p. 25a 27 τὸν αὐτὸν δὲ τρόπον ἔξει καὶ ἐπὶ τῶν ἀναγκαίων 12ν προτάσεων. ‘Oμοίως φησὶ ταῖς κατὰ τὸ ὑπάρχον καὶ τὰς ἀναγκαίας ἀντιστρέφειν προτάσεις, καὶ δείκνυσι πρῶτον καὶ ἐπὶ τούτων τὴν καθόλου στερητικὴν ἀντιστρέφουσαν αὑτῇ οὕτως· p. 25a 29 Εἰ μὲν γὰρ ἀνάγκη τὸ Α τῷ Β μηδενὶ ὑπάρχειν, ἀνάγκη καὶ τὸ Β τῷ Α μηδενὶ ὑπάρχειν· εἰ γὰρ τινὶ ἐνδέχεται, καὶ τὸ Α τινὶ τῷ Β ἐνδέχοιτο ἄν. Ἡ μὲν καθόλου ἀποφατικὴ ὑπαρχούσα ἐδείχθη ἀντιστρέφουσα· ἐπεὶ 1 αὐτῇ Β: ἑαυτῇ aLM 2 ἔκειτο LM καὶ om. aLM ἡ om. L 3 αὐτῇ Β: ἑαυτῇ aM: δὲ L Οἶον ἐπὶ τῶν ἐξισαζόντων καὶ ἰδίων om. B: post ἀεὶ δὲ (4) transponunt LM (sed οἶον om. M) 4 ἡ BM: τῇ a: om. L 5 post γὰρ add. καὶ LM ἡ om. L ᾖ om. a καὶ (ante τότε) om. Β ἡ om. L ἀληθεύει a 6 post τοῦτο add. οὖν LM αὐτῇ aB: ἑαυτῇ LM αἱ γὰρ B: καὶ γὰρ αἱ aLM ὅλως καὶ aL 7 τὰ om. a 8 ὡς BLM: ὥσπερ a εἶπεν M μὲν om. a ἄλλοτε LM 9 ἀποδείξεις a 10 καὶ om. L 11 τῆς aBM: τὶς L 12 οὐχ om. a 13 ante ζῷον add. τὸ aLM 14 οὐδὲ aBM: οὐ L τοῦ periit M αὐτοῦ a ληφθέντος αὑτῇ L 16 τῷ a παντὶ aM: τὸ a παντὶ L 17 ἔκειτο . . . ὑπάρχειν om. Β οὐκ ἔστι aBM: οὐκέτι L 18 post τοῦτο add. δὲ L γοῦν aBM: γὰρ L 22 ὑπάρχειν L 23 καὶ alterum om. L 24 corr. corr. ex auxf, B: iauxT] aLM 27 τῷ β τινὶ a et Ar. ἄν om. aB 28 ἀντιστρέφειν a δὲ ἡ ἀναγκαία καθόλου ἀποφατικὴ τῆς μὲν ὑπαρχούσης καθόλου ἀποφατικῆς 12v διαφέρει τῷ ἐξ ἀνάγκης, καθ’ ὃ τῆς δειχθείσης ἡ δεικνυμένη νῦν διαφέρει ἔστι δὲ τοῦτο τὸ ἀναγκαῖον), κατὰ τοῦτο τὴν δεῖξιν ποιεῖται. εἰ γὰρ μὴ ἐξ ἀνάγκης τὸ Β τῷ Α μηδενὶ ὑπάρχοι, ἀλλὰ ἐνδέχοιτο τινὶ ὑπάρχειν αὕτη γὰρ ἀναίρεσις καὶ ἀντίφασις πρὸς τὴν καθόλου ἀποφατικὴν ἀναγκαίαν, ὡς ἐν τῷ περὶ τῆς ἀντιφάσεως δέδεικται λόγῳ), καὶ τὸ Α, φησί, τῷ Β ἐνδέχοιτο <ἄν> τινί· ἀλλ’ ἔκειτο ἐξ ἀνάγκης μηδενὶ ὑπάρχειν. δοκεῖ καὶ ἐνταῦθα πάλιν διὰ τῆς ἐνδεχομένης ἐπὶ μέρους καταφατικῆς ὡς ἀντιστρεφούσης τὴν δεῖξιν περὶ τῆς ἀναγκαίας καθόλου ἀποφατικῆς πεποιῆσθαι, καίτοι μηδέπω περὶ τῶν κατὰ τὰς ἐνδεχομένας ἀντιστροφῶν εἰρηκώς. ἢ τὸ μὲν ἀντικεῖσθαι τῇ καθόλου ἀναγκαίᾳ ἀποφατικῇ τὴν ἐπὶ μέρους καταφατικὴν ἐνδεχομένην εἶχεν ὁμολογούμενον ἀντιφάσεις γάρ), διὸ καὶ τοῦτο ἔλαβε. λαβὼν δὲ αὐτό, ἐπεὶ καὶ τὸ ὑπάρχον τινί , εἰ μὴ ἐξ ἀνάγκης ὑπάρχοι, ἐνδέχεσθαι καὶ ἐνδεχομένως ὑπάρχειν λέγεται, ἦν δὲ αὐτῷ δεδειγμένον τὸ τὴν ἐπὶ μέρους ὑπάρχουσαν ἀντιστρέφειν ἑαυτῇ, ταύτῃ προσεχρήσατο· ἀνελὼν γὰρ τὸ ἀναγκαῖον διὰ τοῦ τινὶ ἐνδέχεσθαι ὑπάρχειν τῷ τὸ τινὶ ὑπάρχον, ὅτε ὑπάρχει, ἀντιστρέφειν· τὸ δὲ ἐνδεχόμενον τινὶ ὑπάρχειν ἤτοι ἤδη ὑπάρχει αὐτῷ ἢ οἷόν τέ ἐστιν ὑπάρξαι ποτέ· ὁπόταν δὲ ὑπάρχῃ, ἀντιστρέφει· οὕτως ἔσται τὸ ἐξ ἀνάγκης μηδενὶ ὑπάρχον ὑπάρχον ποτὲ τινὶ ἐκείνῳ, ὃ ἀδύνατον. ὅτι δὲ τὸ ἐνδεχόμενον ἐπὶ τοὐ ὑπάρχοντος μὲν οὐκ ἐξ ἀνάγκης δὲ λέγεται, ὀλίγον προελθὼν διαιρούμενος τὸ ἐνδεχόμενον λέγει· σημαίνειν γάρ φησιν αὐτὸ ὥσπερ καὶ τὸ ἀναγκαῖον οὕτω δὲ καὶ τὸ μὴ ἀναγκαῖον ἀλλὰ ὑπάρχον, ἐφ’ οὗ καὶ νῦν αὐτῷ κέχρηται. καὶ εἴη ἄν τῷ ἐξ ἀνάγκης μηδενὶ τὸ ἐνδεχομένως τινὶ ὑπάρχον ἢ ὑπάρξον ἀντικείμενον. ἐπεὶ δὲ τοῦ ἀναγκαίου τὸ μὲν ἀπλῶς ἐστιν ἀναγκαῖον, τὸ δὲ μετὰ διορισμοῦ λέγεται, ὡς τὸ ‘ἄνθρωπος ἐξ ἀνάγκης παντὶ γραμματικῷ, ἔστ’ ἄν ᾖ γραμματικός’ αὕτη γὰρ οὐχ ἁπλῶς ἐστιν ἡ πρότασις ἀναγκαία· δέδειχε δὲ αὐτῶν τὴν διαφορὰν καὶ Θεόφραστος· οὐ γὰρ αἰεὶ γραμματικός ἐστιν, ἀλλ’ οὐδ’ ὁ ἄνθρωπος γραμματικός), ἐπεὶ τοίνυν διαφέρει, δεῖ ἡμᾶς εἰδέναι, ὅτι περὶ τῶν ἁπλῶς καὶ κυρίως λεγομένων 35 ἀναγκαίων τὸν λόγον ποιεῖται νῦν Ἀριστοτέλης· αἱ γὰρ οὕτως ἀναγκαῖαι ἀντιστρέφουσιν. 1 ἡ om. L 2 δειχθείσης a: δεικνυμένης BLM 3 ante κατὰ add. καὶ L 4 ὑπάρχοι Β: ὑπάρχει aM: ὑπάρχειν L 6 ἀντιφάσεως Β: καταφάσεως aLM 7 ἄν addidi; cf. p. 35,27 8 καὶ om. L ὡς oin. a 11 τὴν ΒLM: τῇ a 13 ἐπεὶ aBM: ἐπειδὴ L ὑπάρχει a 14 ὑπάρχοι Β: ὑπάρχει aLM ἦν LM: ᾖ aB αὐτὸ L 16 γὰρ om. LM τῷ om. L IS ὑπάρχον αὐτοῦ a 19 ὑπάρχει a ἀντιστρέφειν a post ἔστι add. καὶ LM ὑπάρχειν (post μηδενὶ) L 20 ἐκείνῳ om. LM ὅπερ a δὲ τὸ om. L 21 προελὼν a 22 λέγειν L σημαίνει a φησιν] cf. Ar. p. 25 a 38 24 τῷ aBM: τὸ L ἐνδεχόμενον a 25 ἐπεὶ BLM: ἐπὶ a ἀπλῶς post ἀναγκαῖον collocat a 27 γὰρ om. a 29 οὐδ’ ὁ BM: οὐδὲ aL 30 λεγομένων om. aLM 31 ante Ἀρ. add. ὁ aLM p. 25a 32 εἶδέ ἐξ ἀνάγκης τὸ Α παντὶ ἢ τινὶ τῶν Β ὑπάρχει, 12v καὶ τὸ Β τινὶ τῶν Α ἀνάγκη ὑπάρχειν. Ὅτι καὶ τῇ καθόλου καταφατικῇ ἀναγκαίᾳ καὶ τῇ ἐπὶ μέρους καταφατικῇ ἀναγκαίᾳ ἀντιστρέφει ἡ ἐπὶ μέρους καταφατικὴ ἀναγκαία, ὁμοίως