαμβάνει γὰρ ἐπὶ μὲν τοῦ Α ἐγρήγορσιν, ἐπὶ δὲ τοῦ Β δίπουν, 48v ἐπὶ δὲ τοῦ Γ ζῷον· τὸ μὲν δίπουν τινὶ ζῴῳ ἐξ ἀνάγκης ὡς ἀνθρώπῳ, ἡ δὲ ἐγρήγορσις παντὶ ζῴῳ ὑπαρχόντως, καὶ ἐγρήγορσις τινὶ δίποδι, ἀλλ’ οὐκ ἐξ ἀνάγκης. πάλιν δὲ τὸ Α τῷ Γ ἐνδέχεται <εἶπε> δηλῶν τὸ παντὶ ὑπάρχειν, οὐ μὴν ἀναγκαίως. σημειωτέον δέ, ὅτι καὶ ἐνταῦθα χρῆται τῷ ἐνδέχεσθαι ἀντὶ τοῦ ὑπάρχειν, ὡς καὶ ἐπὶ τῆς τῶν ἀναγκαίων προτάσεων ἀντιστροφῆς. τόδε οὐ γὰρ ἀνάγκη δίπουν τι μὴ καθεύδειν δεικτικὸν ἂν εἴη τοῦ τὴν ἐγρήγορσιν ἐνδέχεσθαι τινὶ ζῴῳ ὡς καὶ ἐνδέχεσθαι μηδενί· εἰ γὰρ ἐξ ἀνάγκης τι ζῷον ἐκάθευδεν, οὐκ ἄν ἐγρήγορσις τῷ ζῴῳ παντὶ ἐνδεχομένως ὑπῆρχεν. δύναται τὸ οὐ γὰρ ἀνάγκη δίπουν τι μὴ καθεύδειν δεικτικὸν εἶναι τοῦ τὴν ἐγρήγορσιν ἐνδέχεσθαι τινὶ ζῴῳ ὡς καὶ ἐνδέχεσθαι μή. Διὰ δὲ τῶν αὐτῶν ὅρων φησὶ δειχθήσεσθαι μὴ γινόμενον ἀναγκαῖον τὸ συμπέρασμα, κἂν ἡ μὲν μείζων ἡ Α Γ ἐπὶ μέρους ἀναγκαία καταφατικὴ ληφθῇ ἡ δὲ Β Γ καθόλου καταφατικὴ ὑπάρχουσα. πλὴν δεήσει μεταθεῖναι τοὺς ὅρους καὶ ἀλλάξαι τὴν τάξιν αὐτῶν· ὁμοίως γὰρ αὐτῶν κειμένων οὐκ ἀληθεῖς αἱ προτάσεις. δεῖ οὖν θεῖναι ἐπὶ μὲν τοῦ Α δίπουν ἐπὶ δὲ τοῦ Β ἐγρήγορσιν· ἔσται γὰρ οὕτως τὸ δίπουν πάλιν τινὶ ζῴῳ ἐξ ἀνάγκης, ἐγρήγορσις παντὶ ζῴῳ ὑπαρχόντως, τὸ δίπουν τινὶ ἐγρηγορότι, οὐ μὴν ἐξ ἀνάγκης. οὐδὲν δὲ ἔλαττον ἔστι καὶ τοῦτο διὰ τῆς ἀντιστροφῆς τῆς ἐπὶ μέρους καταφατικῆς ἀναγκαίας ἀνάγοντας εἰς τὸ πρῶτον σχῆμα δεῖξαι τὴν ἐλάττονα πάλιν ἐν αὐτῷ γινομένην ἀναγκαίαν ἀντιστρεφομένου καὶ τοῦ συμπεράσματος. p. 31b 33 Εἰ δ’ ὁ μὲν κατηγορικὸς ὁ δὲ στερητικὸς τῶν ὅρων, ὅταν μὲν ᾖ τὸ καθόλου στερητικόν. Λέγει, ὅτι καὶ τῆς ἑτέρας στερητικῆς οὔσης τῆς δ’ ἑτέρας καταφατικῆς, ἄν μὲν ἡ στερητικὴ καθόλου ᾖ καὶ ἀναγκαία, ἀναγκαῖον καὶ τὸ συμπέρασμα· περὶ γὰρ τῶν τὴν ἑτέραν ἐχουσῶν ἐν μέρει ὁ λόγος αὐτῷ νῦν· ἄν δ’ ἡ καταφατικὴ ἀναγκαία, ὑπάρχον καὶ οὐκ ἀναγκαῖον. αἴτιον δὲ καὶ ἐν τούτοις, ὅτι ἡ στερητικὴ ὅταν ᾖ καθόλου, ἀντιστραφείσης τῆς καταφατικῆς αὕτη γίνεται ἡ μείζων πρότασις ἐν πρώτῳ σχήματι, ὥστε, ἄν ᾖ ἀναγκαία, ἀναγκαῖον καὶ τὸ συμπέρασμα. διὰ βραχέων δὲ εἶπε καὶ περὶ ὢ τῆς συμπλοκῆς ταύτης ὡς οὔσης τῆς μίξεως ἤδη γνωρίμου. μὴ οὔσης δὲ ταύτης ἀναγκαίας ἀλλὰ τῆς καταφατικῆς, ἥτις γίνεται ἐλάττων ἐν τῷ πρώτῳ σχήματι ἀναγκαία, <ὑπάρχον ἔσται>. εἰ γὰρ τὸ Α τῷ Γ μηδενὶ ἐνδέχεται, τοῦτ’ ἔστιν ἐξ ἀνάγκης μηδενί, τὸ δὲ Β τῷ Γ τινὶ ὑπάρχει, 4 sItie a: om. BM τὸ δὲ ᾱ Ar. ἀναγκαῖον Μ 7 οὐ BM et Ar.: οὐδὲ a μὴ om. Ar.; cf. vs. 10 9 εἰ add. Β2 οὐ Ar.: οὐδὲν Β: οὐδὲ aM; cf. vs. 7 11 τοῦ aM: τῷ Β τὴν om. M 16 τάξιν BM: πρότασιν a 18 οὕτω a 19 ante τὸ add. καὶ M 20 κα[ὶ τοῦτο] unc. iucl. perierunt in M 23 τῶν ὅρων . . . στερητικόν (24) om. a 26 post καθόλου add. τε a 27 ἐν μέρει aB: ἀποφατικὴν ἐν μίξει M 30 αὐτὴ a 32 post μίξεως add. ταύτης a 33 ἐλάττων γίνεται a 34 ὑπάρχον ἔσται a: om. BM τὸ δέ] ὁ δὲ periit in M ἀντιστραφήσεται μὲν ἡ Β Γ, καὶ ἔσται τὸ Γ τινὶ τῷ Β· μένει δὲ ἡ ΑΓ 48v μείζων οὖσα καθόλου ἀναγκαία ἀποφατική· διὸ συναχθήσεται τὸ Α τινὶ τῷ Β ἐξ ἀνάγκης μὴ ὑπάρχειν. ἂν δὲ γένηται τὸ καταφατικὸν ἀναγκαῖον ἢ καθόλου ὂν ἢ ἐν μέρει | ὡς εἶναι τὴν μὲν μείζονα ἢ καθόλου ἀποφατικὴν 49r ὑπάρχουσαν <ἢ ἐπὶ μέρους ἀποφατικὴν ὑπάρχουσαν> τὴν δὲ ἐλάττονα καταφατικὴν ἀναγκαίαν ἢ ἐπὶ μέρους καταφατικὴν ὁμοίως ἀναγκαίαν, ὅταν μὲν ᾖ καθόλου ἀποφατικὴ ἡ μείζων ὑπάρχουσα, αὕτη γινομένη ἐπὶ μέρους καταφατικὴ ἀναγκαία, ὅταν δὲ ᾖ ἐπὶ μέρους ἀποφατικὴ ὑπάρχουσα, 5 αὕτη καθόλου καταφατικὴ ἀναγκαία, οὐδὲν ἀναγκαῖον συναχθήσεται, διότι ἀντιστραφείσης τῆς ἐλάττονος, ὅταν ἐπὶ μέρους ᾖ, γίνεται τὸ πρῶτον σχῆμα ἔχον τὴν ἐλάττονα ἀναγκαίαν. τοῦτο γὰρ δεικνὺς τὸ ἐκ τῆς ἀντιστροφῆς σημαῖνον εἴπετό τὰ μὲν γὰρ ἄλλα τὰ αὐτά, ἃ καὶ ἐπὶ τῶν προτερων, ἐροῦμεν. Οὐ μὴν ἀλλὰ καὶ τῇ τῶν ὅρων παραθέσει δείκνυσι μὴ γινόμενον ἀναγκαῖον τὸ συμπέρασμα. τίθησι δὲ ἐπὶ μὲν τοῦ Α ἐγρήγορσιν, ἐπὶ δὲ τοῦ Β ζῷον, λευκὸν δὲ ἐπὶ τοῦ Γ· ἐγρήγορσις μὲν γὰρ οὐδενὶ λευκῷ ἐνδέχεται, ζῷον δὲ τινὶ λευκῷ ἐξ ἀνάγκης, καὶ ἐγρήγορσις τινὶ ζῴῳ οὐχ ὑπάρχει, οὐ μὴν ἐξ ἀνάγκης· τοῦτο γὰρ σημαίνει τὸ καὶ οὐκ ἀνάγκη τινὶ ζῴῳ μὴ ὑπάρχειν ἐγρήγορσιν. κἄν τὸ καθόλου δὲ καταφατικὸν ἀναγκαῖον ἡ τῆς ἑτέρας τῆς μείζονος προτάσεως ἐπὶ μέρους ἀποφατικῆς ὑπαρχούσης οὕσης δείκνυσιν ὅρους παραθέμενος μὴ γινόμενον ἀναγκαῖον τὸ συμπέρασμα, ἐπὶ μὲν τοῦ Α ἐγρήγορσιν, ζῷον δὲ ἐπὶ τοῦ Β, ἄνθρωπον δὲ ἐπὶ τοῦ Γ· ζῷον μὲν γὰρ παντὶ ἀνθρώπῳ ἐξ ἀνάγκης, ἐγρήγορσις δὲ τινὶ ἀνθρώπῳ οὐχ ὑπάρχει· συνάγεται ἐγρήγορσιν τινὶ ζῴῳ μὴ ὑπάρχειν ἁπλῶς, ἀλλ’ οὐκ ἐξ ἀνάγκης. αὐτὸς μέντοι ἐν τῇ δείξει πρῶτον περὶ τῆς συζυγίας τῆς τὸ καθόλου καταφατικὸν ἀναγκαῖον ἐχούσης τὸ δὲ ἐπὶ μέρους ἀποφατικὸν ὑπάρχον εἴρηκεν, ἥτις ἐστὶ τοῦ ἕκτου συλλογισμοῦ, εἶθ’ οὕτως περὶ τῆς τὸ ἐπὶ μέρους καταφατικὸν ἀναγκαῖον τὸ δὲ καθόλου ἀποφατικὸν ὑπάρχον, ἐφ’ ἧς μόνης συμπλοκῆς ἁρμόζει καὶ ἡ δι’ ἀντιστροφῆς δεῖξις, ἣν βουλόμενος δηλῶσαι εἶπε τὰ μὲν γὰρ ἄλλα ταὐτὰ ἐροῦμεν. οὐκέτι γὰρ δι’ ἀντιστροφῆς δείκνυται, ὅταν ἡ ἐλάττων ᾖ καθόλου καταφατική, οὔτ’ ἄν ἀναγκαία ᾖ, οὔτ’ ἄν ὑπάρχουσα. ἀλλ’ οὐδ’ ἄν <ἡ> ἐπὶ μέρους ἡ β γ Μ: ὁ β γ aB 2 ἀποφατικὴ ἀναγκαία a 2. 