p. 26a 21 Λέγω δὲ μεῖζον μὲν ἄκρον, ἐν ᾧ τὸ μέσον ἐστίν, 20r ἔλαττον δὲ τὸ ὑπὸ τὸ μέσον. Δεῖ πάντων τῶν λεγομένων ἀκούειν ὡς ἐπὶ τοῦ πρώτου σχήματος λεγομένων· καὶ γὰρ καὶ τὸ νῦν λεγόμενον οὕτως ἔχει· ἐν τῷ πρώτῳ σχήματι μεῖζον μέν, ἐν ᾧ τὸ μέσον ἐστίν, ἔλαττον δὲ τὸ ὑπὸ τὸ μέσον· ἦν γὰρ ἐν τούτῳ τῷ σχήματι ὁ μέσος τῷ μὲν ὑποκείμενος τοῦ δὲ κατηγορούμενος. ἐπεὶ ἔν γε τῷ δευτέρῳ σχήματι καὶ ὁ μείζων καὶ ὁ ἐλάττων ἐν τῷ μέσῳ εἰσίν· ὑπ’ οὐδένα γὰρ ὁ μέσος. ἀνάπαλιν δὲ ἐν τῷ τρίτῳ ὁ μέσος οὐχ ὑπὸ τὸν μείζονα μόνον ἐστὶν ἀλλὰ καὶ ὑπὸ τὸν ἐλάττονα· οὐδεὶς γὰρ ἐν τῷ μέσῳ. σαφῶς δέ, ὅτι ὁ κατηγορούμενος ἐν τῷ συμπεράσματι οὗτος καὶ ἐν ταῖς προτάσεσι μείζων ἐστὶ καὶ παρὰ τοῦτον ἡ μείζων πρότασις, εοειςεν. p. 26a 23 Ὑπαρχέτω γὰρ τὸ μὲν Α παντὶ τῷ Β, τὸ δὲ Β τινὶ τῷ Γ. Ἡ μὲν συζυγία τοῦ τρίτου ἀναποδείκτου, ὅς ἐστιν ἐπὶ μέρους καταφατικὸν ἔχων τὸ συμπέρασμα. εἰ γὰρ τὸ Β τινὶ τῷ Γ, τὶ τοῦ Γ ἐν ὅλῳ ἐστὶ τῷ Β· κατὰ παντὸς δὲ τοῦ Β τὸ Α· οὐδὲν ἄρα ἐστὶ τοῦ Β, καθ’ οὗ οὐ ῥηθήσεται τὸ Α· τὶ δὲ τοῦ Β ἐστὶ τὸ Γ· κατὰ τούτου ἄρα τὸ Α ῥηθήσεται. ὁμοίως δὲ ἕξει καὶ ὁ τέταρτος ἀναπόδεικτος ὁ ἔχων τὴν μὲν μείζονα καθόλου ἀποφατικὴν τὴν δὲ ἐλάττονα ἐπὶ μέρους καταφατικήν. εἰ γὰρ εἴη τι τοῦ Γ ἐν ὅλῳ τῷ Β, τὸ δὲ Β ἐν μηδενὶ τῷ Α, τὸ Α τινὶ τῷ Γ οὐχ ὑπάρξει. τὶ μὲν γὰρ τοῦ Γ ὑπὸ τὸ Β· οὐδὲν δ’ ἔστι τοῦ Β λαβεῖν, καθ’ οὗ τὸ Α ῥηθήσεται· ὥστε οὐδὲ κατὰ τινὸς τοῦ Γ ἐκείνου, ὃ 1 μεταλάβοι a 2 post δύναται add. δὲ aLM τὸ LM: τὸ καὶ Β: καὶ τὸ a 2. 3 πρὸς τὸ ἔλαττον καὶ ὅταν superscr. Β3: om. a 3. 4 φερομένοις aLM 4 μᾶλλον om. a ἢ post καὶ transponit M: om. aL 5 ἐπὶ BLM: περὶ a 6 μεταλάβοι a ante μένουσα add. ἀλλὰ M δὲ om. LM ληφθείη a 8 post μέσον add. ὄν a et Ar. 10 καὶ altenim om. LM 11 post μέσον add. ὄν aL (cf. 8) 12 ἦν evan. L 14 ἐστίν a 15 ἀλλὰ evan. L 16 σαφὲς LM 17 καὶ (ante ἐν) om. L παρὰ BLM: περὶ a τοῦτον aBM: μείζων L 19 sequentia quoque Ar. verba οὐκοῦν εἰ ἔστι κατὰ κατὰ om. Ar., sed add. Cdi) παντὸς κατηγορεῖσθαι