δείκνυσιν, ὡς ἔδειξεν ἐπὶ τῆς στερητικῆς καθόλου. εἰ γὰρ τὸ μὲν Α ἢ παντὶ τῷ Β ἐξ ἀνάγκης ὑπάρχοι ἢ τινί, τὸ δὲ Β μὴ ὑπάρχοι τινὶ τῷ Α ἐξ ἀνάγκης, ἐνδέχοιτ’ ἄν αὐτῷ ποτε μηδενὶ ὑπάρχειν· ἀπόφασις γὰρ τῆς ‘ἀνάγκη τινί’ τὸ οὐκ ἀνάγκη τινί’, ὃ ἴσον δύναται τῷ ‘ἐνδέχεται μηδενί’, ἐπεὶ τὸ ‘οὐκ ἀνάγκη τινί’ καὶ ‘οὐδενὶ ἀνάγκη’ τὰ αὐτά. ὅτε δὲ μηδενὶ ὑπάρχει τὸ Β τῷ Α, οὐδ’ ἂν τὸ Α οὐδενὶ τῷ Β ὑπάρχοι· δέδεικται γάρ· ὥστε οὐδ’ ἄν τὸ Α ἢ παντὶ ἢ τινὶ τῶν Β ἐξ ἀνάγκης ὑπάρχοι. | παρείασε δὲ 13r αὐτὸς τὸ παντὶ καὶ ἠρκέσθη τῷ λαβεῖν, ὅτι μηδὲ τὸ Α ἔτι ἐξ ἀνάγκης τινὶ τῷ Β· ἀντὶ γὰρ τοῦ εἰπεῖν ἱεῖ γὰρ μηδενὶ ἀνάγκη’ ἁπλῶς εἶπεν εἰ γὰρ μὴ ἀνάγκη. ὅτι δὲ οὐ πεποίηται ἐπὶ τῆς ἐνδεχομένης ἀποφατικῆς τὴν δεῖξιν, δῆλον· οὐδὲ γὰρ ἀντιστρέφειν αὐτῷ δοκεῖ αὕτη· ἀλλ’ ἐπὶ τὴν ὑπάρχουσαν ἀποφατικὴν ἤγαγε, καὶ ταύτης ἀφελὼν τὸ ἀναγκαῖον, ὃ ἐδήλωσε διὰ τοῦ μηκέτι χρήσασθαι τῷ ἐνδεχομένῳ, ἀλλ’ ἀπλῶς τῷ εἰ γὰρ μὴ ἀνάγκη· ἡ γὰρ ὑπάρχουσα αὐτῷ ἀντιστρέφουσα κεῖται. ἐξ οὗ δῆλον, ὅτι καὶ ἐπὶ τῆς πρὸ ταύτης δείξεως τῷ “τινὶ ἐνδέχεται’’ ἐπὶ τοῦ ὑπάρχοντος κέχρηται· τὸ γὰρ “εἰ γὰρ τινὶ ἐνδέχεται’’ ἀκουστέον ὡς εἰρημένον ἐκεῖ ἀντὶ τοὐ ἱεῖ γὰρ τινὶ ἐνδεχομένως ὑπάρχει’. καὶ τῇ ἐπὶ μέρους δὲ ἀποφα- τικῇ ἀναγκαίᾳ οὐδεμίαν φησὶν ἀντιστρέφειν, διότι μηδὲ τῇ ὑπαρχούσῃ ἀντέστρεφε, τοῦτ’ ἐστι διὰ τὸ ἐπὶ ὅρων καὶ ὕλης τινὸς ὁμοίως, ὅτι μὴ ἀντιστρέφει, δείκνυσθαι· ἐπὶ γὰρ τῶν αὐτῶν ὅρων ὁ ἔλεγχος· ὁ γὰρ ἄνθρωπος τινὶ ζῴῳ ἐξ ἀνάγκης οὐχ ὑπάρχει, καὶ τὸ ζῷον παντὶ ἀνθρώπῳ ἐξ ἀνάγκης ὑπάρχει. p. 25a 37 Ἐπὶ δὲ τῶν ἐνδεχομένων, ἐπεὶ πολλαχῶς λέγεται τὸ ἐνδέχεσθαι. Τὴν τοῦ ἐνδεχομένου ὁμωνυμίαν ἔδειξεν ἡμῖν καὶ ἐν τῷ Περὶ ἑρμηνείας· 1 et 2 τῶν Β (Ci, corr. Α): τῷ a et Ar. 4 post ὁμοίως add. δὲ Β 5 καθόλου στερητικῆς LM μὲν γὰρ τὸ LM: μέλλει γὰρ τὸ a ἢ BM: εἰ a: om. L 6 ἀνάγκης aB: ἀναγκαίου LM ὑπάρχει (ante ἢ) LM: ὑπάρχειν a post ἡ τινὶ add. ἐνδέχεται L τὸ δὲ aBM: τῷ L ὑπάρχειν a τινὶ om. L τῷ aBM: τὸ L ἁ om. M 7 μηδενὶ . . . οὐδενὶ (9) om. L 8 ἀνάγκης (post τῆς) a ὃ om. a ἐνδέχεσθαι aM 9 ἀνάγκη (post οὐδενὶ) aB: ἐνδέχεται L, B2 superscr.: ἐνδέχεσθαι M δὲ om. aL 10 τῷ p τὸ ἁ L ὑπάρχει aLM ὡς a 11 τῷ β a ὑπάρχῃ a παρείασε] ἆσε superscr. Β 12 τὸ (ante παντὶ) aBM: τῷ L ἔτι BM: ἐστὶν aL 14 δὲ om. a 15 τὴν δεῖξιν ante ἐπὶ τῆς (14) transponit a αὐτῷ BLM: αὐτὸ a αὕτη Β: αὐτῇ a: αὐτό LM 16 ὃ om. LM 17 εἰ om. LM 19 τῷ BLM: τὸ a ἐπὶ τοῦ . . . ἐνδέχεται (20) om. a ἐπὶ τοῦ ὑπάρχον-] literarum loco lacera quaedam Β 20 τὸ LM: τοῦ Β 21 δὲ om. L 22 φασὶν a 23 ἀντιστρέφειν L 25 καὶ . . . ὑπάρχει om. BM 26 ἐπεὶ Β: ἐπειδὴ a et Ar. 28 Περὶ ἑρμηνείας] c. 9 p. 19 καὶ γὰρ κατὰ τοῦ ἀναγκαίου τῷ ἐνδέχεσθαι χρώμεθα, ὅταν εἴπωμεν 13r τὸ ζῷον ἐνδέχεσθαι κατὰ παντὸς ἀνθρώπου, καὶ κατὰ τοῦ ὑπάρχοντος, ἄν εἴπωμεν τὸ ὑπάρχον τινὶ ἐνδέχεσθαι ὑπάρχειν. ἐδήλωσε δὲ νῦν τὸ ὑπάρχον διὰ τοῦ μὴ ἀναγκαῖον εἰπεῖν, ἐπεὶ ταύτῃ τοῦ ἀναγκαίου διαφέρει τὴν εἰς τὸν παρόντα χρόνον ὕπαρξιν κοινὴν ἔχον πρὸς αὐτό. καὶ σημειωτέον τὴν λέξιν, ὅτι τὸ ὑπάρχον ἐνδεχομένως τῷ ὑπὸ τῆς ὑπαρχούσης προτάσεως σημαινομένῳ ταὐτόν ἐστιν. λέγεται δὲ καὶ κατὰ τοῦ δυνατοῦ τὸ ἐνδεκόμενον, ὃ μετ’ ὀλίγον, τί ποτε σημαίνει, ἐρεῖ λέγων “ὅσα δὲ τῷ ὡς ἐπὶ τὸ πολὺ καὶ τῷ πεφυκέναι λέγεται ἐνδέχεσθαι, καθ’ ὃν τρόπον διορίζομεν τὸ ἐνδεχόμενον’’. ὁμωνύμου δὴ ὄντος τοῦ ἐνδεχομένου καὶ κατὰ τοσούτων κατηγορουμένου τὰς μὲν καταφατικὰς ἐνδεχομένας προτάσεις, καθ’ οὗ τὸ ἐνδέχεσθαι λαμβάνεται, ἄν τε κατὰ τοῦ ἀναγκαίου ἄν τε κατὰ τοῦ ὑπάρχοντος ἄν τε κατὰ τοῦ δυνατοῦ, ὁμοίως φησὶν ἀντιστρέφειν, τῇ μὲν καθόλου καταφατικῇ τὴν ἐπὶ μέρους καταφατικήν, ὁμοίως δὲ καὶ τῇ ἐπὶ μέρους καταφατικῇ καὶ αὐτῇ τὴν ἐπὶ μέρους καταφατικήν. καὶ δείκνυσι τοῦτο τοῖς προειρημένοις καὶ δεδειγμένοις προσχρώμενος· εἰ γὰρ τὸ Α παντὶ τῷ B ἢ τινὶ ἐνδέχεται, καὶ τὸ Β τινὶ τῷ Α ἐνδέχοιτ’ ἄν· εἰ γὰρ μηδενὶ ἐνδέχοιτο, γίνεται καθόλου ἀποφατική, ἥτις ἐδείχθη ἀντιστρέφουσα ἑαυτῇ. εἰ μὲν οὖν τὸ δυνατὸν σημαίνοι τὸ ἐνδέχεσθαι, γίνεται τὸ ἀποφατικὸν λαμβανόμενον καὶ ὑποτιθέμενον καθόλου ἀναγκαῖον· τοιοῦτον γὰρ τὸ ‘οὐκ ἐνδέχεται τινί’, ὃ ἐδείχθη ἀντιστρέφον· εἰ δὲ τὸ ὑπάρχον, ὑπάρχουσα πάλιν γίνεται καθόλου ἀποφατικὴ ἡ ὑποτιθεμένη, ἣ καὶ αὐτὴ ἐδείχθη ἀντιστρέφουσα. καὶ εἰ ἀναγκαῖον δὲ εἴη τὸ σημαινόμενον ὑπὸ τοῦ ἐνδέχεσθαι παντὶ ἢ τινὶ τὸ Α τῷ Β, ἐδείχθη καὶ ἐπὶ τούτου, ὅτι τὸ ἀντικείμενον αὐτῷ ἀποφατικὸν καθόλου ἐνδεχόμενον οὕτως ἕξει, ὥς ποτε αὐτῷ μηδενὶ ὑπάρχειν· οὕτως γὰρ ἀληθὲς τὸ ἐνδεχόμενον· κεῖται δὲ ἡ ὑπάρχουσα ἀποφατικὴ ἀντιστρέφουσα· οὕτως γὰρ τὴν δεῖξιν ἐποιήσατο ἐπὶ τῆς ἀναγκαίας τῆς τε καθόλου καταφατικῆς καὶ τῆς ἐπὶ μέρους. ἐπὶ μὲν οὖν τῶν καταφατικῶν πασῶν ὁμοίως φησὶν ἕξειν τὰς ἀντιστροφάς· ἐπὶ δὲ τῶν ἀποφατικῶν οὐκέτι· ἀλλ’ ὅσα μὲν ἀναγκαίως μὴ ὑπάρχοντα ὑπὸ τοῦ ἐνδέχεσθαι σημαίνεται, ἢ ὅσα μὴ ἐξ ἀνάγκης ὑπάρχοντα τὴν γὰρ ὑπάρχουσαν ἀποφατικὴν ἐδήλωσε διὰ τοῦ εἰπεῖν ἢ τῷ μὴ ἐξ ἀνάγκης ὑπάρχειν), τὰ μὲν τούτων σημαντικὰ ἐνδεχόμενα ὁμοίως ἀντιστρέφει εἰκότως· οὐδὲν γὰρ ἄλλο ἢ ὀνόματος ὑπαλλαγὴ γέγονεν ὑπ’ αὐτῶν, τὰ δὲ σημαινόμενα ταὐτά ἐστι τοῖς φθάνουσι δεδεῖχθαι. ἐπὶ δὲ τῶν οὕτως λεγομένων 1 ante ὅταν add. ὡς a 3 ἐνδέχεται a 5 ἐγὼν a 9 cf. p. 39, 16 τῷ aBM: τὸ L ἐνδέχεσθαι λέγεται a 10 ὁρίζομεν a δὴ BM: δὲ aL 12 καθ’ οὗ aBM: καθόλου L 14 ἀντιστρέφει a 15 καὶ (post δὲ) ora. LM 17 καὶ om. L 19 αὑτῇ L σημαίνοιτο τῷ a 20 ante λαμβανόμενον add. τὸ a τοιοὐτο a .22 ὑπάρχει LM ἡ om. aLM 23 καὶ om. LM 25 καθόλου ἀποφατικὸν a 26 μηδὲν L ὑπάρχει a 27 γὰρ om. a 30 μὴ ἀναγκαίως a 31 μὴ om. a 32 τῷ BLM: τοῦ a 33 post μὲν add. οὖν a ἐνδεχόμενα om. M ἀντιστρέφειν a 34 γέγονεν ὑπαλλαγὴ a ὑπ’ BLM: παρ’ a δὲ om. L 35 ἐπὶ δὲ BM: ἐπὶ L: ἐπειδὴ a: ἐπὶ δὴ conicio ὕτως aBM: ὄντως L ἐνδεχομένων τῇ μὲν καθόλου ἀποφατικῇ ἡ καθό|λου ἀποφατικὴ ἀντιστρέφει, τῇ δὲ ἐπὶ μέρους οὐδεμία. τῶν δὲ παραδειγμάτων τὸ μὲν τὸν ἄνθρωπον ἐνδέχεσθαι μὴ εἶναι ἵππον τῆς ἀναγκαίας ἀποφατικῆς ἐστι σημαντικόν, τὸ δὲ τὸ λευκὸν ἐνδέχεσθαι μηδενὶ ἱματίῳ ὑπάρχειν τῆς ὑπαρχούσης, καὶ αἱ ἀντιστροφαὶ αὐτῶν, ἃς παρέθετο, σαφεῖς. τὸ δὲ εἰ γὰρ τινὶ ἀνάγκη, καὶ τὸ λευκὸν ἱματίῳ τινὶ ἔσται ἐξ ἀνάγκης εἶπεν, ἐπεὶ ἔδει μὲν τῇ ἐνδεχομένῃ καθόλου ἀποφατικῇ τὴν ἐπὶ μέρους καταφατικὴν ἀναγκαίαν ἀντιθεῖναι, ἦν δὲ ἡ ὑπάρχουσα κατὰ τὴν λέξιν ἐνδεχομένη κειμένη· καὶ ἡ ἀντικειμένη δὴ αὐτῇ κατὰ τὴν λέξιν ἀναγκαῖον ἕξει, τὸ μέντοι σημαινόμενον ὑπ’ αὐτῆς ἐπὶ μέρους καταφατικὸν ὑπάρχον ἔσται· τοῦτο γὰρ ἀντίκειται τῷ καθόλου ἀποφατικῷ ὑπάρχοντι. κἂν τὸ κυρίως δὲ ἀναγκαῖον ἐπὶ μέρους καταφατικὸν ληφθῇ, δέδεικται καὶ αὐτὸ ἀντιστρέφον. ὁμοίως δέ, φησί, καὶ ἐπὶ τῆς ἐν μέρει ἀποφατικῆς, δῆλον ὅτι ἕξει· οὐδεμία γὰρ ἀντιστρέφει τῇ ἐπὶ μέρους ἐνδεχομένῃ ἀποφατικῇ, ὅταν ἢ τὸ ἀναγκαῖον ἢ τὸ ὑπάρχον σημαίνῃ. p. 25b 14 Ὅσα δὲ τῷ ὡς ἐπὶ τὸ πολὺ καὶ τῷ πεφυκέναι λέγεται. Hv τρίτον ὑπὸ τοῦ ἐνδεχομένου σημαινόμενον τὸ δυνατόν, ὃ νῦν, τί ποτέ ἐστιν, λέγων εἶπεν ὅσα δὲ τό ὡς ἐπὶ τὸ πολὺ καὶ τῷ πεφυκέναι λέγεται. παρέθετο δὲ μόνον τοῦτο τοῦ ἐνδεχομένου, τὸ ὡς ἐπὶ τὸ πολὺ καὶ τὸ πεφυκός τὸ γὰρ πεφυκὸς ὡς ἐπὶ τὸ πολύ) , ὅτι μόνον τοῦτο πρὸς συλλογιστικὴν χρείαν ἐστὶ χρήσιμον. ἔστι μὲν γὰρ τοῦ δυνατοῦ καὶ τὸ ἐπ’ ἴσης καὶ τὸ ἐπ’ ἔλαττον, ἀλλὰ ἄχρηστοι οἱ ἐπὶ τῆς τοιαύτης ὕλης συλλογισμοί· οὐδεμία γὰρ οὔτε τέχνη οὔτε ἐπιστήμη τῷ τοιούτῳ ἐνδεχομένῳ καὶ δυνατῷ χρῆται· ἐπὶ γὰρ τῆς τοιαύτης ὕλης οὐδὲν ἧττον ἢ μᾶλλον τοῦ δεικνυμένου συλλογιστικῶς ὑπάρχειν τὸ ἀντικείμενόν ἐστιν· ἐπὶ δέ γε τοῦ ἐπ’ ἔλαττον καὶ μᾶλλον τοῦ συναγομένου τὸ ἀντικείμενον, ὡς καὶ αὐτὸς ἐν τοῖς περὶ τῶν ἐνδεχομένων συλλογισμοῖς ἐρεῖ. περὶ δὴ μόνου ποιεῖται τὸν λόγον τοῦ ἐνδεχομένου καὶ δυνατοῦ τοῦ ὡς ἐπὶ τὸ πλεῖστον καὶ τοῦ πεφυκότος τε καὶ κατὰ φύσιν, ὃ καὶ αὐτὸ ὡς ἐπὶ τὸ πλεῖστόν ἐστιν, ἐπειδὴ ἐκ τῶν τοιούτων καὶ δείκνυταί τινα τῶν κατὰ φύσιν γινομένων, καὶ εἰσί τινες τέχναι περὶ τὸ οὕτως ἐνδεχόμενον, ὡς αἱ στοχαστικαί· λαβὼν γὰρ ὁ 1 ἐνδεχομένων om. LM καθόλου (post ἡ) aBM: ἐπὶ μέρους L 4 τὸ (post δὲ) om. L ἐνδέχεσθαι om. Ar. 6 τινὶ om. L 8 ἀντιτιθέναι a ἡ om. L τὴν om. M 9 ἡ om. M δὴ aB: δὲ LM τὴν om. M 10 ὑπάρχον] πάρχο evan. Β 12 ληφθείη aLM αὐτὸ BLM: τὸ αὐτῷ a 13 φησί 0111. L ἐπὶ om. L ἐν μέρει BLM: ἐπὶ μέρους a ἕξει a: ἕξειν BLM 14 ἀποφατικῇ ἐνδεχομένῃ a 16 τό om. Ar. libri praetor Cmi, corr. d post λέγεται adil. ἐνδέχεσθαι a 18 εἶπεν λέγων a τὸ om. a 19 τοῦτο μόνον aLM 20 τοῦτο μόνον L 22 τὸ alterum om. Β ἀλλὰ ἄρχηστοι οἱ BLM: ἀλλὰ χρηστὸν εἰ a τοιαύτης ὕλης . . . ἐπὶ γὰρ τῆς (24) om. a 23 τῶν τοιούτων J, 23. 24 ἐνδεχομένως omisso καὶ LM 25 ἐπὶ BLM: ἐπεὶ a 26 ἔλαττον καὶ aBM: ἐλάττονος L 27 περὶ τοῖς omisso ἐν L 30 τῶν τοιούτων aBM: τούτων L ἰατρὸς τὸ τὸν οὕτως νοσοῦντα ὡς ἐπὶ τὸ πλεῖστον ὑπὸ πλήθους ἐνοχλεῖσθαι 13v καὶ τὸ τὸν ὑπὸ τοῦ πλήθους ἐνοχλούμενον ὡς ἐπὶ τὸ πλεῖστον διὰ φλεβοτομίας θεραπεύεσθαι συνάγει τὸ τὸν οὕτως νοσοῦντα ἐνδέχεσθαι ὑπὸ φλεβοτομίας θεραπευθῆναι, ὃ λαβὼν χρῆται τῇ φλεβοτομίᾳ. διὸ καὶ ἔστιν ἐν συλλογιστικῇ χρείᾳ. ἐπὶ δὴ τούτου τοῦ λεγομένου οὕτως ἐνδέχεσθαι οὐκέτι ὁμοίως φησὶν ἕξειν τὰς ἀποφατικὰς ἀντιστροφάς, ὡς ἐδείχθησαν ἔχουσαι ἐπί τε τοῦ ἀναγκαίου καὶ τοῦ ὑπάρχοντος· ἐπὶ μὲν γὰρ ἐκείνων ἡ καθόλου ἀποφατικὴ ἀντέστρεφεν ἑαυτῇ, τῇ δὲ ἐπὶ μέρους ἀποφατικῇ οὐκ ἦν τις ἀντιστρέφουσα, ἐπὶ δὲ τούτων τὴν μὲν καθόλου ἀποφατικὴν ἐνδεχομένην οὔ φησιν ἀντιστρέφειν πρὸς ἑαυτήν, ἀλλὰ δῆλον ὅτι πρὸς τὴν ἐπὶ μέρους τοῦτο γὰρ βούλεται), τὴν δὲ ἐπὶ μέρους ἀποφατικὴν ἀντιστρέφειν ἑαυτῇ, ἀνάπαλίν πως ἢ ὡς ἐπ’ ἐκείνων τῶν τρόπων εἶχον. τὴν δὲ αἰτίαν τῆς τοιαύτης ἀντιστροφῆς φησι φανερὰν ποιήσειν, ἐπειδὰν περὶ τῶν ἐξ ἐνδεχομένων προτάσεων γινομένων συλλογισμῶν λέγῃ· p. 19 Νῦν δὲ τοσοῦτον ἡμῖν πρὸς τοῖς εἰρημένοις ἔστω δῆλον, ὅτι τὸ ἐνδέχεσθαι μηδενὶ ἢ τινὶ μὴ ὑπάρχειν καταφατικὸν ἔχει τὸ σχῆμα. Τὸ λεγόμενον ὑπ’ αὐτοῦ νῦν τὸ τὸ ἐνδέχεσθαι, ἐν αἷς ἄν προτάσεσιν ᾖ προσκατηγορούμενον, κατάφασιν ἐκείνην εἶναι, ὥσπερ καὶ ἐν αἷς χωρὶς τοῦ ἐνδέχεσθαι τὸ ‘ἐστί’ κατηγορεῖται, ἀληθές τέ ἐστι καὶ εἴρηται καὶ δέσεικται ἐν τῷ Περὶ ἑρμηνείας. οὐ μὴν αὐτάρκης αἰτία αὕτη τοῦ τὰς ἐνδεχομένας ἀποφατικάς, ἐπεὶ καὶ καταφάσεις εἰσίν, ὁμοίως ἀντιστρέφειν ταῖς ἄλλαις καταφάσεσι, τὴν ἐπὶ μέρους πρὸς ἀμφοτέρας, τήν τε καθόλου καὶ τὴν ἐπὶ μέρους· εἰ γὰρ ἦν αὔταρκες τοῦτο, ἔδει καὶ ἐπὶ τῶν ἀναγκαίων Mr οὕτως ἔχειν· καὶ γὰρ τὸ ἀναγκαῖον ἐν αἷς ἄν ᾖ προτάσεσι προσκατηγορούμενον, καταφάσεις ἐδείχθησαν οὖσαι καὶ αὐταί. ἀλλ’ ὅμως καίτοι οὕτως ἐχουσῶν αὐτῶν ἔδειξε τὰς μὲν καθόλου ἀποφατικὰς ἀναγκαίας ἀντιστρεφούσας αὑταῖς καίτοι καταφάσεις οὔσας· ἡ γὰρ ἀναγκαία ἀποφατικὴ κατάφασις ἀπλῶς οὖσα τὸ ὅλον ἀποφατικὴ ἀναγκαία λέγεται· τῇ δέ γε ἐπὶ μέρους ἀναγκαίᾳ ἀποφατικῇ οὐδεμία ἀντέστρεφεν. οὐχ ὡς αἰτίαν οὖν ταύτην ἀπο- 1 οὕτω a 2 τὸν BLM: αὐτὸν a τοῦ om. aM ὡς ἐπὶ τὸ πλεῖστον otn. a 3 θεραπεύεσθαι . . . φλεβοτομίας om. L 5 ἐν συλλογιστικῇ χρείᾳ aBM: συλλογιστικὴ χρεία L ἐπὶ δὴ scripsi: ἐπειδὴ aBM: ἐπὶ δὲ L 7 τε om. aLM γὰρ om. a 8 ἡ om. a 10 ἀντιστρέφει L ὅτι aBM: αὐτὴν L 11 δὲ om. L 12 ἀντιστρέφειν ἑαυτῇ om. aLM πως om. L 13 τῆς δὲ ἀντιστροφῆς τοιαύτης τὴν αἰτίαν L