p. 25b 25 Κτὰ ἀντιστροφὰς ὁμοίως ἕξουσι ταῖς ἄλλαις. Eἰπὼν τὰς ἐνδεχομένας ἀποφατικὰς καταφατικὰς εἶναι κατὰ τὰς ἀντιστροφὰς ὁμοίως αὐτάς φησιν ἕξειν ταῖς ἄλλαις, δῆλον ὅτι ταῖς καταφατικαῖς· ἀντιστρέφειν γὰρ καὶ τῇ καθόλου καταφατικῇ ἐνδεχομένῃ καὶ τῇ ἐπὶ μέρους τὴν ἐπὶ μέρους· τοιαύτη γὰρ ἡ τῶν καταφατικῶν ἀντιστροφή. 30 p. 25b26 Διωρισμένων δὲ τούτων λέγωμεν ἤδη, διὰ τίνων καὶ πότε καὶ πῶς γίνεται πᾶς συλλογισμός· ὕστερον δὲ λεκτέον περὶ ἀποδείξεως. Ἐφεξῆς τοῖς προειρημένοις λέγειν προτίθεται, ὧν ἕνεκεν καὶ περὶ 2 ἐπέθετο L 5 προσελθὼν L 9 καταφατικαὶ a 12 τῇ καθόλου καταφατικῇ a: om. BLM 15 ἀντιστρέφει (ante ἡ) aLM 16 αὐτὴν aB: ἑαυτὴν LM τοῦ aBM: τὸ L 19 αὐτῇ aB: ἑαυτῇ LM 20 περιπατεῖν BLM: λευκὸν εἶναι a τὸ περιπατοῦν BLM: λευκὸν a 22 αὑτῇ B1 corr., L: ἑαυτῇ M: αὐτῇ a 23 φασιν L (?) 24 ἐπὶ πλέον ἐροῦμεν om. L 27 ὁμοίως post φησιν transponit a 28 γὰρ om. L ἀποφατικῇ a 29 τὴν aBM: ταῖς L post μέρους add. καταφατικὴν a 30 λέγωμεν aB (corr. d): λέγομεν Ar. 33 προστίθεται aM ἕνεκα a καὶ om. L ἐκείνων εἶπεν, ἔστι δὲ τὸ διὰ τίνων οἱ συλλογισμοὶ γίνονται, ὅτι διὰ προτάσεων. 14r ἐπεὶ δὲ διὰ ποιᾶς προτάσεων συνθέσεως οἱ συλλογισμοὶ γίνονται, διὰ τοῦτο προσέθηκε τῷ διὰ τίνων τό τε πότε καὶ πῶς σημαντικὰ ὄντα τὸ μὲν πότε τῶν τε συζυγιῶν καὶ τῶν σχημάτων, ὅτι κατὰ ὅρον ὢ τινὰ δεῖ κοινωνεῖν τὰς προτάσεις, ἐν οἷς σχήμασι καὶ ἐν αἷς συζυγίαις οἱ συλλογισμοί, καὶ ἔτι τῆς τῶν προτάσεων ποιότητος· οὐ γὰρ ἐκ πασῶν συντιθεμένων προτάσεων γίνονται συλλογισμοί· οὔτε γὰρ ἐκ δύο ἀποφατικῶν οὔτε ἐκ δύο ἐπὶ μέρους, ὡς δείξει· τὸ δὲ πῶς τῶν καθ’ ἕκαστον σχημάτων συζυγιῶν καὶ τρόπων συλλογισμῶν ἐστι δηλωτικόν· καὶ γὰρ εἰ ἐκ τῶν προτάσεων γίνεται συλλογισμός, οὐχ ὁπωσοῦν συντιθεμένων γίνεται, ἀλλ’ ἐν τάξει τῇ οἰκείᾳ· διά τε γὰρ προτάσεων οἱ συλλογισμοὶ ποιῶν καὶ ἐν σχήμασιν, οἷς ἐρεῖ, καὶ ἐν τούτοις κατὰ ποιὰν τῶν προτάσεων | πρὸς 14v ἀλλήλας συμπλοκήν· καθ’ ἕκαστον γὰρ σχῆμα καὶ ἀσυλλόγιστοι καὶ συλλογιστικαςί εἰσι συζυγίαι παρὰ τὴν ποιὰν τῶν προτάσεων σύνθεσιν. διὰ τίνων μὲν οὖν; διὰ γὰρ προτάσεων. πότε δὲ καὶ πῶς; ἐκ γὰρ τοιῶνδε προτάσεων καὶ οὕτω συντεθεισῶν, ὡς εἶναι τὸ μὲν πότε τοῦ τοιαύτας δεῖν λαμβάνεσθαι τὸ δὲ πῶς τῆς τοιᾶσδε συνθέσεως δηλωτικόν. τὴν δ’ αἰτίαν τοῦ προθέμενον λέγειν περὶ ἀποδείξεων πρῶτον περὶ συλλογισμῶν τὸν λόγον ποιεῖσθαι αὐτὸς σαφῶς ἀποδέδωκεν ἐνταῦθα· διότι γὰρ καθόλου μᾶλλον ὁ συλλογισθός. καὶ πῶς καθόλου, ἐδίδαξε διὰ τοῦ δεῖξαι, ὅτι μὴ ἀντιστρέφει· ἡ μὲν γὰρ ἀπόδειξις συλλογισμός τις· ὁ δὲ συλλογισμὸς οὐ πᾶς ἀπόδειξις. οὕτως δὲ ἔχων ὁ συλλογισμὸς πρὸς τὴν ἀπόδειξιν πρῶτός ἐστιν αὐτῆς· αὕτη γὰρ καὶ ἡ τῆς ἐπιγραφῆς αἰτία τῆς τῶν Προτέρων ἀναλυτικῶν καὶ ‘Υστέρων ἐπιγράφεσθαι τάσδε τὰς πραγματείας, ὡς ἔφαμεν· ἔδει γὰρ τὸν μέλλοντα τὴν ἀπόδειξιν ὁρίζεσθαι καὶ τιθέναι ἐν γένει τῷ συλλογισμῷ πρῶτον ἐγνωκέναι, τί ποτ’ ἐστὶ συλλογισμός, καὶ διὰ τίνων γίνονται καὶ πότε καὶ πῶς ἐχόντων πρὸς ἄλληλα. προσέθηκε δὲ τὸ πᾶς συλλογισμὸς καίτοι περὶ τῶν κατηγορικῶν μόνων ποιούμενος τὸν λόγον , ὅτι μόνους τούτους ἡγεῖται κυρίως εἶναι συλλογισμούς, ὡς καὶ προιὼν δείξει· τῶν γὰρ ἐξ ὑποθέσεως οὐδένα τὸ προκείμενον συλλογίζεσθαι. 1 post δὲ add. καὶ L 3 τό διὰ M τό τε Β: καὶ τὸ LM: τὸ καὶ a post πῶς add. a LM 4 ὄντα Β: εἰσι LM: δέ εἰσι a τε om. a τῶν (aute σχημάτων) om. Β 5 δεῖ κοινωνεῖν L 7 γίνονται . . . προτάσεων (10) οm. L 8 post ἕκαστον add. τῶν aM 10 τῶν om. aM συλλογισμὸς γίνεται L 13 ἀσυλλόγιστοι corr. M 14 παρὰ aBM: κατὰ L 15 ante προτάσεων add. τῶν aLM δὲ om. LM 16 ante οὕτω add. γὰρ M οὕτως LM 17 τῆς om. L δὲ LM 18 ἀποδείξεως aLM 19 σαφῶν L 20 ἀντιστρέφειν a 23 post πρῶτος add. δ’ a ἡ om. L τῆς τῶν BLM: τοῦ a 25 ἔφαμεν] p. 6,32 26 τὸν συλλογισμὸν a ποτε M: om. L 27 γίνεται aLM post ἄλληλα add. ποιεῖται δὲ τὸν λόγον εἰκότως πρῶτον περὶ τοῦ πρώτου σχήματος aB; cf. p. 43, 5, 47, 19 28 μόνον a 30 ὑποθέσεων omisso ἐξ L p. 25b 32 Ὅταν οὖν ὅροι τρεῖς οὕτως ἔχωσι πρὸς ἀλλήλους, 14v ὥστε τὸν ἔσχατον ἐν ὅλῳ εἶναι τῷ μέσῳ. Γίνεται μέν ὁ λόγος αὐτῷ περὶ τῶν σχημάτων τῶν συλλογιστικῶν, ἐν οἷς σχήμασι πάντες οἱ τέλειοι καὶ οἱ ἀτελεῖς συλλογισμοὶ τὴν σύστασιν λαμβάνουσι, καὶ ποιεῖταί γε τὸν λόγον πρῶτον περὶ τοῦ πρώτου λεγομένου ἑ σχήματος, ἐν ᾧ ἡ τῶν τελείων γένεσις συλλογισμῶν. ἐπεὶ δέ ἐστιν ὁ συλλογισμὸς πίστις τις πιστοῦται γὰρ διά τινων ὁ συλλογιζόμενός τι καὶ δείκνυσι· διὰ γὰρ τῶν πεπιστευμένων τὸ ἀμφισβητούμενον πιστὸν ὁ συλλογιζόμενος ποιεῖ), οὐ πᾶσα δὲ πίστις συλλογισμός, οὐδὲν χεῖρον ἴσως προειπεῖν ὀλίγα περὶ πίστεως γνωριμωτέρα γὰρ οὕτως καὶ ἡ συλλογιστικὴ πίστις ἔσται. πᾶς δὴ ὁ πιστούμενός τι καὶ γνώριμον βουλόμενος ποιῆσαι ἐξ ἄλλου ἢ ἄλλων αὐτὸ πιστοῦται· αὐτὸ γὰρ ἐξ αὑτοῦ οὐδὲν δείκνυται καὶ πιστοῦται, ἐπεὶ πάντ’ ἂν οὕτως ἦν πιστά. ἐπεὶ τοίνυν ἐξ ἄλλου, ἤτοι ἐκ τοῦ ὅλου τε καὶ καθόλου καὶ περιέχοντος δείκνυσι τὸ προκείμνον, ὃ ἢ μέρος τι ὃν τοῦ, δι’ οὗ ἡ πίστις, ἢ ὅλως τὶ αὐτοῦ δείκνυται δι’ αὐτοῦ, ἢ ἐκ τῶν μερῶν αὐτοῦ δεικνύμενον τὸ ὅλον ἢ ἐκ μέρους τινὸς τῶν ὑπὸ τὸ ὅλον μέρος τι. ὅταν μὲν οὖν μέρος ἐκ μέρους δεικνύμενον ᾖ καὶ πιστούμενον, τὸ τοιοῦτον καὶ ἡ οὕτως γινομένη πίστις παράδειγμα καλεῖται, ὡς ὁ κωλύων Διονυσίῳ φυλακὴν διδόναι τοῦ σώματος Συρακουσίους αἰτοῦντι ὡς, εἰ λάβοι, ἐπιθησομένου τυραννίδι καὶ πιστούμενος τοῦτο διὰ τοῦ ὅτι καὶ Πεισίστρατος αἰτήσας παρ’ Ἀθηναίων λαβὼν ἐτυράννησε καὶ Θεαγένης παρὰ Μεγαρέων· ἑκάτερον γὰρ τούτων, καὶ τὸ δεικνύμενον τό, δι’ οὗ δείκνυται καὶ κωλύεται, μέρη ἐστὶν ὅλου τοῦ ὅτι οἱ φυλακὴν αἰτοῦντες τοῦ σώματος πάντες ἐπιτίθενται τυραννίδι. ὃ δὴ διὰ τοῦ ἑτέρου μέρους πιστὸν 25 ποιήσας χρῆται αὐτῷ πρὸς τὸ ἕτερον, ὃς λόγος δεικτικὸς μέρους διὰ μέρους γνωρίμου καὶ πιστοῦ ἀγνοουμένου τινὸς καὶ ἀμφισβητουμένου. ὅταν δὲ ἐκ τῶν μερῶν τὸ ὅλον ᾖ πιστούμενόν τε καὶ δεικνύμενον, τὸ τοιοῦτον ἐπαγωγὴ καλεῖται, οἷον ἄνθρωπος τὴν κάτω γένυν κινεῖ καὶ ἵππος καὶ κύων καὶ βοῦς καὶ πρόβατον, καὶ πᾶν ἄρα ζῷον. λόγος δὲ τῆς | ἐπαγωγῆς ἡ διὰ τῶν καθ’ ἕκαστα γνωρίμων καὶ πιστῶν ὁδὸς ἐπὶ τὸ καθόλου ἄγνωστον. 1 ἀρχὴ τοῦ a σχήματος in mg. Β: σχῆμα πρῶτον superscr. a οὕτω a 2 sequentia qiioque Aristotclis verba usque ad συλλογισμὸν τέλειον, sed om. ὅλῳ, add. a 4 οἱ (ante ἀτελεῖς) Μ: om. aBL 5 γε om. aLM λεγομένου πρώτου aLM 6 ἐπεὶ LM: ἐπειδὴ a 7 τις om. Β τι om. L 9 ἴσος a 10 ὀλίγα προειπεῖν aLM 11 πᾶς aBM: τῆς L τι om. L 12 ἄλλων L αὑτοῦ B1 corr. (ex αὐτοῦ), L: ἑαυτοῦ aM 13 ἐπεὶ (ante πάντ’) aBM: ἐπὶ L πάπα LM 15 ἢ (post πίστις) om. a ὅλον M αὐτοῦ δείκνυται . . . μερῶν αὐτοῦ (16) BLM: οὑν ἐκ τοῦ a 17 μερῶν (post ὅλον) a ante δεικνύμενον add. τὸ LM παραδεικνύμενον a 19 Διονυσίῳ] eodem excmplo Ar. utitur rhet. I 2 p. 1357 b 31 συρρακουσίους M 20 θησομένου a ante τυραννίδι add. τῇ a διὰ τοῦ om. L 21 καὶ (aute Πεισ.) om. L θεαγένης BLM: θεόγνυς a 22 καὶ (post τούτων) om. L 23 μέρος LM aute ὅλου add. τοῦ a 24 ὃ δὴ scripsi: ὁ δὲ libri 25 ὃς Β: ὡς aLM 27 ᾖ ante τὸ transponit a 28 καὶ ἵππος om. Β 29 ἡ om. aLM 30 ἑκάστην M καθόλου] οὐ evan. Β ἄμφω δὲ ταῦτα, ἥ τε ἐπαγωγὴ καὶ τὸ παράδειγμα, τὸ μὲν πιθανὸν ἐν αὑτοῖς ἔχει, τὸ δὲ ἀναγκαῖον οὐκ ἔχει. τὸ δ’ ἐπὶ πλέον περὶ τούτων τῶν πίστεων καὶ αὐτὸς ἐν τῷ δευτέρῳ δείκνυσιν, αὐτῶν τήν τε πρὸς τὴν συλλογιστικὴν πίστιν διαφορὰν καὶ ὅτι καὶ αὗται χρήσιμοί πως τῇ πίστει ὑπάγονται τῇ συλλογιστικῇ. διὸ ὡς πρὸς τὰ προκείμενα ἱκανὰ νῦν τὰ περὶ αὐτῶν εἰρημένα. ὅταν δὲ ἐκ τοῦ ὅλου τὸ μέρος λαμβάνῃ τὴν πίστιν, ἡ τοιαύτη πίστις ἤδη συλλογισμὸς καλεῖται, καὶ ἔστιν ἀναγκαστικωτάτη τῶν πίστεων αὕτη· ὃ γὰρ τῷ καθόλου τε καὶ παντὶ συμβέβηκέ τε καὶ ὑπάρχει, τοῦτ’ ἐξ ἀνάγκης καὶ τῷ ἐν τούτῳ ὄντι τε καὶ περιεχομένῳ· ὁ γὰρ πᾶσαν δικαιοσύνην καλὸν λαβὼν πᾶν δὲ τὸ καλὸν ἀγαθὸν διὰ τοῦ ὅλου τε καὶ καθόλου τοῦ πᾶν τὸ καλὸν ἀγαθὸν εἶναι ἔδειξε τὸ καὶ τὴν δικαιοσύνην τοιοῦτον εἶναι μέρος ὂν τοῦ πᾶν τὸ καλὸν ἀγαθὸν εἶναι, εἴ γε καὶ ἡ δικαιοσύνη καλόν. τίς δὲ ὁ τοῦ συλλογισμοῦ λόγος, ἀποδέδωκεν. Ἐπεὶ τοίνυν ὁ συλλογισμὸς δεῖξίς τινός ἐστιν ἀμφισβητουμένου διά τινων ὁμολογουμένων, τὸ δὲ ἀμφισβητούμενον καὶ εἰς δεῖξιν προτεινόμενον πρόβλημα καλεῖται, εἴπωμεν βραχέα περὶ αὐτοῦ. ἔστι δὴ τὸ πρόβλημα τῷ γένει πρότασις· τὸ γὰρ αὐτὸ γένει πρόβλημα καὶ λῆμμα καὶ ὁμολόγημα καὶ συμπέρασμα καὶ ἀξίωμα· πάντα γὰρ προτάσεις τῇ σχέσει τὴν διαφορὰν ἔχοντα. προτιθέμενον μὲν γὰρ εἰς δεῖξιν ὡς μὴ γνώριμον πρόβλημα καλεῖται, λαμβανόμενον δὲ εἰς ἄλλου δεῖξιν λῆμμα καὶ ὁμολόγημα, ὡς Πλατῶν, καὶ ἰδίως πρότασις· ἀξίωμα δέ, ἂν ἀληθὲς ᾖ καὶ ἐξ αὑτοῦ γνώριμον· δεδειγμένον δὲ συμπέρασμα· τὸ γὰρ δειχθὲν γίνεται συμπέρασμα τῶν, δι’ ὧν ἐδείχθη. ἐπεὶ τοίνυν τὸ πρόβλημα πρότασις τῷ γένει, πᾶσα δὲ πρότασις ἐξ ὑποκειμένου ἐστὶν ὅρου καὶ κατηγορουμένου, τοῦ μὲν ὑποκειμένου ὄντος τοῦ, περὶ οὗ ὁ λόγος, κατηγορουμένου δὲ τοῦ περὶ τούτου λεγομένου, καὶ ὑποκειμένου μὲν ὄντος, ᾧ ὁ κατὰ τὸ ποσὸν διορισμὸς τῆς προτάσεως προστίθεται, τὸ πᾶς ἢ οὐδεὶς ἢ τὶς ἢ οὐ πᾶς, ᾧ δὲ τὸ ‘ἐστίν᾿ ἤ τι ἴσον τούτῳ δυνάμενον καὶ περιέχον ἐν αὑτῷ δυνάμει αὐτὸ τοῦτο, κατηγορουμένου· δύο δὴ ὄντων ὅρων τῶν ἐν τῷ προβλήματι, τοῦ μὲν ὑποκειμένου τοῦ δὲ κατηγορουμένου, ὃν δεῖ ὑπάρχοντα ἢ μὴ ὑπάρχοντα δειχθῆναι τῷ ὑποκειμένῳ, τρίτου τινὸς ὅρου δεῖ πρὸς τὴν ἐκείνου δεῖξιν, ὃς προσληφθεὶς ἢ 3 δείκνυσιν aB1 corr.: δεικνὺς Β pr., LM 4 καὶ (post ὅτι) om. a ante χρήσιμοί add. ὡς LM 4. 5 ὑπάγονται τῇ πίστει aL 5 τὰ νῦν a 7 συλλογισμὸς BLM: συλλογιστικὴ a 9 τε om. a 11 τοῦ aBM: τὸ L τὸ (post πᾶν) aBM: τι L ἔδειξε . . . τοιοῦτον εἶναι (12) oin. a καὶ om. LM 12 τοιοῦτον Β: ἀγαθὸν LM 16 post εἴπωμεν add. οὖν LM βραχέως M δὴ aBM: δὲ L 17 γὰρ aBM: γοῦν L 17 αὐτὸ Β1 corn, M: αὐτῷ a: τῷ L 19 προστιθέμενον L μὲν οm. a 20 πλατῶν (velut Gorg. c. 36 p. 480B, Theaet. c. 11 p. 155b) Β: περατοῦν LM: περατῶν a 21 προτάσεις aLM ὅταν a αὐτοῦ BLM: ἑαυτοῦ a 22 δὲ aBM: μὲν L γὰρ om. L 23 τῷ . . . πρότασις om. L 24 ὅρου ἐστὶν aL 25 τοῦ, περὶ οὗ . . . ὄντος (26) om. L 26 τὸ om. LM ὁρισμὸς a 27 τὸ (ante ἐστίν) aBM: ἂν L ἡ τι Β: ἤτοι aLM 28 τοῦτο a αὐτῷ aB: ἑαυτῷ M: τῷ αὐτῷ L κατηγορουμένου a: κατηγορούμενον Β (? ult. lit. evan., sed vid. fuisse ν) LM 29 δὴ aBM: δὲ L ὅρων ὄντων a συνάξει τοὺς ἐν τῷ προβλήματι ἢ χωρίσει καὶ διαστήσει. δεῖ δὲ τοῦτον τὸν προσλαμβανόμενον ἔξωθεν ὅρον σχέσιν τινὰ ποιὰν ἔχειν πρὸς τοὺς ἐν τῷ προβλήματι δύο ὅρους. οὗτος δὲ ληφθεὶς μέσος ἀμφοτέρων γίνεται καὶ διαιρεῖ τὸ πρόβλημα καὶ ποιεῖ τὴν μίαν πρότασιν δύο ἐν ἑκατέρᾳ αὐτῶν καὶ αὐτὸς παραλαμβανόμενος καὶ ἑκατέρῳ συντιθέμενος τῶν ἐν τῷ προβλήματι ὅρων ἐν μέρει, ποτὲ μὲν τῳ ὑποκειμένῳ ποτὲ δὲ τῳ κατηγορουμενῳ. καὶ τούτῳ γε γνωρίζεται ὁ μέσος ἔξωθεν παρειλημμένος τῷ δὶς λαμβάνεσθαι καὶ ἐν ἀμφοτέραις εἶναι ταῖς προτάσεσιν. καὶ καλεῖται ἡ τοιαύτη τῶν προτάσεων συμπλοκὴ συζυγία· συζυγία γάρ ἐστι κοινωνία δύο προτάσεων κατὰ ἕνα ὅρον, ὅς ἐστι μέσος· τῶν γὰρ διαφερουσῶν προτάσεων αἱ μὲν οὐδ’ ὅλως κοινωνοῦσιν ἀλλήλαις, ὡς ἡ ‘πᾶν δίκαιον καλόν’ καὶ ἡ ‘πᾶσα ἡδονὴ ἀγαθόν, αἱ δὲ κοινωνοῦσιν ἀλλήλαις· καὶ τῶν κοινωνουσῶν αἱ μὲν ὢ κατὰ ἕνα κοινωνοῦσιν ὅρον, αἱ δὲ κατὰ τοὺς δύο. ’Ev μὲν οὖν ταῖς κατὰ τοὺς δύο ὅρους κοινωνούσαις προτάσεσιν αἵ τε ἀντιθέσεις τῶν προτάσεων εἰσι καὶ αἱ ἀντιστροφαί. ὅταν μὲν γὰρ οὕτω κοινωνῶσι τῶν ὅρων, ὡς τὴν αὐτὴν αὐτοὺς τάξιν ἐν ἀμφοτέραις φυλάττειν ταῖς προτάσεσι διαφέρειν δὲ ἢ κατὰ τὸ ποιὸν ἢ κατὰ τὸ ποσὸν ἢ κατ’ ἄμφω, αἱ ἀντιθέσεις εὑρίσκονται αὐτῶν καὶ αἱ τῶν ἀντιθέσεων διαφοραί · ὅταν μὲν γὰρ τούς τε ὅρους ὁμοίως ἔχωσι κειμένους καὶ τὸ ποσὸν ταὐτὸν ἐν ἀμφοτέραις, διαφέρωσι δὲ κατὰ τὸ ποιόν, ἄν μὲν καθόλου ὦσιν, ἐναντίαι | γίνονται· ἡ γὰρ καθόλου καταφατικὴ τῇ καθόλου ἀποφατικῇ, ὅταν ἐπὶ τῶν αὐτῶν ὅρων ὦσι καὶ τῆς αὐτῆς τάξεως κατὰ τὸ καταφατικὸν μόνον καὶ τὸ ἀποφατικὸν διαφέρουσαι, ἐναντίαι εἰσίν· ὅταν δὲ ὦσιν ἐπὶ μέρους ἀμφότεραι, ὑπεναντίαι καλοῦνται, αἳ δοκοῦσι μὲν ἀντίθεσιν ἔχειν πρὸς ἀλλήλας, οὐ μὴν ἀντίκεινταί γε· ὅταν δὲ τὸ μὲν ποιὸν ταὐτὸν ἔχωσι πρὸς τῇ ὁμοίᾳ τάξει τῶν ὅρων, διαφέρωσι δὲ κατὰ τὸ ποσόν, ὑπάλληλοι γίνονται, αἵτινες οὗκ εἰσιν ὅλως ἀντικείμεναι· οὕτως γὰρ ἔχουσι πρὸς ἀλλήλας ἥ τε καθόλου καταφατικὴ πρὸς τὴν ἐπὶ μέρους καταφατικὴν καὶ ἡ καθόλου ἀποφατικὴ πρὸς τὴν ἐπὶ μέρους ἀποφατικήν· ὅταν δὲ καὶ κατὰ τὸ ποσὸν καὶ κατὰ τὸ ποιὸν ὦσι διαφέρουσαι καὶ τοὺς αὐτοὺς ἔχωσιν ὅρους καὶ ὁμοίως τεταγμένους, τότε ἀντίφασιν ποιοῦσιν· οὕτως ἔχουσιν ἥ τε καθόλου καταφατικὴ καὶ ἡ ἐπὶ μέρους ἀποφατικὴ πρὸς ἀλλήλας καὶ ἡ καθόλου 1 δὲ om. L 2 ἔχειν ποιὰν aLM 3 δὲ] δὴ conicio 4 post ποιεῖ add. δύο προτάσεις LM δύο om. aLM ἑκατέρῳ a 5 προσλαμβανόμενος a 7 γε om. aLM 8 ταῖς προτάσεσιν εἶναι a 9 post ἐστι non plane dclevit κατὰ L δύο προτάσεων κοινωνία L 10 μέσος aBL: μέρος M post μέσος add. ἑκατέρας LM 12 ἡδονὴ aBM: δόσις L 13 ὄρον κοινωνοῦσιν aLM 14 τοὺς om. aLM 16 κοινωνοῦσι L ὡς aBM: ὥστε L αὐτὴν aB: αὐτῶν LM ἐν ἀμφοτέραις cm. aLM 17 ante ταῖς add. ἐν a τὸ om. L κατὰ om. M τὸ om. L μὲν γὰρ ΒLM: δὲ a 20 post μὲν add. ydp LM 22 κατὰ BLM: καὶ a 23 τὸ om. aLM dubito, mim ἐναντία ἐστίν scribendum sit 24 ἀντιθέσεις a ἔχειν ἀντίθεσιν L 25 δὲ om. L 26 τὸ om. L 27 ὅλως aLM: ὅμως Β 30 ὦσι διαφέρουσαι ex διαφέρωσι B1 corr. ἔχωσιν ex ἔχουσιν B1 corr. ἀποφατικὴ καὶ ἡ ἐπὶ μέρους καταφατικὴ πάλιν πρὸς ἀλλήλας· ἀντιφατικῶς 15v γὰρ αἱ τοιαῦται ἀντίκεινται. ὅταν δὲ κοινωνῶσι μὲν κατὰ τοὺς δύο ὅρους αἱ προτάσεις ἀλλήλαις, μὴ τὴν αὐτὴν δὲ τάξιν ἔχωσιν ἐν αὐταῖς οἱ ὅροι, ἀλλὰ ἀνάπαλιν λαμβάνωνται, ἐν ταῖς οὕτω κοινωνούσαις εἰσὶν αἱ τῶν προτάσεων ἀντιστροφαί· ἔστι γὰρ προτάσεως ἀντιστροφὴ κοινωνία προτάσεων κατὰ τοὺς δύο ὅρους ἀνάπαλιν τιθεμένους μετὰ τοῦ συναληθεύειν. ὅταν μὲν οὖν κατὰ τὸ ποιὸν διαφέρωσιν, αἱ τοιαῦται ἀντιστροφαὶ γίνονταί τε καὶ λέγονται τῶν προτάσεων σὺν ἀντιθέσει. ὅταν δ’ αἱ αὐταὶ κατὰ τὸ ποιὸν ὦσιν, αἱ οὕτως λαμβανόμεναι καὶ συναληθεύουσαι ἀντιστροφαὶ χωρὶς ἀντιθέσεως γίνονται. τῶν δ’ οὕτως ἀντιστρεφουσῶν αἱ μὲν πρὸς τῷ ποιῷ καὶ τὸ ποσὸν ταὐτὸν φυλάττουσιν, ὡς αἱ καθόλου ἀποφατικαὶ ἐδείχθησαν ὑπάρχουσαί τε καὶ ἀναγκαῖαι· ὁμοίως καὶ αἱ ἐπὶ μέρους καταφατικαί· αἱ δέ τινες τὸ μὲν ποιὸν ταὐτὸν ἔχουσι, κτὰ δὲ τὸ ποσὸν διαφωνοῦσιν, ὡς αἱ πρὸς τὰς καθόλου καταφατικὰς ἀντιστρέφουσαι· εἰσὶ γὰρ αἱ ἐπὶ μέρους καταφατικαί· ὁμοίως δὲ καὶ αἱ πρὸς τὰς καθόλου ἀποφατικὰς ἐνδεχομένας· καὶ γὰρ πρὸς ταύτας αἱ ἐπὶ μέρους ἀποφατικαὶ ἐνδεχόμεναι ἀντιστρέφουσι. Καὶ τοιαύτη μὲν ἡ κατὰ τοὺς δύο ὅρους τῶν κοινωνουσῶν ἀλλήλαις προτάσεων διαφορά. αἱ δὲ κατὰ ἕνα ὅρον κοινωνοῦσαι ποιοῦσι μὲν τὰς συζυγίας, ὡς προεῖπον, κατὰ δὲ τὴν διάφορον τοῦ μέσου πρὸς τοὺς ἄκρους τοὺς ἐν τῷ προβλήματι κοινωνίαν ἡ τῶν συλλογιστικῶν σχημάτων γίνεται διαφορά· ὁ γὰρ μέσος οὗτος ὁ δὶς λαμβανόμενος καὶ ἑκατέρῳ τῶν ἄκρων συντασσόμενος, οἳ ἦσαν τοῦ προβλήματος μέρη, ἢ οὕτως λαμβάνεται, ὡς καὶ τὴν θέσιν μέσην ἔχειν ἐκείνων, τοῦ μὲν ὑποκειμένου ἐν τῷ προβλήματι κατηγορούμενος τῷ δὲ κατηγορουμένῳ ὑποκείμενος, ὡς ἔχει ἐπὶ τοῦ προβλήματος τοῦ ‘πότερον πᾶν δίκαιον ἀγαθὸν ἢ οὔ’ · ἔξωθεν γὰρ ὅρος παραληφθεὶς τὸ καλὸν καὶ κατηγορηθεὶς μὲν τοῦ δικαίου, ὃς ἦν ὑποκείμενος, ὑποτεθεὶς δὲ τῷ ἀγαθῷ, ὃς ἦν κατηγορούμενος, ἐποίησε συζυγίαν τοιαύτην· πᾶν δίκαιον καλόν, πᾶν καλὸν ἀγαθόν. ἡ τοιαύτη τοῦ μέσου θέσις καὶ ἡ οὕτως γινομένη τῶν προτάσεων κατὰ τὸν μέσον ὅρον κοινωνία καλεῖται σχῆμα πρῶτον· ἐν ᾗ γὰρ συζυγίᾳ ὁ μέσος καὶ δὶς λαμβανόμενος τοῦ μὲν κατηγορεῖται τῶν ἐν τῷ προβλήματι ὅρων τῷ δὲ ὑπόκειται, τοῦτο τὸ σχῆμα πρῶτον καλεῖται. ἢ πάλιν ὁ μέσος ἀμφοτέρων τῶν ἐν τῷ προβλήματι ὅρων κατηγορεῖται, ὡς γίνεται ἐπὶ τῆς τοιαύτης συζυγίας· ζητουμένου γάρ, εἰ ὁ ἄνθρωπος χρεμετιστικόν ἐστιν ἢ οὔ, τρίτος ὅρος ληφθεὶς τὸ λογικὸν καὶ κατηγορηθεὶς ἀμφοτέρων ἐκείνων, τοῦ τε ἀνθρώπου καὶ τοῦ χρεμετιστικοῦ, 1 ἡ om. Β ἀλλήλας ex ἀλλήλαις Β1 corr. 2 δὲ om. L 4 λαμβάνωνται M: λαμβάνονται aBL 4 ante προτάσεων add. δύο a 6 δύο om. a 7 τε om. L 8 δὲ LM 12 post ὁμοίως add. δὲ M 13 διαφωνοῦσιν aB: διαφέ- ρουσιν LM 15 αἱ om. aL 16 ταύταις Β αἱ οm. LM καταφατικαὶ a 18 διαφοραί a post τὰς add. δύο a 19 διαφορὰν a 20 κοινωνοῦντας a 21 ὁ δὶς λαμβανόμενος aBM: διαλαμβανόμενος L 22 μέρος a 24 ἐπὶ BLM: ἐκ a 30 καὶ om. a 31 τὸ om. L 33 ὡς aB: εἰ LM 34 χρεμμετιστικόν, ut semper, a ἐστιν om. L τρίτος BLM: μέσος a τοῦ μὲν ἀνθρώπου καταφατικῶς τοῦ δὲ χρεμετιστικοῦ ἀποφατικῶς, 15v συζυγίαν τοιαύτην · πᾶς ἄνθρωπος λογικόν, οὐδὲν χρεμετιστικὸν λογικόν. ἡ τοιαύτη τοῦ μέσου πρὸς τοὺς ἄκρους κοινωνία | ποιεῖ τὸ δεύτερον λεγόμενον 16r σχῆμα. γίνεται καὶ τρίτη τις τοῦ μέσου πρὸς τοὺς ἄκρους κοινωνία διαφέρουσα τῶν προειρημένων · ἔστι δὲ αὕτη , ὅταν ἀμφοτέροις τοῖς ὅροις τοῖς ἐν τῷ προβλήματι ὁ μέσος λαμβανόμενος ὑποκείμενος ᾖ, οἷον εἰ εἴη ζητούμενον, εἰ οὐσία τις ἔμψυχός ἐστιν ἢ οὔ, ληφθείη δὲ μέσος ὅρος τὸ ζῷον καὶ ὑποτεθείη ἀμφοτέροις τοῖς ὅροις, τῇ τε οὐσίᾳ καὶ τῷ ἐμψύχῳ, καὶ γένοιτο ‘πᾶν ζῷον οὐσία ἐστί , πᾶν ζῷον ἔμψυχόν ἐστι, τὶς ἄρα οὐσία ἔμψυχός ἐστιν’ · ἐν γὰρ τῇ τοιαύτῃ συζυγίᾳ ὁ μέσος ἀμφοτέροις ὑπόκειται. ἡ τοιαύτη συμπλοκὴ τοῦ μέσου πρὸς τοὺς ἄκρους τὸ τρίτον λεγόμενον σχῆμα ποιεῖ. καὶ ἔστι μόνα ταῦτα τὰ τρία σχήματα, ὅτι καθόλου μὲν ἡ τοῦ μέσου λῆψις ἦν τῶν τε συζυγιῶν καὶ τῶν σχημάτων γεννητική, παρὰ δὲ τοὺς προειρημένους τρόπους ἀδύνατον κατ’ ἄλλην τινὰ σχέσιν ἐν τρισὶν ὅροις μέσον ὅρον πρὸς τοὺς ἄκρους τοὺς δύο συνταχθῆναι, πᾶς δὲ συλλογισμὸς ἀπλοῦς ἐκ τριῶν ὅρων καὶ δύο προτάσεων, ὡς δείξει. Ἐπεὶ δὲ καθ’ ἕκαστον σχῆμα καὶ συλλογιστικαί τινές εἰσι συζυγίαι καὶ ἀσυλλόγιστοι, περὶ τούτων ποιήσεται τὸν λόγον καὶ δείξει , πόσοι καὶ τίνες οἱ καθ’ ἕκαστον σχῆμα συλλογισμοί. καὶ πρῶτόν γε τὸν λόγον περὶ 15 τοῦ πρώτου σχήματος, ὡς εἶπον, ποιεῖται· εἰκότως γὰρ πρῶτον τοῦτο, ἐν ᾧ ὁ μέσος οὐ τῇ πρὸς τοὺς ἄκρους σχέσει μόνον ἀλλὰ καὶ τῇ τάξει μέσος ἐστὶ καὶ τῇ θέσει· οἷς γὰρ σχήμασι τῆς γενέσεως ὁ μέσος ὅρος αἴτιος, τούτων καὶ τῆς τάξεως ἂν εἰκότως αὐτὸς εἴη κύριος. προτάσσει οὖν τοῦτο τὸ σχῆμα τῶν ἄλλων, ἐν ᾧ τυγχάνει μέσος ὁ αὐτὸς ὢν κατὰ πάντα. ἔτι οἱ μὲν ἐν τούτῳ τῷ σχήματι γινόμενοι συλλογισμοὶ τέλειοί εἰσιν ἀτελεῖς δὲ οἱ ἐν τοῖς ἄλλοις καὶ παρὰ τούτου βοηθούμενοι· πρότερον δὲ τὸ τέλειον τοῦ ἀτελοῦς. ἔχει δὲ καὶ τὰ δύο σχήματα τὴν γένεσιν ἀπὸ τοῦ πρώτου· οὐσῶν γὰρ δύο προτάσεων ἐν αὐτῷ, τῆς μὲν πρὸς τῷ μείζονι ἄκρῳ τῆς δὲ πρὸς τῷ ἐλάττονι ἔστι δὲ μείζων ἄκρος ὁ ἐν τῷ προβλήματι κατηγορούμενος· ὁμοίως δὲ καὶ ἐν τῷ συμπεράσματι μείζων λεγόμενος, ὅτι ἐστὶν ἐπὶ πλέον τοῦ, οὗ κατηγορεῖται· οὐκ ἀεὶ μὲν τοῦτο· ἔστι γάρ ποτε καὶ ἐπ’ ἴσης· ἀλλὰ τὸ μὲν ἐπ’ ἴσης ποτὲ γίνεσθαι κοινόν ἐστι τῷ τε ὑποκειμένῳ καὶ τῷ κατηγορουμένῳ, ὅτε δὲ μή εἰσιν ἴσοι, ἴδιον τοῦ μὲν κατηγορουμένου 2 λογικός (ante οὐδὲν) M οὐδὲν Β1 corr. 4 τις om. aLM G εἴη aB: ἦ LM 7 ληφθῇ M 9 πᾶν ζῷον (ante οὐσία) bis L τὶς ἄρα οὐσία ἔμψυχός ἐστιν aLM: πᾶν ἔμψυχον οὐσία Β; sed ad πᾶν adscr. in marg. infer. Β2: οὕτως οἶμαι ὀρθῶς· πᾶν ζῷον ἔμψυχον· πᾶν ζῷον οὐσία· τὶς ἄρα οὐσία ἔμψυχος 11 post ἡ add. γοῦν M λεγόμενον τρίτον a 13 τε om. a γεννητική aB: ποιητική LM 14 δὲ om. LM 16 ἁπλοῦς ex ἁπλῶς corr. Β1: οm. L 17 τινές om. LM 21 ᾧ ex ᾗ corr. Β1 ὁ μέσος . . . ἐν ᾦ (24) om. L 23 προτάσσει aL: προάγει BM 26 παρὰ ex περὶ corr. Β1 τοῦτο L πρότερον ex πότερον corr. Β1 27 ἀπὸ τοῦ πρώτου . . . κατηγορούμενος (30) om. L 29 ἄκρος BM: ὅρος a 30 post ὅτι add. δ’ a 31 τοῦ om. aL post μὲν add. γὰρ aLM 32. 33 κατηγορουμένῳ καὶ τῷ ὑποκειμένῳ a 33 ἴδιον τοῦ μὲν κατηγορουμένου om. L: μὲν om. aM τὸ ἐπὶ πλέον λέγεσθαι τοῦ δὲ ὑποκειμένου τὸ ἐπ’ ἔλαττον· λέγω δὲ ἐν 16r ταῖς ἀληθέσι προτάσεσιν· οὐδέποτε γὰρ ἀνάπαλιν· ἀπὸ τοῦ ἰδίου δὴ ἑκάτερος, καὶ ὅτε ἴσοι εἰσίν , ἔχει τὸ ὄνομα· ὁ μὲν γὰρ κατηγορούμενος μείζων λέγεται, καὶ ὅτε ἐστὶν ἴσος, ἐπεὶ ἴδιον αὐτοῦ τὸ ποτὲ μεῖζον μηδέποτε δὲ ἔλαττον, ὁ δὲ ὑποκείμενος ἐλάττων· τούτου γὰρ τοῦτο ἴδιον · οὐδέποτε γὰρ μείζων οὗτος), οὐσῶν οὖν δύο προτάσεων ἐν τῷ πρώτῳ σχήματι, τῆς μὲν ἐχούσης τὸ μέσον συντεταγμένον τῷ κατηγορουμένῳ καὶ μείζονι καὶ διὰ τοῦτο καὶ αὐτῆς μείζονος λεγομένης τῆς δὲ ἐχούσης τὸ μέσον τῷ ὑποκειμένῳ καὶ ἐλάττονι συντασσόμενον καὶ διὰ τοῦτο καὶ αὐτῆς ἐλάττονος λεγομένης, ἡ ἑκατέρας τούτων τῶν προτάσεων ἀντιστροφὴ ἑκάτερον ἐκείνων τῶν σχημάτων γεννᾷ , ὥστε καὶ κατὰ τοῦτο πρῶτον ἐκείνων, ὅτι καὶ τῶν ἄλλων γεννητικόν. ἐπεὶ δέ ἐστιν ἐν συλλογισμῷ κυριώτερον τὸ καθόλου ἴδιον γὰρ τῆς συλλογιστικῆς πίστεως τὸ ἐκ τοῦ καθόλου δεικνύναι) καὶ ἔστιν ἡ μείζων πρότασις καθόλου ἡ. ἐν τῷ πρώτῳ σχήματι, εἰ εἴη συλλογιστικὴ ἡ συζυγία, ἡ τῆς μείζονος καὶ κυριωτέρας προτάσεως ἀντιστροφὴ τὸ κυριώτερον καὶ πρῶτον τῶν λοιπῶν σχημάτων γεννήσει· γίνεται δὲ ἀντιστραφείσης ἐκείνης ὁ μέσος ἀμφοτέρων κατηγορούμενος· εἰκότως ἄρα μέσον σχῆμα καὶ δεύτερον, ἐν ᾧ ὁ μέσος ἀμφοτέρων κατηγορεῖται. τρίτον δὲ καὶ ἔσχατον τὸ κατ’ ἀντιστροφὴν γινόμενον τῆς ἐν τῷ πρώτῳ σχήματι ἐλάττονος προτάσεως, ἧς ἀντιστραφείσης ὁ μέσος ἀμφοτέροις ὑποκείμενος γίνεται. ἔτι καὶ διὰ τοῦτο τὸ πρῶτον πρῶτόν ἐστι σχῆμα, ὅτι ἐν τούτῳ τῷ σχήματι συνάγεται πάντα τὰ προβλήματα, καὶ καθόλου καταφατικὸν καὶ | καθόλου ἀποφατικὸν καὶ ἐπὶ μέρους καταφατικόν τε καὶ ἀποφατικόν, 16v ὥστε καὶ διὰ τοῦτο εὐλόγως τοῦτο πρῶτον ὁλόκληρον καὶ τέλειον πάντη ὄν. ἐπὶ γὰρ τῶν δύο τῶν λοιπῶν σχημάτων οὐ συνάγεται πάντα· δύο γὰρ ὄντων καθ’ ἑκάστην πρότασιν, ποιοῦ τε καὶ ποσοῦ, καὶ ὄντος ἐν μὲν ποσῷ τιμιωτέρου τοῦ καθόλου ἐν δὲ τῷ ποιῷ τοῦ καταφατικοῦ ἑκάτερον αὐτῶν πλεονεκτεῖ κατά τι θατέρου, τὸ μὲν δεύτερον τοὐ τρίτου τῷ ἐν αὐτῷ καθόλου συνάγεσθαι, ὃ ἦν ἄμεινον ἐν ποσῷ καταφατικὸν γὰρ οὐδὲν ἐν τούτῳ τῷ σχήματι δείκνυται), τὸ δὲ τρίτον τοῦ δευτέρου τῷ ἐν τούτῳ πάλιν τὸ καταφατικὸν συνάγεσθαι, ὃ ἦν τιμιώτερον ἐν ποιῷ· καθόλου γὰρ 3 post ὅτε add. δὴ aLM εἰσὶν ἴσοι aLM γὰρ om. aLM 4 λέγεσθαι a post ποτὲ add. μὲν a μείζων LM 5 ἔλαττον Β: ἐλάττων LM: om. a ὁ δὲ BLM: ὡς ὁ a τούτου aBM: τοῦτο L τοῦτο aBM: τούτω L 6 οὖν om. L 7 μέσον aBM: πρῶτον L 8 καὶ (ante διὰ) om. a τῆς δὲ . . . λεγομένης (10) bis L δ’ M 9 ἐλάσσονι a: ἔλαττον Β 11 post κατὰ add. κοινοῦ a ὅτι om. L 12 γεννητική L ἔνεστιν a κυριωτέρῳ M: κύριον a 13 τοῦ om. a 14. 15 συλλογιστικὴ εἴη aLM 15 ἡ (ante τῆς) BLM: εἰ a ἀντιστροφῆς omisso προτάσεως a 16 πρῶτον καὶ κυριώτερον aLM γεννήσεως a 17 ἄρα om. aLM 18 μέσον om. Β 19 ἔσχατον aLM: ἕκαστον B 20 post μέσος add. ὅρος LM 21 post ἔτι add. δὲ L πρῶτον alterum om. L τούτῳ post σχήματι (22) transponit a 22 καταφατικὰ aLM 23 ἀποφατικὰ . . . καταφατικά . . . ἀποφατικά aLM τε om. a 24 πρῶτον om. L 25 λοιπῶν δύο omisso altero τῶν LM συνάγονται a 28 τρίτου aB: πρώτου LM οὐδὲν ἐν τρίτῳ συνάγεται σχήματι. ἐπεὶ δὲ ἴδιον συλλογισμοῦ μᾶλλον τὸ 16v καθόλου ἢ τὸ καταφατικόν καὶ γὰρ ἡ γένεσις αὐτῷ ἐκ τούτου, καὶ τούτῳ τῶν ἄλλων πίστεων διαφέρει), εἰκότως τὸ ἐν τῷ ἰδίῳ τοῦ συλλογισμοῦ πλεονεκτοῦν σχῆμα καὶ τοῦτο ἔχον προτάσσεται τοῦ μηδὲν δεικνύντος καθόλου· ᾧ καὶ ὁ δεύτερος ἀναπόδεικτος πλεονεκτῶν τοῦ τρίτου τὴν πρὸ αὐτοῦ τάξιν ἔχει. ἀλλὰ καὶ ὄντος συλλογισμοῦ τοῦ μὲν ἀποδεικτικοῦ τοῦ δὲ διαλεκτικοῦ τοῦ δὲ σοφιστικοῦ καὶ τιμιωτάτου μὲν τοῦ ἀποδεικτικοῦ δευτέραν δὲ ἔχοντος τάξιν τοῦ διαλεκτικοῦ καὶ τρίτην τοῦ σοφιστικοῦ τῷ μὲν ἀποδεικτικῷ τὸ πρῶτον σχῆμα οἰκειότερον· οἱ γὰρ ἀποδεικνύντες κυρίως καθόλου καταφατικὰ συμπεραίνονται· διὰ τούτων γὰρ ἡ ἀπόδειξις, ἃ μόνον διὰ τοῦ πρώτου δείκνυται σχήματος· ὅθεν εὐλόγως καὶ διὰ τοῦτο πρῶτον. τῷ δὲ διαλεκτικῷ τὸ δεύτερον· σχεδὸν γὰρ ὁ διαλεκτικὸς ἀεὶ τὰ τιθέμενα ὑπὸ τοῦ προσδιαλεγομένου ἀνασκευάζειν πειρώμενος ἀποφατικὰ συνάγει· τούτοις δὲ τὸ δεύτερον ἀνάκειται σχῆμα. οἱ δὲ σοφισταὶ ἀδιόριστα ἐρωτῶντές 15 τε καὶ συνάγοντες, τῷ τὸ ἀδιόριστον ἴσον δύνασθαι τῷ ἐπὶ μέρους ἐπὶ μέρους δὲ πάντα ἐν τῷ τρίτῳ σχήματι συνάγεσθαι οἰκεῖον ἄν ἔχοιεν τοῦτο τὸ σχῆμα. Ἡ μὲν οὖν ποιότης τῶν σχημάτων καὶ ἡ τάξις καὶ ἡ τῆς τάξεως αἰτία αὕτη τε καὶ διὰ ταῦτα. δεῖ δὲ ἐν τῷ πρώτῳ σχήματι τῷ ἔχοντι τὸν μὲν μείζονα ὅρον κατηγορούμενον τοὐ μέσου τὸν δὲ μέσον τοῦ ἐσχάτου καὶ ἐλάττονος τὸν μὲν ἐλάττονα καὶ ἔσχατον ὅρον ἐν ὅλῳ εἶναι τῷ μέσῳ ἐξ ἀνάγκης ἢ ὅλον ἢ μέρος αὐτοῦ, εἰ μέλλοι συλλογισμὸς ἔσεσθαι. οὕτως δ’ ἐχόντων τῶν ὅρων τούτων πρὸς ἀλλήλους ἔσται ἡ ἐλάττων πρότασις ἐλάττων δὲ ἡ πρὸς τῷ ἐλάττονι ἄκρῳ) ἢ καθόλου καταφατικὴ ἢ ἐπὶ μέρους 25 καταφατική, καταφατικὴ δὲ πάντως· μὴ γὰρ οὔσης ταύτης ἐν τῷ πρώτῳ σχήματι καταφατικῆς ἀδύνατον γενέσθαι συλλογισμόν. τὴν δὲ μείζονα πρότασιν ἀναγκαῖον εἶναι πάλιν καθόλου, εἰ μέλλοι συλλογισμὸς ἔσεσθαι ἐν πρώτῳ σχήματι· ἐπεὶ γὰρ ἐν ὅλῳ τῷ μέσῳ ὅρῳ ὁ ἐλάττων ἐστὶ καὶ μέρος αὐτοῦ δύναται εἶναι, εἰ καί ποτε ἴσος αὐτῷ λαμβάνεται, καὶ μείζων ὁ μέσος τοῦ ἐλάττονος, εἰ μὴ κατὰ παντὸς τοῦ μέσου ὁ μείζων ἄκρος κατηγοροῖτο, κατὰ δὲ μέρος αὐτοῦ, οὐκ ἐξ ἀνάγκης οὐδ’ ὁ ἐλάττων ὅρος περιλαμβάνεται ὑπ’ αὐτοῦ· δύναται γὰρ ἑτέρου τινὸς μέρους τοῦ μέσου ὁ μείζων κατη- 1 τρίτῳ Β: τῷ τρίτῳ LM: τούτῳ τῷ a σχήματι συνάγεται aLM δὲ Β: γὰρ LM: om. a μᾶλλον συλλογισμοῦ a 2 τούτων a 3 τοῦ συλλογισμοῦ aBM: συλλογισμῷ L 4 πλεονεκτεῖν Β 5 ὁ om. a ante τὴν add. τῷ a τὴν πρὸ αὐτοῦ om. L 6 ἔχειν aL 8 post ἔχοντος eras. 1 lit. Β 9 τὸ BLM: τῷ a οἰκειότατον a 10 τοιούτων aLM μόνον a: μόνα BLM 11 δείκνυνται M 12 δὲ om. L 13 ἀποφατικὸν M 15 τε om. a 16 τοῦτο ἔχοιεν a 19 τε om. L μὲν om. LM 21 ἐλάττονος aBM: ἐλάττονα L 22 μέλλει a 23 δὲ L ἀλλήλοις a 25 καταφατικὴ (post μέρους) aB: ἀποφατική LM ταύτης post σχήματι (26) transponit a 26 ἀποφατικῆς B 27 μέλλει a post ἐν add. τῷ LM 28 ante μέρος add. κατὰ a 29 λαμβάνεται αὐτῷ L 31 αὐτῷ M οὐδὲ LM περιλαμβάνοιτο aM 32 μέσου in ras. L γορεῖσθαι, εἰ ἐπὶ μέρους εἴη, καὶ μὴ τούτου, ὅ ἐστιν ἢ ὅλος ὁ ἐλάττων 16v ὅρος ἢ μέρος αὐτοῦ. ὡς γὰρ ὁ μὲν μέρος τοῦ προσώπου τρωθεὶς οὐ πάντως τὸν ὀφθαλμὸν τέτρωται, ὁ δὲ πᾶν αὐτὸ τετρωμένος ἔχει καὶ τὸν ὀφθαλμὸν τετρωμένον ὄντα ἐν ὅλῳ τῷ προσώπῳ, οὕτως δὴ καὶ ἐπὶ τῆς ὢ προκειμένης συζυγίας ὁ μὲν ἄκρος ὅλον τὸν μέσον περιλαμβάνων καὶ τὰ μέρη αὐτοῦ πάπα συμπεριείληφεν, ὁ δὲ μέρος αὐτοῦ οὐ πάντως ἤδη καὶ τοῦτο, ὅ ἐστιν ἢ ὅλος ὁ ἐλάττων ὅρος ἢ μέρος αὐτοῦ. ἔσται οὖν καὶ ἡ μείζων πρότασις ἐξ ἀνάγκης καθόλου ἢ καταφατικὴ ἢ ἀποφατική, καὶ ἕξει ἐν πρώτῳ σχήματι ἡ μὲν μείζων πρότασις τὸ μὲν ποσὸν ὡρισμένον (καθόλου γάρ) ἀόριστον δὲ τὸ ποιόν, ἡ δὲ ἐλάττων ἀνάπαλιν τὸ μὲν ποιὸν ὡρισμένον ἕξει πάντως γὰρ ἔσται καταφατική) ἀόριστον δὲ τὸ ποσόν· καὶ γὰρ καθόλου 1 οὕσης αὐτῆς καταφατικῆς καὶ ἐπὶ μέρους συλλογισμὸς ἔσται· 17r ὥστε ἔσται ἡ μὲν μείζων πρότασις ἐν πρώτῳ σχήματι ἡ καθόλου κάτα φατικὴ ἢ καθόλου ἀποφατική, ἡ δ’ ἐλάττων ἢ καθόλου καταφατικὴ ἡ ἐπὶ μέρους. τεσσάρων δὴ οὐσῶν προτάσεων, δύο μὲν καθόλου ἢ καταφατικῆς ἢ ἀποφατικῆς δύο δὲ καταφατικῶν ἢ καθόλου ἢ ἐπὶ μέρους, συμπλεκομένων τούτων τέσσαρες γίνονται συμπλοκαί. διὸ καὶ τέσσαρες συλλογισμοὶ τοῦ πρώτου σχήματος· ἢ γὰρ καθόλου οὖσα ἡ ἐλάττων καταφατικὴ συνταχρήσεται τῇ μείζονι οὔσῃ καὶ αὐτῇ καθόλου καταφατικῇ, ἢ μένουσα αὐτὴ καθόλου καταφατικὴ τῇ μείζονι καθόλου ἀποφατικῇ συντεθήσεται, ἢ γενομένη ἐπὶ μέρους καταφατικὴ συνταχθήσεται τῇ μείζονι ποτὲ μὲν καθόλου καταφατικῇ οὔσῃ ποτὲ δὲ καθόλου ἀποφατικῇ. Τὸ δὲ συμπέρασμα ἀεὶ ἐν τῷ πρώτῳ σχήματι παρὰ μὲν τῆς μείζονος προτάσεως τὸ ποιὸν ἕξει· ὁποία γὰρ ἄν ἡ μείζων ᾖ, ἄν τε καταφατικὴ ἄν τε ἀποφατική, καὶ τὸ συμπέρασμα τοιοῦτον ἔσται· τὸ δὲ ποσὸν παρὰ τῆς ἐλάττονος· καθόλου μὲν γὰρ οὔσης τῆς ἐλάττονος ἔσται καὶ τὸ συμπέρασμα καθόλου, εἰ δὲ ἐπὶ μέρους ἐκείνη, ἐπὶ μέρους καὶ τὸ συμπέρασμα. ὁρίζεται δὴ τὸ συμπέρασμα ὑπὸ τοῦ ἐν ἑκατέρᾳ προτάσει ἀορίστου, ὃ καὶ αὐτὸ μαρτύριον ἄν εἴη τοῦ ἐκ τῶν τεθέντων γίνεσθαι τὸν συλλογισμόν, τοῦτ’ ἔστιν ἐκ τῶν συγχωρουμένων· συγχωρεῖται γὰρ ταῦτα, ἁ καὶ μὴ συγχωρηθῆναι δύναται· ἃ δέ ἐστιν ἀναγκαῖα καὶ ὧν ἀναιρουμένων οὐκ ἄν 1 τοῦτο LM ὅλον a 3 post πάντως add. ἤδη a 4 οὕτω M δὴ καὶ LM: δὲ Β: καὶ a πάντα αὐτοῦ L 7 ὅ om. L ὅλον a ὁ aLM: ἢ Β ἔσται scripsi: ἔστω libri 8 post καθόλου add. μέρος ἡ καταφατικῆς ἡ ἀποφατικῆς Β ἡ prius ex ἡ corr. Β1 9 μὲν (ante ποσὸν) a: om. BLM 9. 10 καθόλου γὰρ om. a 11 ἐστὶ aLM καταφατικόν a δὲ om. M 12 αὐτῆς BM: τῆς a: om. L 14 δὲ M καταφατικὴ ἡ καθόλου a 15 ante προτάσεων add. τῶν LM 16 post δὲ add. κατὰ μέρος ἡ B καταφατικῶν a: καταφατικῆς ἢ ἀποφατικῆς Β: om. LM ἡ καθόλου ἢ om. LM 18 οὖσαι a 19 τῇ aL, itemque sed corr. Β: τῷ Β pr., M αὐτὴ aLM: αὐτὴ Β 20 καθόλου ἀποφατικῇ . . . μείζονι (21) om. L συντεθήσεται Β: συνταχθήσεται aM 23 δὲ om. L αἰεὶ Μ τῷ om. aLM παρὰ aM: π B: om. L 25 τοιοῦτον BM: τοῦτον aL 27 ante ἐκείνη add. έστιν a 28 δὴ Β: δὲ a: om. LM γένοιτο συλλογισμός, ταῦτα οὐκ ἄν εἴη τιθέμενα καὶ συγχωρούμενα. ὅτι 17r οὖν ἐκ τῶν τεθέντων, δῆλον ἐκ τοῦ τούτοις ὅμοιον γίνεσθαι τὸ συμπέρασμα τοῖς συγχωρηθεῖσιν, οὐ τοῖς ἐξ ἀνάγκης ὑπάρχουσιν. καὶ γὰρ εἰ τῷ ὡρισμένῳ τῶν προτάσεων ἐγίνετο ὅμοιον τὸ συμπέρασμα, ἀεὶ ἄν ταὐτό τε καὶ ἓν συνήγετο καθόλου γὰρ καταφατικόν, καταφατικὸν μὲν διὰ τὴν ἐλάττω, καθόλου δὲ διὰ τὴν μείζω), καὶ οὐκ ἄν ἄλλο τι οἷόν τ’ ἦν δεῖξαι συλλογιστικῶς ἐν πρώτῳ σχήματι. ἔτι οὕτως γίνεται τὸ τῷ χείρονι τῶν λαμβανομένων ὅμοιον γίνεσθαι τὸ συμπέρασμα. ὅταν μὲν οὖν ἀμφότεραι αἱ προτάσεις ὦσι καθόλου τε καὶ καταφατικαί, καὶ τὸ συμπέρασμα γίνεται τοιοῦτον, καὶ εἰκότως ἂν ὁ τοιοῦτος συλλογισμὸς τὴν πρώτην ἔχοι τάξιν ἔχων ἐν τῷ συμπεράσματι καὶ τὸ ἐν τῷ ποσῷ καὶ τὸ ἐν τῷ ποιῷ βέλτιον. μεταπεσούσης δὲ τῆς μείζονος εἰς τὸ καθόλου ἀποφατικὸν ὁ δευτέραν ἔχων τάξιν· τὸ γὰρ ἐν τῷ ἰδίῳ τοῦ συλλογισμοῦ βέλτιον ἔχει πάλιν οὗτος ὁ συλλογισμός, εἰ καὶ μὴ ἀμφότερα· τὸ γὰρ καθόλου. ἄν δὲ ἡ ἐλάττων μεταπέσῃ καὶ ἐπὶ μέρους γένηται, καθόλου μὲν καταφατικῆς οὕσης τῆς μείζονος ἐπὶ μέρους δὲ τῆς ἐλάττονος καταφατικὸν ἔσται τὸ συμπέρασμα, καὶ τρίτος οὗτος τῇ τάξει συλλογισμὸς πλεονεκτῶν τοῦ μετ’ αὐτὸν τῷ ἐν τῷ ποιῷ βελτίονι· καταφατικὸς μὲν γὰρ οὗτος, ἐκεῖνος δὲ ἀποφατικός. ὅταν δὲ οὔσης τῆς ἐλάττονος ἐπὶ μέρους καταφατικῆς ἡ μείζων γένηται καθόλου ἀποφατική, γίνεται τὸ συμπέρασμα ἐπὶ μέρους ἀποφατικόν, καὶ ἔσχατος οὗτος συλλογισμὸς ἐν τῷ πρώτῳ σχήματι τοῦ μὲν κατὰ τὸ ποσὸν τοῦ δὲ κατὰ τὸ ποιὸν τοῦ δὲ κατ’ ἄμφω ἐλαττούμενος τῶν πρὸ αὐτοῦ. καὶ τοσαῦται μὲν αἱ ἐν τῷ πρώτῳ σχήματι συλλογιστικαὶ συζυγίαι, καὶ οὕτως εὑρίσκονται, εἰ ἐπὶ τῶν διωρισμένων προτάσεων λαμβάνοιντο. εἰ δὲ καὶ τὰς ἐξ ἀδιορίστων συζυγίας συναριθμοῦμεν , δύο ἄλλοι συλλογισμοὶ ἐν πρώτῳ σχήματι εὑρεθήσονται τῆς ἐλάττονος ἀδιορίστου καταφατικῆς· λαμβανομένης καὶ συντασσομένης ποτὲ μὲν τῇ μείζονι καθόλου οὔσῃ καταφατικῇ, ἧς συζυγίας τὸ συμπέρασμα ἀδιόριστον καταφατικὸν ἔσται, ποτὲ δὲ τῇ μείζονι καθόλου ἀποφατικῇ ληφθείσῃ, ἧς τὸ συμπέρασμα ἀδιόριστον ἀποφατικόν. ἀδύνατον γὰρ τῆς μείζονος ἀδιορίστου ληφθείσης συλλογισμὸν γενέσθαι. αἰεὶ δὲ δοκεῖ τὸ συμπέρασμα ὅμοιον γίνεσθαι τῷ | χείρονι τῶν ἐν 17v ταῖς προτάσεσιν εἰλημμένων καὶ κατὰ τὸ ποσὸν καὶ κατὰ τὸ ποιόν. Τοσαύται μὲν οὖν ἐν τῷ πρώτῳ σχήματι αἵ συλλογιστικαὶ συζυγίαι. αἱ δὲ πᾶσαι ἐν τῷ πρώτῳ σχήματι καὶ ἐν τοῖς ἄλλοις δύο ἔσονται συζυγίαι, εἰ καὶ τὰς ἀδιορίστους συναριθμοίη τις, λς΄, καθ’ ἕκαστον σχῆμα ἑξαχῶς 2 τοῦ τούτοις aBM: τοῖς L 4. 5 ταὐτό τε καὶ ἓν Β: ἓν καὶ ταὐτὸ ταὐτὸν M) aLM 5 καταφατικὴ bis aL 6 διὰ om. a ἂν post τι transponit a τε LM ἦν om. L 7 τὸ ELM: τῷ a 10 ἔχοι Β: ἔχει ἔχη Μ 11 τῷ (ante ποσῷ) om. a τὸ om. L τῷ (ante ποιῷ) om. aL 15 μὲν om. L 17 τῆς τάξεως a 21 τὸ om. L 21. 22 ποσὸν τοῦ δὲ κατὰ τὸ om. a 22 τὸ om. L κατὰ L 26 εὑρίσκονται a 30. 31 γίνεσθαι L 32 τὸ (ante ποσὸν) om. aL τὸ (ante ποιόν) om. L 33 αἱ om. a 34 δύο scripsi (cf. p. 52,16): δὲ BLM: om. a 35 λς΄ aLM: καὶ B τῆς ἑτέρας προτάσεως συντιθεμένης τῇ ἑτέρᾳ ὁμοίως καὶ αὐτῆς ἑξαχῶς 17v λαμβανομένης. οὔσης μὲν γὰρ τῆς μείζονος καθόλου καταφατικῆς ἓξ ἔσονται συζυγίαι τῆς ἐλάττονος ἢ καθόλου καταφατικῆς λαμβανομένης ἡ καθόλου ἀποφατικῆς ἢ ἐπὶ μέρους καταφατικῆς ἢ ἐπὶ μέρους ἀποφατικῆς ἢ ἀδιορίστου καταφατικῆς ἢ ἀποφατικῆς. εἰ δὲ εἴη πάλιν ἡ μείζων καθόλου ἀποφατική, πάλιν ἓξ ἄλλαι συμπλοκαὶ τῆς ἐλάττονος ἑξαχῶς αὐτῇ, καθ’ ἃ προειρήκαμεν, συντίθεσθαι δυναμένης. ἑξαχῶς δὲ πάλιν συντεθήσεται ἡ ἐλάττων τῇ μείζονι, κἂν ἀδιόριστος καταφατικὴ ληφθῇ. ὁμοίως δὲ καὶ ἰσαχῶς καὶ ἀδιορίστου αὐτῆς ἀποφατικῆς ληφθείσης. τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ μέρους λαμβανομένης ποτὲ μὲν καταφατικῆς ποτὲ δὲ ἀποφατικῆς. μεταπιπτούσης <δὴ> ἑξαχῶς τῆς μείζονος καὶ γινομένης καὶ αὐτῆς ποτὲ καθόλου καταφατικῆς ποτὲ δὲ καθόλου ἀποφατικῆς ποτὲ δὲ ἀδιορίστου καταφατικῆς ἢ ἀποφατικῆς ποτὲ δὲ ἐπὶ μέρους ἢ καταφατικῆς ἢ ἀποφατικῆς, τῷ καθ’ ἑκάστην διαφορὰν ἑξαχῶς αὐτῇ τὴν ἐλάττονα συντίθεσθαι ἔσονται ἑξάκις ἓξ αἱ πᾶσαι τῶν προτάσεων ἐν τούτῳ τῷ σχήματι συμπλοκαί. αἱ αὑταὶ δὲ καὶ ἐν τοῖς ἄλλοις δύο. ἐξαιρουμένων δὲ τῶν ἀδιορίστων ἔσονται αἱ πᾶσαι συμπλοκαὶ τετράκις τέσσαρες, αἳ γίνονται ις΄, ἐξ ὧν ὑφαιρουμένων τεσσάρων τῶν συλλογιστικῶν αἱ καταλειπόμεναι γίνονται ἀσυλλόγιστοι συζυγίαι δώδεκα. συλλογιστικαὶ δὲ καὶ δόκιμοι συζυγίαι λέγονται αἱ μὴ συμμεταβάλλουσαι τῇ τῆς ὕλης διαφορᾷ μηδὲ ἄλλοτε ἀλλοῖον συνάγουσαί τε καὶ δεικνύουσαι ἀλλὰ αἰεὶ καὶ ἐπὶ πάσης ὕλης ὅμοιόν τι καὶ ταὐτὸν εἶδος ἐν τῷ συμπεράσματι φυλάττουσαι. ἡ δὲ συμμεταπίπτουσα τῇ ὕλῃ καὶ συμμετασχηματιζομένη καὶ ἄλλοτε ἀλλοῖον καὶ μαχόμενον ἴσχουσα τὸ συμπέρασμα ἀσυλλόγιστός τε καὶ ἀδόκιμος συζυγία, ὡς ἄνθρωπος ἀδόκιμος ὁ μὴ ἑστὼς τὴν γνώμην μηδὲ βέβαιος. Ποιούμενος δὲ τὸν λόγον ἐπὶ τοῦ πρώτου σχήματος πρῶτον διὰ παραδείγματος αὐτό, ὁποῖόν ἐστιν, ἐνεδείξατο εἰπὼν ὅταν οὖν ὅροι τρεῖς οὕτως ἔχωσι πρὸς ἀλλήλους, ὥστε τὸν ἔσχατον ἐν ὅλῳ εἶναι τῷ μέσῳ καὶ τὸν μέσον ἐν ὅλῳ τῷ πρώτῳ εἶναι ἢ μὴ εἶναι· ταῦτα γὰρ παραδείγματα, τὸ μὲν τοῦ πρώτου συλλογισμοῦ τὸ δὲ τοῦ 1 ἑτέρας om. aLM 3 καταφατικῆς λαμβανομένης Β: ληφθείσης καταφατικῆς a: καταφατικῆς LM καθόλου alterum om. LM 7 συντεθήσεται post μείζονι (8) transponit a 8 ἀόριστος a 9 καὶ om. a: κἄν M ἀδιορίστου αὐτῆς ἀποφατικῆς ληφθείσης a: ἀδιορίστως ἀδιόριστος L) αὐτὴ ἀποφατικὴ ληφθεῖσα BLM 11 δὴ addidi καὶ (ante αὐτῆς) om. a 12 δὲ alterum om. L 12. 13 ποτὲ δὲ ἀδιορίστου καταφατικῆς ἡ ἀποφατικῆς ante τῷ (14) transponit a 12 post ἀδιορίστου add. ἢ LM 13 ποτὲ δὲ ἐπὶ μέρους ἢ καταφατικῆς ἡ ἀποφατικῆς B: ποτὲ δὲ μερικῆς καταφατικῆς, ποτὲ δὲ μερικῆς ἀποφατικῆς a: om. LM 14 αὐτῇ a: αὐτὴν BLM 15 τῷ om. M IB ἄλλοις aB: λοιποῖς LM δύο om. L: post δὲ alterum transponit M 17 ις΄ BLM: δεκαέξ a 19 συζυγίαι (ante δώδεκα) om. a καὶ om. L 20 μεταβάλλουσαι L 21 τε aLM: τι Β αἰεὶ om. aLM 23 καὶ (post ἀλλοῖον) om. L ἰσχύουσα LM 24 συζυγία, ὡς ἄνθρωπος ἀδόκιμος om. L 25 βέβαιος Β: βεβαῖον L: βεβαίως aM 26 δὲ post ἐπὶ transponunt LM: om. a 27 ὅταν . . . μὴ εἶναι (29)] lemma in a 28 πρὸς ἀλλήλους om. M ὥστε Β et Ar.: ὡς aLM; at cf. p. 53, 16 ὅλῳ om. BM 29 post πρώτῳ add. ἢ L et Ar. 30 τὰ μὲν L τὸ δὲ a: τὰ δὲ BLM δευτέρου. εἴη δ’ ἄν ὁ λόγος τοῦ πρώτου σχήματος, περὶ οὗ λέγει, ὃν 17v ἑξῆς ἀποδέδωκε λέγων περὶ τοῦ μέσου ὅρου· ἐν ᾧ γὰρ σχήματι ὁ μέσος “αὐτός τε ἐν ἄλλῳ ἐστὶ καὶ ἄλλος ἐν τούτῳ’’, τοῦτό ἐστι πρῶτον σχῆμα· ὁ γὰρ μέσος ἐν τούτῳ τοῦ μὲν κατηγορεῖται τῶν ὅρων, τῷ δὲ ὑπόκειται. μέσου δὲ λόγον οὐ καθόλου ἀποδέδωκεν, ἀλλὰ τοῦ ἐν πρώτῳ σχήματι. εἴη δ’ ἄν καθόλου