τὸ ἐν ἀρχῇ λεχθέν, ἀνάγκη τὸ ἁ τινὶ τῷ γ ὑπάρχειν. καὶ εἰ τὸ μὲν ἁ μηδενὶ τῷ β ὑπάρχει, τὸ β τινὶ τῷ (??) ἀνάγκη τὸ ἁ τινὶ τῷ (??) μὴ ὑπάρχειν exhibet a 21 ἀναπόδεικτος μέρους oblit. M 24 τῷ p ἔστι τοῦ (??) a 25 δ’ ἕξει M: δόξει L τέτταρα ὁ alterum om. LM 28 ὑπὸ evan. L δ’ ἐστὶ aBM: δὲ τὶ ἦν τι τοῦ Β. ὅμοιαι ταῖς τοιαύταις συναγωγαῖς γίνονται, καὶ εἰ ἀδιόριστον 20r καταφατικὴν τὴν ἐλάττονα ποιήσαιμεν, τηρήσαιμεν δὲ τὴν μείζονα ποτὲ μὲν καθόλου καταφατικὴν ποτὲ δὲ καθόλου ἀποφατικήν. πάντες δὲ οἱ προειρημένοι τέλειοι · πάντες γὰρ τῷ κατὰ παντὸς μόνῳ ἢ κατὰ μηδενὸς προσ- χρώμενοι, ὅ ἐστι κείμενον, φανερὰν τὴν συναγωγὴν ἔχουσιν. p. 26a 30 Ἐὰν δὲ πρὸς τὸν ἐλάσσονα ἄκρον τὸ καθόλου τεθῇ ἢ κατηγορικὸν ἢ στερητικόν, οὐκ ἔσται συλλογισμός. Λέγει μὲν περὶ συζυγιῶν τῶν ἐχουσῶν τὴν μὲν ἑτέραν πρότασιν καθόλου τὴν δὲ ἑτέραν ἐπὶ μέρους. εἰπὼν δὲ περὶ τούτων, ἐν αἷς τὸ καθόλου ἦν πρὸς τῇ μείζονι προτάσει τὸ δὲ ἐπὶ μέρους πρὸς τῇ ἐλάττονι ὂν καταφατικόν, καὶ δείξας, ὅτι συλλογιστικαὶ αἱ τοιαῦται συζυγίαι, προσθεὶς δὲ καὶ τάς, ἐν αἷς ἀντὶ τοῦ ἐπὶ μέρους τὸ ἀδιόριστον ἔχει ἡ ἐλάττων πρότασις τῶν ἄλλων τῶν αὐτῶν μενόντων δύο γὰρ καὶ οὕτως λαμβανομένης τῆς ἐλάττονος ἐγίνοντο συλλογισμοί), νῦν μετελήλυθεν ἐπὶ τὰς ἐναλλάξ. αὗται δέ εἰσιν αἱ ἔχουσαι τὴν ἐλάττονα πρότασιν καθόλου. γίνεται δὲ ταύτης οὔσης καθόλου ἡ μείζων πρότασις ἢ ἐπὶ μέρους ἢ ἀδιόριστος· οὔσης δὲ ταύτης ἐπὶ μέρους ἢ ἀδιορίστου ἀσυλλόγιστοι πᾶσαι αἱ συμπλοκαί, ὡς προειρήκαμεν. δείκνυσιν οὖν ἐκτιθέμενος τὰς συμπλοκὰς καὶ συζυγίας ταύτας, ὅτι εἰσὶν ἀσυλλόγιστοι, πάλιν χρώμενος τῇ τῆς ὕλης παραθέσει, ἐφ’ ἧς εὑρίσκεται τὰ ἐναντία συναγόμενα. τὸ δὲ κατὰ μέρος ὄντος εἶπεν ἀντὶ τοῦ ‘τῆς μείζονος᾿· αὕτη γὰρ γίνεται κατὰ μέρος. p. 26a 33 οἷον εἰ τὸ μὲν Α τινὶ τῷ Β ὑπάρχει ἢ μὴ ὑπάρχει. Ὅτι καὶ καταφατικῆς καὶ ἀποφατικῆς οὔσης τῆς μείζονος προτάσεως, εἰ I ἐπὶ μέρους εἴη, ἀσυλλόγιστος ἡ συμπλοκή. εἰ γὰρ τὸ μὲν Α κατὰ 20v τινὸς τοῦ Β λέγοιτο, τὸ δὲ Β κατὰ παντὸς τοὐ Γ, οὐδὲν μὲν ἔσται τοῦ Γ, καθ’ οὗ οὐ ῥηθήσεται τὸ Β, ὥστε τι τοῦ Β τὸ Γ· τὸ δὲ Α κατὰ τινὸς τοῦ Β λεγόμενον δύναται καὶ κατὰ τούτου τοῦ μέρους αὐτοῦ λέγεσθαι, ὅ ἐστι τὸ Γ, δύναται καὶ κατ’ ἄλλου· ἐπὶ πλέον γὰρ τὸ Β τοῦ Γ κατηγορεῖται· οὐκ ἐξ ἀνάγκης ἄρα ἢ ὑπάρξει ἢ οὐχ ὑπάρξει τὸ Α τῷ Γ. οἷον εἰ εἴη τὸ Α ἀγαθὸν τὸ δὲ Β ἕξις τὸ δὲ Γ φρόνησις· τὸ μὲν γὰρ ἀγαθὸν 1 ὁμοίως a et, ut videtur, Β pr. 2 ποιήσωμεν a 4 post ἡ add. xoTi a 4. 5 χρώμενοι a 6 τὸ ἔλασσον a: τὸ ἔλαττον Ar. 8 ante συζυγιῶν add. τῶν a 9 δ’ (post τὴν) M δὲ Β: δ᾿ LM: δέ γε a ἐπελήλυθεν a 15 αἱ om. L 17 ante ἐπὶ add. ἡ a πᾶσαι . . . ἀσυλλόγιστοι (19) om. L 18 προειρήκμεν] cf. p. 49,26 sq. 19 ταύτας post συμπλοκὰς (18) transponit a 20 τὸ scripsi: τοῦ libri ὄντος om. a 21 τοῦ οm. L 22 textus verba in LM μὲν a et Ar.: om. BLM sequentia quoque Ar. verba τὸ δὲ p παντὶ τῷ γ ὑπάργει. ὅροι τοῦ μὲν μὲν om. Ar.) ὑπάρχειν ἀγαθόν, ἕξις, φρόνησις, τοῦ δὲ δὲ om. Ar.) μὴ ὑπάρχειν ἀγαθόν, ἕξις, ἀμαθία exhibet a 23 καὶ (ante καταφατικῆς) om. L καὶ ἀποφατικῆς om. L 24 post εἰ (ante ἐπὶ) add. μὲν a 25 τοῦ (ante (??)) om. L 27 ὅ Β: ὅπερ LM: ὅ τί a 28 τοῦ (??) (post ἐστι) a ἄλλου add. μὴ λέγεσθαι LM 30 δὲ alterum om. Β κατὰ τινὸς ἕξεως, ἡ δ’ ἕξις κατὰ πάσης φρονήσεως, τὸ ἀγαθὸν κατὰ πάσης 20v φρονήσεως. εἰ δ’ εἴη τὸ Γ ἀμαθία λαμβάνει δὲ τὴν ἀμαθίαν ὡς ἕξιν ἣ ὡς ἀφροσύνην ἡ κακίαν), πάλιν ἔσται τὸ ἀγαθόν, ὁ μείζων ἄκρος, οὐδεμιᾷ οὔτε ἀμαθία οὔτε ἀφροσύνῃ, τῆς ἕξεως, ὃς ἦν μέσος ὅρος, κατ’ αὐτῶν καθόλου κατηγορουμένης. ὥστε ἀδόκιμος ἡ συζυγία. ὁμοία ἡ δεῖξις, εἰ εἴη τὸ Α τινὶ τῷ Β μὴ ὑπάρχον, καὶ ἐπὶ τῶν αὐτῶν ὅρων· ὡς γὰρ τινὶ ὑπάρχει τὸ Α, οὕτω δύναται καὶ τινὶ μὴ ὑπάρχειν· τὸ γὰρ ἀγαθὸν οὕτως τινὶ ἕξει ὑπάρξει, ὅτι καὶ τινὶ οὐχ ὑπάρχει. p. 26a 36 Πάλιν εἰ τὸ μὲν Β μηδενὶ τῷ Γ, τὸ δὲ Α τινὶ τῷ Β ὑπάρχει ἢ μὴ ὑπάρχει ἤ μὴ παντὶ ὑπάρχει. Τὸ μὲν τινὶ μὴ ὑπάρχειν ἢ μὴ παντὶ ἀμφότερα τῆς ἐπὶ μέρους ἀποφατικῆς ἐστι δηλωτικά, τῇ λέξει