3 τινὶ τῷ (??) τὸ ᾱ aM 3 γένη[ται τὸ] unc. incl. perierunt in M 4 ἡ (ante καθόλου utrumque) in ras. Β μὲν om. M 5 ἡ ἐπὶ μέρους ἀποφατικὴν ὑπάρχουσαν a: om. BM δ’ M ἡ alterum om. M 6 ὁμοίως om. M 7 ante καθόλου add. ἡ aB μείζων ante καθόλου transponit M ἀποφα[τικὴ ἡ] unc. incl. perierunt in M μείζων om. M 9 ἀποφατικὴ a 10 ἦν a 11 τὸν . . . ἀναγκαῖον M ἀντιστραφείσης a 12 post ἄλλα add. κατὰ M τὰ αὐτά aBM (n): ταὐτά Ar. (cf. vs. 30) 12. 13 προτέρων aBM (Ci): πρότερον Ar. 16 ἐπὶ δὲ τοῦ (??) λευκόν M 17 post ζῴῳ ras. 7 —9 lit. in Β 20 προτάσεως ἐπὶ μέρους M 21 οὔσης expunxit Β2: om. M 22 post μὲν add. γὰρ a χ΄ 23 ἐγρήγορσιν a 24 ἐγρήγορσις M 26 δ’ M 27 ὕπαρ M συλλογιστικοῦ M 29 συζυγίας M 30 ταὐτὰ a et Ar.: πάντα BM 31 ᾖ BM: ἡ a 32 ἄν (ante ἀναγκαία) M: om. aB οὐτ’ ἄν (ante ὑπάρχουσα) BM: οὔθ’ a ἡ a: om. BM φατικὴ ἀναγκαία γένηται, οὐκ ἔσται τὸ συμπέρασμα ἀναγκαῖον. ὡς γὰρ ἐν 49r δευτέρῳ σχήματι ἐν τῇ τοῦ τετάρτου συλλογισμοῦ συζυγίᾳ οὐδετέρας οὔσης ἀναγκαίας ἀναγκαῖον ἐγίνετο τὸ συμπέρασμα τῷ μὴ ἀνάγεσθαι δι’ ἀντιστροφῆς τὴν τοιαύτην συμπλοκὴν εἰς τὸ πρῶτον σχῆμα, οὕτως καὶ ἐν τῷ τρίτῳ ἐν τῇ τοῦ ·ἕκτου συλλογισμοῦ συζυγίᾳ οὐδετέρας οὔσης ἀναγκαίας γίνεται ἀναγκαῖον τὸ συμπέρασμα. Ὅτι μὲν οὖν τῆς καταφατικῆς καθόλου τε οὔσης καὶ ἀναγκαίας οὐ γίνεται ἀναγκαῖον τὸ συμπέρασμα, ἐδείχθη διὰ τῶν αὐτῶν ὅρων μικρῷ πρόσθεν. ὅταν δὲ ἡ ἐπὶ μέρους ἀποφατικὴ <ᾖ> ἀναγκαία, ὅροι δίπουν ἐπὶ τοῦ Α, ἐπὶ τοῦ Β, ζῷον ἐπὶ τοῦ Γ. δίπουν γὰρ τινὶ ζῴῳ ἐξ ἀνάγκης οὐχ ὑπάρχει, τὸ κινεῖσθαι παντὶ ζῴῳ ὑπάρχει, δίπουν τινὶ κινουμένῳ οὐχ ὑπάρξει, οὐ μὴν ἐξ ἀνάγκης· εἰ γὰρ σημαίνει τὸ ‘δίπουν τινὶ κινουμένῳ οὐχ ὑπάρχει’ ἴσον τῷ ‘τὶ δίπουν οὐ κινεῖται᾿, τιό μηδὲν δίπουν ἐξ ἀνάγκης μὴ κινεῖσθαι οὐκ ἔσται ἀληθὲς τὸ ‘δίπουν τινὶ κινουμένῳ ἐξ ἀνάγκης οὐχ ὑπάρξει᾿. πρόσκειται δὲ τῷ ἀντιγράφῳ τὸ δίπουν μέσον κατὰ τὴν τοῦ γράφοντος κατ’ ὢ ἀρχὰς τὸ βιβλίον διαμαρτίαν· οὐ γὰρ τὸ δίπουν δεῖ μέσον ὅρον ἀλλὰ τὸ ζῷον εἶναι. καὶ τοῦτο καὶ ἐν τῇ τῶν ὅρων παραθέσει δηλοῦται· πρῶτον γὰρ τοῦ δίποδος ἐμνημόνευσεν ἔθος ἔχων αἰεὶ ἐπὶ τούτου τοῦ σχήματος ὕστερον τιθέναι τὸν μέσον ὅρον. δεῖ οὖν ἡγεῖσθαι λέγεσθαι ἐπ’ αὐτοῦ οὐ δίπουν μέσον ἀλλὰ ζῷον μέσον· εἰ γὰρ τὸ δίπουν εἴη μέσον, οὐδέτερος τῶν εἰρημένων ὅρων, οὕτε τὸ κινούμενον οὗτε τὸ ζῷον, τινὶ αὐτῷ ἐξ ἀνάγκης οὐχ ὑπάρξει. <ἢ> ταὐτὰ ἔνεστι λέγοντας. ὅσα καὶ ἐπὶ τοῦ σχήματος ἐπὶ τῆς τετάρτης συμπλο|κῆς εἰρήκαμεν τῆς ἐχούσης ἐπὶ μέρους 49v τὴν ἀποφατικὴν ἀναγκαίαν, ἀναγκαῖον δεικνύναι, ὅτι, ὅσον ἐπὶ τοῖς προειρημένοις, ἀναγκαῖον ἔδει γενέσθαι τὸ συμπέρασμα καὶ ἐν ταύτῃ τῇ συμπλοκῇ· τῇ γὰρ ἐκθέσει χρησάμενοι ἕξομεν τὴν ἐπὶ μέρους ἀναγκαίαν ἀποφατικὴν καθόλου ἀποφατικὴν ἀναγκαίαν, ἧς οὔσης ἀναγκαίας κατ’ ἀντιστροφὴν τῆς ἐλάττονος ἐγίνετο ἐν πρώτῳ σχήματι ἡ μείζων καθόλου ἀποφατικὴ ἀναγκαία. ἀλλ’ ὅτι μὴ ἀναγκαῖον τὸ συμπέρασμα ἐπὶ τῇ τοιαύτῃ συμπλοκῇ, ἡ παράθεσις τῶν ὅρων δείκνυσιν, ᾗ καὶ αὐτὸς ἐχρήσατο. p. 32a 6 Φανερὸν οὖν, ὅτι τοῦ μὲν ὑπάρχειν οὐκ ἔστι συλλογισμός, ἄν μὴ ἀμφότεραι ὦσιν αἱ προτάσεις ἐν τῷ ὑπάρχειν, τοῦ δ᾿ ἀναγκαίου ἔστι καὶ τῆς ἑτέρας μόνον ἀναγκαίας οὔσης. Τοῦτο ἁπλῶς μὲν καὶ καθόλου λεγόμενον ψεῦδος ἂν εἴη καὶ τοῖς 3 μὴ om. a οὕτω a 5 ante ἐν add. καὶ aB: om. M 6 ἀναγκαῖον γίνεται a 8 αὐτῶν om. a ᾖ addidi ἀναγκαῖον M 11 τὸ κινεῖσθαι . . . ὑπάρχει om. M ὑπάρχει om. a ante δίπουν add. καὶ a ὑπάρξει ΒΜ: ὑπάρχει a 13 οὐ om. M 14 οὐχ om. M ὑπάρχει a 15 δίπουν μέσον] hanc antiquam esse scripturam Arist. codices fere omnes probant δίπουν, μέσον ζῷον Ad, ζῷον re. supra d, δίπουν μέσον n et, ut videtur, Β pr., in quo ζῷον in ras.) 17 καὶ alterum om. a 18 ἔχων ἔθος a ἀεὶ M 19 τὸν μέσον ὅρον τιθέναι M ἐπ’] fort. ὑπ’ 22 ἡ addidi ταῦτα M post ταὐτὰ add. δ’ a 23 εἰρήκαμεν] p. 144, 23 sq. τῆς alterum om. M 25 γίνεσθαι a καὶ ἐν ταύτῃ τῇ συμπλοκῇ om. a 32 ἐὰν Ar. (of. p. 1.53,4) 33 μόνον a et Ar.: μόνης Β (u); cf. p. 152,2(5 et p. 153,2,16 ἀναγκαίας οὔσης om. a 34 post ψεῦδος eras. δ’ Β προειρημένοις μαχόμενον. δέδειχε γὰρ ὑπάρχον γινόμενον τὸ συμπέρασμα 49v καὶ τῆς ἑτέρας οὔσης ἀναγκαίας, ὡς τῆς ἐλάττονος ἐν πρώτῳ σχήματι· ἀλλὰ καὶ ἐν δευτέρῳ καὶ ἐν τρίτῳ σχήματι δέδεικται ὑπάρχον γινόμενον τὸ συμπέρασμα τῆς ἑτέρας τῶν προτάσεων ἀναγκαίας οὔση·ς. εἰ δέ τις ἀκούοι τοῦ εἰρημένου ὡς ἐπὶ τοῦ τρίτου σχήματος εἰρημένου ἐλλιπέστερον ἀληθὲς ἄν εἴη· τοῦ γὰρ ὑπάρχειν ἐν τρίτῳ σχήματι ἀμφοτέρων οὐσῶν καθόλου καταφατικῶν τῶν προτάσεων οὐ γίνεται συμπέρασμα ὑπάρχον], ἄν μὴ ἀμφότεραι ὦσιν ἐν τῷ ὑπάρχειν, τῷ ὁποτέρα ἄν αὐτῶν ἀναγκαία ληφθῇ, ἀναγκαῖον γίνεσθαι τὸ συμπέρασμα. ὃ οὐκ ἐπὶ τοῦ πρώτου σχήματος εἶχεν οὕτως οὐσῶν ἀμφοτέρων τῶν προτάσεων καθόλου καταφατικῶν· καὶ γὰρ τῆς ἑτέρας τῆς ἐλάττονος ἀναγκαίας οὔσης ὑπάρχον ἐγίνετο τὸ συμπέρασμα. ἐν δὲ τῷ δευτέρῳ σχήματι οὐδὲ τὴν ἀρχὴν συνήγετό τι ἐκ δύο καταφατικῶν. εἴη ἄν οὖν τὸ ἴδιον τῶν ἐν τῷ τρίτῳ σχήματι συμπλοκῶν τῶν ἐκ δύο καθόλου καταφατικῶν δεδηλωκὼς διὰ τούτων· καὶ γὰρ ἦν περὶ τούτου τοῦ σχήματος λέγων· ἐν γὰρ τούτῳ τῶν δύο καθόλου καταφατικῶν οὐσῶν ὑπάρχον μὲν οὐ συναχθήσεται, εἰ μὴ εἶεν ἀμφότεραι ὑπάρχουσαι, ἀναγκαῖον δὲ καὶ τῆς