μέσος ὅρος ἐν συζυγίᾳ ὁ δὶς λαμβανόμενος καὶ ὁ ἐν ἀμφοτέραις ὢν ταῖς προτάσεσι καὶ καθ’ ὃν κοινωνοῦσιν αἱ ἐν ταῖς συζυγίαις προτάσεις ἀλλήλαις. ἐδήλωσε δὲ διὰ τῆς λέξεως καὶ τὴν αἰτίαν τοῦ πρῶτον εἶναι σχῆμα τοῦτο εἰπὼν ἀνάγκη τῶν ἄκρων εἶναι συλλογισμὸν τέλειον· ἐν ᾧ γὰρ οἱ τέλειοι συλλογισμοί, τοῦτο εἰκότως σχῆμα πρῶτον. ὢ οὐ τοῦτο δὲ λέγει, ὅτι, ἐν ἡ συζυγίᾳ ὁ μέσος “καὶ αὐτὸς ἐν ἄλλω ἐστὶ καὶ ἄλλος ἐν τούτῳ’’ καὶ ἔχε. ὁ μέσος καὶ τὴν θέσιν μέσην, ὅτι πάντως αὕτη συλλογιστικὴ καὶ συλλογισμὸς τέλειος ἐξ αὐτῆς γίνεται · ἐπεὶ οὕτως γε ἔσονται πᾶσαι αἱ ἐν τούτῳ τῷ σχήματι συζυγίαι συλλογιστικαί· ἀλλὰ τὸ λεγόμενόν ἐστιν ‘ὅταν οὕτως ἔχωσιν, ὡς προείρηκεν᾿. παρατιθέμενος δὲ πῶς εἶπεν ὥστε τὸν ἔσχατον ἐν ὅλῳ εἶναι τῷ μέσῳ καὶ τὸν μέσον ἐν τῷ πρώτῳ εἶναι ἢ μὴ εἶναι· τότε γὰρ οὕτως ἐχουσῶν τῶν προτάσεων τῶν ἄκρων συλλογισμὸς | γίνεται πρὸς ἀλλήλους τέλειος. συλλογισμὸν 18r δ’ εἶπε νῦν τὸ συμπέρασμα. ποιεῖται δὲ τὴν ἀρχὴν τῆς τῶν συλλογισμῶν διδασκαλίας ποτὲ μὲν ἀπὸ τοῦ ἐν ὅλῳ ποτὲ δὲ ἀπὸ τοῦ κατὰ παντός, ἐπεὶ ἑκάτερον αὐτῶν ἀρχή τίς ἐστι καὶ πρῶτον. τὸ μὲν γὰρ ἐν ὅλῳ ἀρχὴ καὶ πρῶτον πρὸς ἡμᾶς· ἡμῖν γὰρ γνωριμώτερα τὰ ἐν ὅλῳ καὶ ὑποκείμενα μᾶλλον τῶν ἐπὶ πλέον λεγομένων· ἐγγυτέρω γὰρ τῶν αἰσθητῶν ταῦτα. τὸ δὲ κατὰ παντὸς πάλιν τῇ φύσει πρῶτον· κοινότερον γὰρ καὶ γενικώτερον· τὰ δὲ κοινὰ τῇ φύσει πρῶτα, οὕτως δὲ καὶ ἀρχαί. p. 25b 37 Εἰ γὰρ τὸ Α κατὰ παντὸς τοῦ Β καὶ τὸ Β κατὰ παντὸς τοῦ Γ. Ἐπὶ στοιχείων τὴν διδασκαλίαν ποιεῖται ὑπὲρ τοῦ ἐνδείξασθαι ἡμῖν, ὅτι οὐ παρὰ τὴν ὕλην γίνεται τὰ συμπεράσματα ἀλλὰ παρὰ τὸ σχῆμα καὶ τὴν τοιαύτην τῶν προτάσεων συμπλοκὴν καὶ τὸν τρόπον· οὐ γὰρ ὅτι ἥδε ἡ ὕλη, συνάγεται συλλογιστικῶς τόδε, ἀλλ’ ὅτι ἡ συζυγία τοιαύτη. τὰ οὖν 1 περὶ om. a 2 ἑξῆς BLM: ἐξ ἀρχῆς a λέγων om, L post ὅρου add. λέγειν L γὰρ om. L 3 τοῦτ’ ἔστι LM 5 ἀπέδωκεν M ante πρώτῳ add. τῷ M 7 καὶ om. L 8 δὲ om. a καὶ om. L 9 ante σχῆμα add. τὸ L 11 οὐ aBM: οὐδὲ L ante αὐτὸς add. 6 B 12 ὅτι om. a αὐτὴ L 13 γε om. a 14 αἱ om. L 15 προειρήκαμεν aLM παρατιθέμενοι a δὲ πῶς LM: πῶς δὲ aB 16 post ὥστε add. φησι aLM τὸ ἔσχατον L 17 post πρώτῳ add. ἢ a 19 δ’ aB: δὲ LM 20 διδασκαλίας om. L 23 λεγομένων aB: λαμβανομένων LM 24 ante κατὰ add. ἡ L κοινότερα L καὶ aB: τὰ LM 25 γενικώτερα LM καὶ corr. ex αἱ B 26 sequentia quoque Aristotelis verba ἀνάγκη τὸ ἁ κατὰ παντὸς τοῦ (??) κατηγορεῖσθαι exhibet a 28 BM: ὑπὲρ aL δεῖξαι a 31 ἡ (ante συζυγία) om. L στοιχεῖα τοῦ καθόλου καὶ ἀεὶ καὶ ἐπὶ παντὸς τοῦ ληφθέντος τοιοῦτον 18r ἔσεσθαι τὸ συμπέρασμα δεικτικά ἐστιν. ἐδίδαξε δὲ ἡμᾶς, ὅτι τὸ ἐν ὅλῳ εἶναι ἕτερον ἐν ἑτέρῳ καὶ τὸ κατὰ παντὸς λέγεσθαι θάτερον θατέρου ταὐτόν ἐστι. χρησάμενος οὖν τῷ ἐν ὅλῳ ἐν τῇ τοὐ σχήματος ἐκθέσει μεταλαβὼν τῷ κατὰ παντὸς χρῆται, ἅ ἐστιν ἄμφω ἐν τῇ καθόλου καταφατικῇ προτάσει. ὑπομιμνήσκει δὲ ἡμᾶς, πῶς καὶ τὸ κατὰ παντὸς ἀπέδωκεν “ὅταν γὰρ μηδὲν ᾖ λαβεῖν τοῦ ὑποκειμένου, καθ’ οὗ τὸ κατηγορούμενον οὐ ῥηθήσεται”), ὑπὲρ τοῦ ἐνδείξασθαι, ὅτι οὐδενὸς ἔξωθεν ἐπὶ τῆς τοιαύτης συναγωγῆς χρεία πρὸς τὸ φανερὸν γενέσθαι τὸ ἀναγκαῖον, ἀλλ’ ἱκανὰ τὰ κείμενα· τὸ γὰρ κατὰ παντός, ὅ ἐστι κείμενον καὶ εἰλημμένον διὰ τῶν προτάσεων, ἱκανὸν πρὸς τὴν δεῖξιν τῆς συναγωγῆς. διὰ τοῦτο καὶ τέλειοι οἱ οὕτως ἔχοντες συλλογισμοὶ καὶ κυρίως ἀναπόδεικτοι. ἔστω γὰρ μείζων μὲν ἄκρος τὸ Α, μέσος δὲ ὅρος τὸ Β, ἐλάττων δὲ ἄκρος τὸ Γ· εἰ τὸ Γ ἐν ὅλῳ τῷ Β, τὸ Β κατὰ παντὸς τοῦ Γ· ἀντιστρέφει γὰρ ταῦτα ἀλλήλοις· οὐδὲν ἄρα ἔστι λαβεῖν τοὐ Γ, καθ’ οὗ τὸ Β οὐ ῥηθήσεται. πάλιν εἰ τὸ Β ἐν ὅλῳ τῷ Α, τὸ Α κατὰ παντὸς τοῦ Β· οὐδὲν ἄρα τοῦ Β ἐστί, καθ’ οὗ οὐ λέγεται τὸ Α. εἰ οὖν οὐδὲν ἔστι λαβεῖν τοῦ Β, καθ’ οὗ τὸ Α οὐ λέγεται, τὶ δὲ τοῦ Β τὸ Γ ἐστίν, καὶ κατὰ τοῦ Γ ἐξ ἀνάγκης ῥηθήσεται. αὐτόθεν οὖν ἐναργὴς ἡ τῶν τοιούτων συλλογισμῶν συναγωγὴ γινομένη καὶ πιστουμένη διὰ τῶν κειμένων, τοῦ τε κατὰ παντὸς καὶ τοῦ κατὰ μηδενός, καὶ μηδενὸς ἔξωθεν ἄλλου προσδεομένη. χρῆται δὲ τῷ κατὰ παντὸς καὶ τῷ κατὰ μηδενὸς ἐν τῇ διδασκαλίᾳ, ὅτι διὰ τούτων γνώριμος ἡ συναγωγὴ τῶν λόγων, καὶ ὅτι οὕτως λεγομένων γνωριμώτερος ὅ τε κατηγορούμενος καὶ ὁ ὑποκείμενος, καὶ ὅτι πρῶτον τῇ φύσει τὸ κατὰ παντὸς τοῦ ἐν ὅλῳ αὐτῷ, ὡς προείρηται. ἡ μέντοι χρῆσις ἡ συλλογιστικὴ ἐν τῇ συνηθείᾳ ἀνάπαλιν ἔχει· οὐ γὰρ ἡ ἀρετὴ λέγεται κατὰ πάσης δικαιοσύνης, ἀλλ’ ἀνάπαλιν πᾶσα δικαιοσύνη ἀρειή. διὸ καὶ δεῖ κατ’ ἀμφοτέρας τὰς ἐκφορὰς γυμνάζειν ἑαυτούς, ἵνα τῇ τε χρήσει παρακολουθεῖν δυνώμεθα καὶ τῇ διδασκαλία. p. 25b 40 Ὁμοίως δ’ εἰ καὶ τὸ μὲν Α κατὰ μηδενὸς τοῦ Β. ἐκθέμενος τὸν πρῶτον συλλογισμὸν ἐν πρώτῳ σχήματι τὸν ἐκ δύο καθόλου καταφατικῶν καθόλου καταφατικὸν συνάγοντα τοῦ δευτέρου πάλιν μνημονεύει τοῦ ἐκ καθόλου ἀποφατικῆς τῆς μείζονος καὶ καθόλου κατα- 1 καὶ alterum om. aLM 2 ἐστιν M: εἰσιν aBL ὅτι aB: ὡς LM 3 ἐν om. a 4 ἐκθέσει Β: ἐκβάσει aLM 5 εἰσιν L 6 πῶς om. L ἀποδέδωκεν a “ὅταν . . . ῥηθήσεται” (7)] An. pr. I 1 p. 24 b 29 12 ἔστι aLM 15 πάλιν εἰ . . . ῥηθήσεται (18) om. L 16 post ἐστί add. λαβεῖν aM 16. 