φανεράν φησι aLM 14 γινομένων om. aL λέγει Β 15 ὑμῖν a ἔστω ante πρὸς transponit a et Ar. 18 τὸ (post νῦν) om. LM 19 ἐκείνων a 20 προσκατηγορεῖται a τε om. Β 21 Περὶ ἑρμηνείας] c. 12 β α p. 21a34sq. ante αἰτία add. ἡ LM 23 πρὸς ante τὴν transponit L πρός ἀμφοτέρας βα in ras.) Β; γρ. ἀμφοτέρας . . . τὴν ἐπὶ (cetera pcrieruut) in mg. Β2 τε BL: τῆς a: om. M 25 ᾖ BLM: εἴη a post προτάσεσι add. καὶ L 26 αὐταὶ aM: αὗται BL 28 αὑταῖς B: αὐταῖς LM: αὐτὰς a οὔσας om. L 29 γε om. L 30 αἰτίαν οὖν aBM: αἰτιοῦνται L διδοὺς τοῦ μὴ ἀντιστρέφειν τὴν καθόλου ἐνδεχομένην ἀποφατικὴν ἔθηκεν αὐτός· καὶ γὰρ ὑπέθετο αὐτὸ ὡς ὕστερον φανερὸν ποιήσων· παραμυθίας δὲ χάριν τοῦ ὡς καταφάσεσιν ἡμᾶς προσέχειν αὐταῖς δεῖν καὶ οὕτως ζητεῖν αὐτῶν τὰς ἀντιστροφάς. ἐπεὶ τήν γε ἀληθῆ αἰτίαν, δι’ ἣν ὡς καταφάσεις αὐτὰς ἀντιστρέφειν δεῖ, ἀποδώσει προελθών· διότι γὰρ ἀντιστρέφει τὸ καθόλου ἐνδεχόμενον ἀποφατικὸν καὶ τὸ καθόλου ἐνδεχόμενον καταφατικὸν ἀλλήλοις καὶ συναληθεύουσι κατὰ τὴν τάξιν τὴν αὐτὴν φυλασσομένων τῶν ὅρων ἐπὶ τοῦ οὕτως λεγομένου ἐνδεχομένου, διὰ τοῦτο αὐτῶν καὶ αἱ ἀντιστροφαὶ ὡς καταφατικῶν γίνονται· ὃ γὰρ ἐνδέχεται μηδενὶ ὑπάρχειν, τοῦτο ἐνδέχεται καὶ παντὶ ὑπάρχειν, καὶ ὃ παντὶ ἐνδέχεται, καὶ μηδενί, ὃ ἐπ’ ἄλλων οὐκ ἔστι προτάσεων ἢ μόνων τῶν οὕτως ἐνδεχομένων. κατὰ τοῦτο οὖν ἰσοδυναμοῦσα ἡ καθόλου ἀποφατικὴ <τῇ> καθόλου <καταφατικῇ> ἄλλως κατάφασις ὁμοίως ἐκείνῃ ἀντιστρέφει, οὐ διότι τὸ ‘ἐνδέχεται᾿ προσκατηγορούμενον ἔχει· εἰ γὰρ ἴσον δυναμένης τῆς ἀποφάσεως τῇ καταφάσει ἀντιστρέφοι ἡ καθόλου ἀποφατική, ἀντιστρέφοι ἂν καὶ ἡ καθόλου καταφατικὴ ἐνδεχομένη πρὸς αὑτήν. τοῦτο δ’ ἐστὶ ψεῦδος· εἰ γὰρ τοὐ Α ἐνδεχομένου τῷ Β μηδενὶ καὶ παντὶ λέγοι τις καὶ τὸ Β τῷ Α ἐνδέχεσθαι μηδενί, τῷ καὶ παντὶ ἐνδέχεσθαι εἴη ἂν ἡ καθόλου καταφατικὴ ἐνδεχομένη ἀντιστρέφουσα αὑτῇ, ὅπερ οὐκ ἔστιν ἀληθές· οὐ γὰρ εἰ πάντα ἄνθρωπον ἐνδέχεται περιπατεῖν, ἤδη καὶ πᾶν τὸ περιπατοῦν ἐνδέχεται ἄνθρωπον εἶναι. Ἀριστοτέλης μὲν οὖν διὰ ταῦτα τὴν καθόλου ἀποφατικὴν ἐνδεχομένην οὔ φησιν ἀντιστρέφειν αὑτῇ· Θεόφραστος δὲ καὶ ταύτην ὁμοίως ταῖς ἄλλαις ἀποφατικαῖς φησιν ἀντιστρέφειν, περὶ ὧν τῆς διαφορᾶς, ὅταν περὶ τῶν ἐνδεχομένων λέγωμεν, ἐπὶ πλέον ἐροῦμεν.