ἑτέρας μόνης καὶ ὁποτερασοῦν. ἐπεὶ <δὲ> ἐδείχθησαν ἤδη τινὲς συμπλοκαί, ἐν αἷς πάλιν μὴ οὐσῶν ἀμφοτέρων ἀναγκαίων οὐδὲ τὸ συμπέρασμα ἀναγκαῖον, ὡς ἐπὶ τῆς ἕκτης, ἔνεστι καὶ τοῦ ὑπάρχειν ἀκοῦσαι ἀντὶ τοῦ καταφατικοῦ, ἵν’ ᾖ λέγων καταφατικὸν μὲν μὴ γίνεσθαι τὸ συμπέρασμα, ἄν μὴ ὦσιν ἀμφότεραι καταφατικαί, ἀναγκαῖον 9 δὲ γίνεσθαι καὶ τῆς ἑτέρας ἀναγκαίας οὔσης μόνης. ἴσως δὲ δόξει βίαιον τὸ οὕτως ἀκοῦσαι τοῦ εἰρημένου· δόξει γὰρ μὴ ἀντὶ τοῦ καταφατικοῦ νῦν εἰλῆφθαι τὸ ὑπάρχον ἀλλ’ ὡς τῷ ἀναγκαίῳ ἀντιδιαστελλόμενον, ὡς δῆλον ἐκ τοῦ ἐπιφερομένου. λέγει γὰρ τοῦ δ’ ἀναγκαίου ἔστι καὶ τῆς ἑτέρας μόνον ἀναγκαίας οὔσης. εἴη δ’ ἂν τὸ λεγόμενον, εἰ μὴ ἐπὶ τοῦ τρίτου σχήματος ἰδίως λέγοιτο ἀλλὰ καθόλου τε καὶ κοινῶς, ὅτι τοῦ ὑπάρχειν ἁπλῶς συμπέρασμα οὐ γίνεται· τὸ γὰρ ‘συλλογισμὸς οὐ γίνεται᾿ τὸ μὴ γίνεσθαι συμπέρασμα σημαίνει, ἐὰν μὴ ἀμφότεραι ὦσιν αἱ προτάσεις ὑπάρχουσαι. καὶ γὰρ ἐν αἷς συζυγίαις ἀναγκαίας οὔσης τῆς ἑτέρας ὑπάρχον γίνεται τὸ συμπέρασμα, καὶ τότε ἐξ ὑπαρχουσῶν τῶν δύο γίνεται τῷ τὸ ἀναγκαῖον καὶ ὑπάρχον εἶναι· τὸ γὰρ ἀναγκ.αῖον καὶ ὑπάρχον, οὐκέτι δὲ τὸ ὑπάρχον ἀναγκαῖον. διὸ ὅταν μὲν <ᾖ> ἡ ἑτέρα ἀναγκαία, ἔστιν ὑπαρχούσας εἰπεῖν, εἰ δὲ ὑπάρχουσα εἴη ἡ ἑτέρα, οὐκέτ’ ἀμφοτέρας οἷόν τε 2 καὶ τῆς . . . συμπέρασμα (4) om. a 3 ante δευτέρῳ add. τῷ M ἐν (ante τρίτῳ) om. M σχήματι om. M 5 ἀκούει a 6 ὑπάρχοντος M 7 ante συμπέρασμα add. τὸ M ὑπάρχον add. BM: om. a 10 καὶ aB: εἰ M 11. 