17 τὸ a οὐ λέγεται aM 17 εἰ οὖν . . . λέγεται om. M οὐδὲν οὖν a 18 ἐξ ἀνάγκης καὶ κατὰ τοῦ γ aM ante ῥηθήσεται add. τὸ ἁ M 20 καὶ alterum om. LM 24 πρότερον L 25 ὥσπερ εἴρηται M προείρηται] p. 53, 24 26 ἀρετὴ aB: δικαιοσύνη LM δικαιοσύνης aB: ἀρετῆς LM ὠὰ M 27 δεῖ καὶ aL 28 δυνάμεθα aL: δυνάμενα M 30 δὲ καὶ εἰ Ar. 32 καθόλου καταφατικὸν om. LM φατικῆς τῆς ἐλάττονος καθόλου ἀποφατικὸν συνάγοντος καὶ φησίν, ὅτι 18r ὁμοίως καὶ ἐπὶ τούτου ἐκ τοῦ κατὰ μηδενὸς καὶ ἐκ τοῦ κατὰ παντὸς γνώριμος ἡ συναγωγή. διὸ καὶ ἀναπόδεικτος καὶ τέλειος καὶ οὗτος. εἰ γὰρ κατὰ παντὸς τὸ Β τοῦ Γ, οὐδὲν ἔσται τοῦ Γ, καθ’ οὗ τὸ Β οὐ ῥηθήσεται· τὶ ἄρα ἐστὶ τὸ Γ τοῦ Β. ἄν δὴ τὸ Α κατὰ μηδενὸς λέγηται τοῦ Β, οὐδὲν ἔσται | τοῦ Β, καθ’ οὗ κατηγορηθήσεται τὸ Α· ἦν δέ τι τοῦ Β ν καὶ τὸ Γ· κατ’ οὐδενὸς ἄρα τοῦ Γ τὸ Α. p. 26a 2 Εἰ δὲ τὸ μὲν πρῶτον παντὶ τῷ μέσῳ ἀκολουθεῖ, τῷ δὲ ἐσχάτῳ τὸ μέσον μηδενί, οὐκ ἔσται συλλογισμός. Ἀκολουθεῖν μὲν εἶπε τὸ κατηγορεῖσθαι· τὸ γὰρ κατηγορούμενον ἀκολουθεῖ τῷ ὑπ’ αὐτό. εἰπὼν δὲ περὶ τῶν συλλογισμῶν τῶν ἐν πρώτῳ σχήματι συζυγιῶν, εἰ καθόλου εἶεν ἀμφότεραι αἱ προτάσεις, παρατίθεται καὶ τὰς ἀσυλλογίστους, αἳ γίνονται καθόλου τῶν προτάσεων οὐσῶν· τεσσάρων γὰρ γινομένων συζυγιῶν ἐν πρώτῳ σχήματι, εἰ ἀμφότεραι εἶεν αἱ προτάσεις καθόλου, αἱ μὲν δύο συλλογιστικαί τέ εἰσι καὶ δόκιμοι, ἃς ἐξέθετο, αἱ δὲ δύο ἀσυλλόγιστοι, ἥ τε ἔχουσα τὴν ἐλάττονα ἀποφατικὴν τὴν δὲ μείζονα καταφατικήν, ἧς νῦν ἐμνημόνευσε, καὶ ἡ ἀμφοτέρας ἔχουσα ἀποφατικάς. τοῦ μὲν οὖν τὴν ἐκκειμένην συζυγίαν ἀσυλλόγιστον εἶναι αἴτιον, ὅτι ἡ ἐλάττων ἀποφατικὴ ἐλήφθη· εἰρήκαμεν γάρ, ὅτι ἀδύνατον ἐν πρώτῳ σχήματι συλλογισμὸν γενέσθαι ἀποφατικῆς οὔσης τῆς ἐλάττονος προτάσεως. ὅτι γὰρ οὕτως ἐχουσῶν τῶν προτάσεων οὐδὲν ἀναγκαῖον συνάγεται, ὅ ἐστιν ἴδιον συλλογισμοῦ, αὐτὸς μὲν δείκνυσι τῇ τῆς ὕλης παραθέσει· καὶ γὰρ καθόλου καταφατικὸν ἐπί τινος ὕλης δείξει δυνάμενον συνάγεσθαι καὶ πάλιν ἐπ’ ἄλλης καθόλου ἀποφατικόν, ὃ ἐναργέστατον σημεῖον τοῦ μηδεμίαν ἔχειν τὴν συζυγίαν ταύτην ἰσχὺν συλλογιστικήν, εἴ γε τά τε ἐναντία καὶ τὰ ἀντικείμενα ἐν αὐτῇ δείκνυται ὄντα ἀλλήλων ἀναιρετικά. ἐν ᾗ γὰρ ἄν συζυγίᾳ καθόλου καταφατικὸν καὶ καθόλου ἀποφατικὸν δεικνύηται, ἐν ταύτῃ οὐδὲν οἷόν τε συνάγεσθαι συλλογιστικῶς τῷ δεῖν μὲν τὸ συναγόμενον συλλογιστικῶς ἐπὶ πάσης τε ὕλης τὸ αὐτὸ εἶναι καὶ ἔτι ἢ καθόλου καταφατικὸν 30 εἶναι ἢ καθόλου ἀποφατικὸν ἡ ἐπὶ μέρους καταφατικὸν ἢ ἀποφατικὸν ἀναιρεῖσθαι δὲ τὰ μὲν καταφατικὰ ἀμφότερα ὑπὸ τοῦ καθόλου ἀποφατικοῦ πάλιν δ’ αὖ τὰ ἀποφατικὰ ὑπὸ τοῦ καθόλου καταφατικοῦ. τοῦτο δὲ ἐμήνυσεν εἰπὼν ὥστ’ οὔτε τὸ κατὰ μέρος οὔτε τὸ καθόλου 2 μηδενὸς . . . παντὸς aBM: παντὸς . . . μηδενὸς L 3 τέλειος καὶ ἀναπόδεικτος a καὶ (ante οὗτος) L: om. aBM 4 τὸ p τοῦ fa: τοῦ ὒ evan. Β) p τὸ γ BM: τοῦ γ τὸ p L ὃ τοῦ L 5 δὴ BLM: δὲ a 7 καὶ om. a 8 ἀκολουθεῖ aB (Marc. 231): ὑπάρχει Ar. 8.9 τὸ δὲ μέσον μηδενὶ τῷ ἐσγάτῳ ὑπάρχει Ar. 9 οὐδενί Β 10 ἀκολουθεῖ Β 11 post ἐν add. τῷ aLM 12 συζυγιῶν ante τῶν ἐν (11) transponunt aLM 13 οἲ M γὰρ om. LM 13. 14 γινομένων τεσσάρων L 15 τε om. LM 18 ἐγκειμένην a 19 εἰρήκαμεν] cf. p. 49,25 24 ἐπὶ L ἀποφατι- κῆς L 26 αὐτῇ scripsi: αὐτῷ BLM: ταὐτῷ a ὄντα B corr.: οἷον τὰ aLM et, ut videtur, Β pr. 27 ἀποφατικὸν καὶ καθόλου καταφατικὸν L δεικνύηται correxi: δείκνυται libri 29 τε Β: τῆς aLM 31 τὴν μὲν καταφατικὴν ἀμφοτέραν a γίνεται ἀναγκαῖον, οὐχ ὅτι δέ, ἐὰν ἀντίφασις ἐν συζυγίᾳ τινὶ συναγομένη 18v δειχθῇ, ἀναιρεῖται τὸ δύνασθαί τι ἐν αὐτῇ συνάγεσθαι συλλογιστικῶς. ἄν μὲν γὰρ καθόλου καταφατικὸν καὶ ἐπὶ μέρους ἀποφατικὸν συνάγηται, οὐδὲν κωλυθήσεται τὸ ἐπὶ μέρους καταφατικὸν συνάγεσθαι συλλογιστικῶς· ὑπ’ οὐδετέρου γὰρ τοῦτο τῶν κειμένων ἀναιρεῖται· ἄν δὲ ἡ ἑτέρα ἀντίφασις ᾖ δεικνυμένη, δυνήσεται τὸ συλλογιστικῶς συναγόμενον εἶναι ἐπὶ μέρους ἀποφατικόν. ἀλλὰ περὶ μὲν τούτου μετ’ ὀλίγον ῥηθήσεται. νῦν δὲ ἡμεῖς προσθῶμεν καὶ τὴν αἰτίαν τοῦ ἀσυλλόγιστον εἶναι τὴν ἐκκειμένην. εἰ γὰρ τὸ Γ ἐν μηδενὶ τῷ Β, τὸ Β κατ’ οὐδενὸς τοῦ Γ· οὐδὲν ἄρα ἔσται λαβεῖν τοῦ Γ, καθ’ οὗ τὸ Β ῥηθήσεται· κεχώρισται δὴ τὸ Γ τοῦ Β καὶ κατ’ οὐδὲν αὐτῷ συνῆπται. τὸ δέ γε Α κατὰ παντὸς τοῦ Β κεῖται. ἀλλ’ ἐπεὶ τὸ κατὰ παντός τινος λεγόμενον δύναται καὶ ἐπὶ πλέον αὐτοῦ εἶναι· διὰ τοῦτο γὰρ καὶ ὁ κατηγορούμενος ὅρος μείζων καλεῖται· δύναται γὰρ τὸ Α τοιοῦτον ληφθῆναι, ὡς πᾶν τε τὸ Β περιειληφέναι καὶ ἔτι ἔχειν τινὰ μόρια ὑπερπίπτοντα τὴν περίληψιν τοῦ Β· οἷς δὴ ὑπερπίπτει τοῦ Β τὸ Α μέρεσιν ὢ αὑτοῦ, δύναται τούτοις καὶ τὸ Γ περιλαμβάνειν καὶ μὴ περιλαμβάνειν. γίνεται οὖν παρὰ τὴν τῆς ὕλης διαφορὰν τἀναντία ἀληθῆ ἐπὶ τῆς τοιαύτης τῶν προτάσεων συμπλοκῆς. αἱ δὲ οὕτως ἔχουσαι συμπλοκαὶ ἀσυλλόγιστοι. ἔστω γὰρ τὸ μὲν Α ζῷον τὸ δὲ Β ἄνθρωπος τὸ δὲ Γ ἵππος· ζῷον παντὶ ἀνθρώπῳ, ἄνθρωπος οὐδενὶ ἵππῳ, ζῷον παντὶ ἵππῳ· τῷ γὰρ ὑπερεκπίπτοντι τοῦ ἀνθρώπου τὸ ζῷον περιέχει καὶ τὸν ἵππον, οὐ κτὰ τὴν τοῦ μέσου κοινωνίαν τε καὶ αἰτίαν. ἐὰν δὲ ἀντὶ τοῦ ἵππου λίθος τεθῇ, ἡ μὲν ἀλήθεια τῶν προτάσεων ὁμοία· | καὶ γὰρ τὸ ζῷον κατὰ παντὸς ἀνθρώπου, 19r καὶ ὁ ἄνθρωπος κατ’ οὐδενὸς λίθου, <καὶ τὸ ζῷον κατ’ οὐδενὸς ἀδόκιμος ἄρα ἡ συζυγία οὐκ αὐτὴ τὴν ὕλην εἰδοποιοῦσα ἀλλὰ συμμεταπίπτουσα τῇ ἐκείνης διαφορᾷ καὶ μηδὲν ἀναγκαῖον συνάγουσα ἐκ τῶν κειμενων. Εἰπὼν δὲ καὶ γὰρ παντὶ καὶ μηδενὶ ἐνδέχεται τὸ πρῶτον τῷ ἐσχάτῳ ὑπάρχειν ἐπήνεγκεν ὥστε οὔτε τὸ κατὰ μέρος οὔτε τὸ καθόλου γίνεται ἀναγκαῖον· οὐ γὰρ μόνον ἀναιρεῖται ὑπὸ τοῦ καθόλου ἀποφατικοῦ τὸ καθόλου καταφατικόν, ὡς εἰρήκαμεν, ἀλλὰ καὶ τὸ ἐπὶ 1 γίνεσθαι a ante ἀντίφασις add. ἡ aLM 2 δειχθῇ scripsi: ἐδείχθη libri 3 γὰρ om. L 4 οὐδὲ B ἄν Β: ἤν aM: ἦν L 7 post μὲν add. οὖν L 8 ante τὴν ἐκκειμένην add. τὴν συζυγίαν aLM κειμένην LM 9 οὐδὲν ex οὐδὲ corr. B 10 δὴ BM: δὲ aL 11 γε οm. L 12 εἶναι αὐτοῦ aL 13 καὶ om. aLM γὰρ alterum om. aLM 14 ληφθῆναι Β: εἰλῆφθαι aLM 15 τοῦ p post τὴν transponunt aL δὴ BL: δὲ aM ὑπερπίπτει] conicio ὑπερεκπίπτει (cf. vs. 20) τὸ ἁ corr. ex τοῦ ἁ Β 16 αὐτοῦ libri καὶ (post τούτοις) om. L 17 τὰ ἐναντία LM 20. 21 ὑπερεκπίπτειν a 21 ante οὐ add. καὶ M 22 τε Β: αὐτός aLM ἵππος a 24 ὁ om. a καὶ τὸ ζῷον κατ’ οὐδενὸς λίθου a: om. BLM 25 ἄρα Β: ἔτι M: om. L: δὲ αὕτη a 28 δὲ καὶ om. L παντὶ aLM et Ar.: τὸ παντὶ Β 30 γίνεσθαι a post ἀναγκαῖον add. οὔτε τῶν καθόλου τι οὗτε τῶν ἐπὶ μέρους Β 30. 31 τῆς τῆς etiam Β pr.) καθόλου ἀποφατικῆς a 31 καταφατικόν aBM: ἀποφατικόν L εἰρήκαμεν] p. 55,31 μέρους καταφατικόν ἡ γὰρ ἀντίφασις ἐν τούτοις), καὶ πάλιν ὑπὸ τοῦ καθόλου 19r καταφατικοῦ οὐ τὸ καθόλου ἀποφατικὸν ἀναιρεῖται μόνον ἀλλὰ καὶ τὸ ἐπὶ μέρους ἀποφατικόν· ὥστε ἐν τῷ δεῖξαι τἀναντία συναγόμενα, ὅτι μηδὲ τῶν ἐπὶ μέρους τι συνάγεται κατὰ συλλογιστικὴν ἀνάγκην, ἔδειξεν.