διαφέροντα· τῷ γὰρ μὴ ὑπάρχειν προσθετέον τὸ ‘τινί᾿ ὡς ἀπὸ κοινοῦ εἰρημένον. ὅτι δὲ μηδὲ αἱ τοιαῦται συμπλοκαὶ συνακτικαὶ αἱ ἔχουσαι τὴν ἐλάττονα καθόλου ἀποφατικὴν ἐπὶ μέρους δὲ τὴν μείζονα, δείκνυσιν. ὁμοίᾳ γὰρ ὁδῷ χρώμενοι εὑρήσομεν τὸ Α καὶ ὑπάρχον ποτὲ παντὶ τῷ Γ καὶ μηδενὶ ὑπάρχον. ἔστω γὰρ τὸ μὲν Α λευκὸν τὸ δὲ Β ἵππος τὸ δὲ Γ κύκνος· τὸ γὰρ λευκὸν τινὶ ἵππῳ ὑπάρχει, ἀλλὰ καὶ τινὶ ἵππῳ οὐχ ὑπάρχει· ἵππος δὲ οὐδενὶ κύκνῳ· τὸ δὲ λευκὸν παντὶ κύκνῳ. τὸ γὰρ λευκόν, ἐν ᾧ ὑπερβάλλει τὸν ἵππον ὂν ἐπὶ πλέον αὐτοῦ καὶ κατηγορούμενον, τούτῳ νῦν περιείληφε τὸ Γ, ὅ ἐστιν ὁ κύκνος, ᾧ οὐδενὶ ἵππος ὑπῆρχεν. ἐὰν δὲ ποιήσωμεν τὸ Γ ἀντὶ τοῦ κύκνου κόρακα, ἵππος οὐδενὶ κόρακι· ἀλλ’ οὐδὲ τὸ λευκόν. ἐπὶ τῶν αὐτῶν ὅρων δειχθήσεται, καὶ εἰ ἡ μείζων πρότασις ἀδιόριστος ἢ καταφατικὴ ἢ ἀποφατικὴ ληφθείη, ἐπεὶ τὸ ἀδιόριστον ὡς ἴσον τῷ ἐπὶ μέρους λαμβάνεται. σημειωτέον δέ, ὅτι, ἐν ᾗ μὲν συζυγίᾳ ἡ ἐλάττων καθόλου ἐστὶ καταφατικὴ τῆς μείζονος οὔσης ἐπὶ μέρους, τὸ ἀσυλλόγιστον διὰ τὴν μείζονα ἐπὶ μέρους οὖσαν, ἐν ᾗ δὲ τῆς μείζονος ἐπὶ μέρους οὔσης ἢ ἀδιορίστου ἡ ἐλάττων ἐστὶ καθόλου ἀποφατική, τὸ ἀσυλλόγιστον παρ’ ἀμφοτέρων τῶν προτάσεων· καὶ γὰρ παρὰ τῆς μείζονος ἐπὶ μέρους γάρ) καὶ παρὰ τῆς ἐλάττονος, ὅτι ἀποφατική. 1 δὲ M 1. 2 τὸ ἀγαθὸν κατὰ πάσης φρονήσεως om. LM 2 δὲ LM λάβη L 3 ὡς om. aLM 4 καθ’ αὑτῶν Β 5 κατηγορούμενος aLM ante εἰ add. καὶ aLM 6 εἴη om. a τῷ ᾱ a ὑπάρχειν L ὡς aBL: εἰ Μ 7 ὑπάρχει BLM: ὑπάρξει a post ὑπάρχει add. ἡ μὴ πάλιν ὑπάρχει M 9 post τῷ β add. ἡ Ar. (sed om. i) 11 et 12 ὑπάρχει a 14 συνακτικαὶ om. LM αἰ ἔχουσι L 16 παντὶ] ντὶ in ras. Β μὲν om. LM 17 τὸ γὰρ . . . οὐχ ὑπάρχει (18) om. a τὸ γὰρ Β: τὸ μὲν οὖν LM 18 ἵππος aBM: ἵππῳ L δὲ (ante λευκὸν) om. L 20 καὶ om. L τοῦτο LM περιείληφε a: παρείληφε BLM ὁ om. aLM 21 τοῦ om. L 22 ante ἵππος add. καὶ aBM 23 δειχθήσεται Β: ῥηθήσεται aLM εἰ om. L 24 τῷ aLM: τοῦ Β 25 post μὲν add. ἄν aB 28 ἐστὶ post καθόλου transponunt aM: om. L παρὰ L τῶν om. L