12 συμπέρασμα om. M 12 ante δύο add. τῶν M 13 καταφατικῶν . . . δύο (14) om, M τῷ om. a δὲ a: om. BM 20 ἵνα M 21 ἐὰν Μ 22 οὔσης ἀναγκαίας M δόξει aB: δείξει M; item vs. sq. 24 τοῦ ἀναγκαίου διαστελλόμενον M 25 λέγει γὰρ om. a δὲ M 26 μόνης M 29 ὦσιν ἀμφότεραι M 30 οὔσης ἀναγκαίας a 31 τὸ ex τὸν corr., ut videtur, Β1 33 post μὲν addidi ᾖ: post ἀναγκαία add. a: om. BM 34 δ’ M τ’ M εἰπεῖν ἀναγκαίας. διὰ τοῦτο τὸ μὲν ὑπάρχον ἐξ ἀμφοτέρων ὑπαρχουσῶν, τὸ δ᾿ 49v ἀναγκαῖον καὶ τῆς ἑτέρας μόνης ἀναγκαίας οὔσης. μήποτε δὲ ἄμεινον ἀκούειν τοῦ φανερὸν οὖν ὅτι τοῦ μὲν ὑπάρχειν οὐκ ἔστι συλλογισμός, ἐὰν μὴ ἀμφότεραι ὦσιν αἱ προτάσεις ἐν τῷ ὑπάρχειν, ὡς λέγοντος αὐτοῦ φανερὸν γεγονέναι ἐκ τῶν εἰρημένων, ὅτι ἔστι ποτὲ ἐν συμπλοκῇ τινι συλλογιστικῇ, ἐν ᾗ ἀδύνατον τὸ συμπέρασμα τοῦ ὑπάρχειν γίνεσθαι, εἰ μὴ εἶεν ἀμφότεραι αἱ προτάσεις ὑπάρχουσαι· οὐ γὰρ ὡς καθόλου λεγομένου αὐτοῦ ἀκουστέον, ὅτι μηδὲ ἀληθές ἐστιν οὕτω λεγόμενον, | ἀληθὲς δὲ ἐπὶ τῆς ἐν τρίτῳ σχήματι ἐκ δύο καθόλου καταφατικῶν, ὃ δεδεῖχθαι 50r δοκεῖ. τοῦ μέντοι ἀναγκαίου ἔστιν ἐν πάσαις ταῖς συλλογιστικαῖς συζυγίαις συμπέρασμα γενέσθαι, καὶ εἰ <ἡ> ἑτέρα μόνη εἴη τῶν ἀναγκαία, ὡς καὶ αὐτὸς λέγει. <ἢ> κἀπὶ τοῦ ἀναγκαίου ταὐτὸν ἔνεστι εἰσὶ γάρ τινες συμπλοκαί, ἐν αἷς, ἄν μὴ ἀμφότεραι ὦσιν ἀναγκαῖαι, οὐ συνάγεται ἀναγκαῖον, ὡς ἡ τοῦ τετάρτου ἐν δευτέρῳ σχήματι δέδεικται ἔχουσα καὶ ἡ τοῦ ἕκτου ἐν τῷ τρίτῳ. p. 32a 8 Τοῦ δ’ ἀναγκαίου ἔστι καὶ τῆς ἑτέρας μόνον ἀναγκαίας οὔσης· Δέδειχεν ἐπὶ τοῦ τρίτου σχήματος οὐσῶν τῶν δύο καθόλου καταφα- τικῶν προτάσεων, ὅτι, ὁποτέρα ἄν αὐτῶν ἀναγκαία ληφθῇ, ἀναγκαῖον τὸ συμπέρασμα, ὥστε καὶ τῆς ἑτέρας μόνης ἀναγκαίας οὔσης ἀναγκαῖον τὸ συμπέρασμα. δέδεικται δὲ τοῦτο καὶ ἐν τοῖς ἄλλοις σχήμασιν, ὅτι τῆς ἑτέρας οὔσης ἀναγκαίας γίνεται καὶ τὸ συμπέρασμα ἀναγκαῖον. οὐ γὰρ οἷόν τε ἀμφοτέρας λέγειν ἀναγκαίας τῆς ἑτέρας ὑπαρχούσης <οὔσης>· τὸ ὑπάρχον οὐκ ἀναγκαῖον, ὥσπερ τὸ ἀναγκαῖον καὶ ὑπάρχον.