p. 24b 12 Τί μὲν οὖν ἐστι πρότασις, καὶ τίνι διαφέρει συλλογιστικὴ καὶ ἀποδεικτικὴ καὶ διαλεκτική. Εἴρηκεν, ὅτι ἡ μὲν πρότασίς ἐστι λόγος καταφατικὸς ἢ ἀποφατικός τινος κατά τινος, καὶ οὗτος ὁ λόγος εἴη ἄν τῆς συλλογιστικῆς προτάσεως. ἡ δὲ ἀποδεικτικὴ πρότασίς ἐστιν, ὡς μὲν ἐνθάδε εἴρηκεν, ἀληθὴς καὶ διὰ τῶν ἐξ ἀρχῆς ὑποθέσεων εἰλημμένη, ὡς δὲ ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς, ἡ ἀληθὴς καὶ ἄμεσος καὶ πρώτη καὶ γνωριμωτέρα καὶ αἰτία τοῦ συμπεράσματος· ἡ δὲ διαλεκτικὴ πυνθανομένῳ μὲν ἐρώτησις ἀντιφάσεως, συλλογιζομένῳ δὲ λῆψις τοῦ φαινομένου καὶ ἐνδόξου. εἴη δ’ ἄν καὶ σοφιστική, ἧς οὐκ ἐμνημόνευσε νῦν, λῆψις τοῦ φαινομένου καὶ ἐνδόξου· ἡ γὰρ ἐπιπόλαιον τὸ πιθανὸν καὶ εὐφωρατότερον ἔχουσα σοφιστικὴ πρότασίς ἐστι. δι’ ἀκριβείας δὲ περὶ αὐτῶν λέγει, περὶ μὲν τῆς ἀποδεικτικῆς ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς, περὶ δὲ τῆς διαλεκτικῆς ἐν τοῖς τοπικοῖς, περὶ δὲ τῆς σοφιστικῆς ἐν τοῖς Σοφιστικοῖς ἐλέγχοις, ἃ πάντα ἕπεται τῇ κοινῇ περὶ συλλογισμῶν πραγματείᾳ. καὶ εἴη ἄν διὰ τοῦ εἰπεῖν ἐν τοῖς ἑπομένοις ῥηθήσεται, ὅτι πρῶτα τῇ τάξει ταῦτα τὰ βιβλία ἐκείνων τῶν πραγματειῶν, δεδηλωκώς. p. 24b 16 Ὅρον δὲ καλῶ, εἰς ὃν διαλύεται ἡ πρότασις. ἔοικεν ἐνδείκνυσθαι καὶ αὐτός, ὅτι μὴ σύνηθες τὸ τοῦ ὅρου ὄνομα μηδὲ γνώριμον ἐπὶ τοῦ τῆς προτάσεως τασσόμενον μέρους, εἰπὼν ὅρον δὲ καλῶ. διὰ τοῦτο καὶ πρῶτον περὶ προτάσεως τὸν λόγον ἐποιήσατο, ὅτι ἐκ τῆς προτάσεως καὶ τὴν τοῦ ὅρου ἀπόδοσιν ἔμελλε ποιεῖσθαι. εἰσὶ δὲ ὅροι ἐν ἁπλῇ προτάσει ὄνομα καὶ ῥῆμα. εἴρηνται δὲ ὅροι τὰ τῆς προτάσεως μέρη ἀπὸ τοῦ τούτοις ὁρίζεσθαι τὴν πρότασιν καὶ ἐκ τούτων αὐτὴν 1 ἐρώτησις γάρ ἐστιν aLM 3 τοῦ om. LM 4 ante γινομένου add. τοῦ LM γινομένη a τῆς om. a 5 φαινομένου καὶ καὶ ἐνδόξου a 6 τοπικοῖς] I 1 p. 100b 21 —23 7 τίνι aB (n m): τί Ar. 8 post συλλογιστικὴ add. τε a 12 τῶν aBM: τὸ L προτάσεως L Ὑστ. ἂν.] I 2 p. 71b 21 15 σύλληψις L καὶ om. L 16 δ’ om. LM 17 καὶ (ante ἐνδόξου) om. LM καὶ aBM: aliud quid superscr. in litura L εὐφωρατότερον scripsi: εὐφωρατώτερον libri 18 λέγειν L 19 τῆς (ante διαλεκτικῆς) om. L 21 συλλογισμῶν] γισμῶν in ras. Β 22 post εἰπεῖν add. ὅτι L 25 αὐτὸ a 26 τασσόμενον om. L δὲ om. M 27 καὶ πρῶτον B: καὶ a: δὲ καὶ πρότερον LM τὸν ante περὶ transponunt LM 29 post ἐν add. τῇ a δὲ om. L 30 τοῦ om. L συγκεῖσθαι. ἔστι δὲ ὁ μέν, καθ’ οὗ κατηγορεῖται, ὁ ὑποκείμενος ὅρος, περὶ 6r οὗ καὶ ὁ λόγος γίνεται, ὁ δὲ κατηγορούμενος ὁ ἐπιφερόμενος τῷ ὑποκειμένῳ καὶ λεγόμενος περὶ αὐτοῦ· πᾶσα γὰρ πρότασις κατηγορικὴ ἐξ ὑποκειμένου ὅρου καὶ κατηγορουμένου σύγκειται. τὸ δὲ προστιθεμένου ἢ διαιρουμένου τοῦ εἶναι ἢ μὴ εἶναι προσέθηκεν, ἵνα μή τινες ἀγνοήσαντες, ὅταν τὸ ‘ ἐστί’ τρίτον προσκατηγορῆται ἐν προτάσει, διαιροῦντες τὴν πρότασιν τὸ εἶναι ἢ μὴ εἶναι τρίτον ὅρον ἡγῶνται εἶναι. οὐ γὰρ ὅρος ἐν ταῖς τοιαύταις προτάσεσι τὸ ‘ἐστίν᾿, ἀλλὰ προστιθέμενον μὲν σύνθεσιν σημαίνει τοῦ κατηγορουμένου καὶ τοῦ ὑποκειμένου καὶ ἔστι καταφάσεως δηλωτικόν· ἀποφατικῶς δὲ λεγόμενον διαιρεῖ καὶ χωρίζει τοὺς ὅρους ἀπ’ ἀλλήλων καὶ ἔστιν ἀποφάσεως δηλωτικόν· εἰς γὰρ δύο ὅρους πᾶσα διαιρεῖται πρότασις. ὅτι γὰρ μήτε ὅρος τὸ ‘ἐστί᾿ μήτε ὅρου μέρος, δῆλον εἶναι δοκεῖ ἐκ τοῦ καὶ τὴν κατάφασιν καὶ τὴν ἀπόφασιν τὰς ἀντικειμένας ἐκ τῶν αὐτῶν ὅρων συγκεῖσθαι. δοκεῖ δὲ ὅρος γίνεσθαι τὸ ‘ἐστίν᾿, ὅταν μόνον κέηται, τοῦτ’ ἔστι κατηγορηθῇ κατὰ τοῦ ὑποκειμένου, ὡς ἐπὶ τοῦ ‘Σωκράτης ἔστι᾿. δοκεῖ γὰρ τὸ ‘ἐστί τότε κατηγορούμενος ὅρος εἶναι. οὐ μὴν ἀλλ’ εἰ ἀκριβολογοῖτό τις, οὐδὲ τότε ἐστὶ καθ’ αὑτὸ ὅρος τὸ ‘ἐστίν᾿. ἡ γὰρ λέγουσα πρότασις ‘Σωκράτης ἔστιν᾿ ἴσον δύναται τῇ ‘Σωκράτης ὄν ἐστιν᾿, ἐν ᾗ γίνεται τὸ ὃν μετὰ τοῦ ‘ἐστίν᾿ ὁ κατηγορούμενος ὅρος, οὐ τὸ ‘ἐστίν᾿. ἐπεὶ δὲ τῷ ὂν τὸ ‘ἐστίν᾿ ἴσον δοκεῖ δύνασθαι | ἐγκεκλιμένον ἀπ’ αὐτοῦ, συντομίας χάριν 6v καὶ τοὐ μὴ ταὐτὸ λέγειν δοκεῖν μόνον συντάσσεται τῷ ὑποκειμένῳ· οὕτως δὲ συνταχθὲν ὅρος γίνεται καὶ τῆς προτάσεως μόριον. Εἰπὼν δὲ συντιθεμένου ἢ διαιρουμένου προσέθηκε τοῦ εἶναι ἢ μὴ εἶναι ἀκαταλληλότερον μέν πως τῇ ἑρμηνείᾳ δοκῶν χρῆσθαι διὰ τὴν τοῦ μὴ εἶναι πρόσθεσιν· δοκεῖ γὰρ αὔταρκες εἶναι τὸ προστιθεμένου ἢ διαιρουμένου τοῦ εἶναι· ἡ μὲν γὰρ πρόσθεσις τοῦ εἶναι κατάφασιν ποιεῖ, ἡ δὲ διαίρεσις ἀπόφασιν. οὐ μὴν ἀλλὰ καὶ προσέθηκεν αὐτὸ ὑπὲρ τοῦ δηλῶσαι, τίνα τρόπον τοῦ εἶναι διαιρουμένου ἀπόφασις γίνεται· διαίρεσις γάρ ἐστι καὶ ἡ παντελὴς ἄρσις τοῦ ‘ἐστί᾿, διαίρεσίς ἐστι καὶ ἡ μετὰ τοῦ ἀποφατικοῦ μορίου σύνταξις, ὁποῖόν ἐστι τὸ ‘οὐκ ἔστιν᾿. ἀλλὰ τέλεον μὲν ἀφαιρεθέντος τοὐ ‘ἐστίν᾿ ἀπὸ τῆς προτάσεως καὶ οὕτως διαιρεθέντος οὔτε ἀπόφασις τὸ καταλειπόμενον οὔτε πρότασις ὅλως· ὁ γὰρ ἀφελὼν ἀπὸ τῆς προτάσεως τῆς ‘Σωκράτης λευκός ἐστι᾿ τὸ ‘ἐστί᾿ καὶ καταλιπὼν τὸ ‘Σωκράτης λευκός᾿ οὔτε ἀπόφασιν πεποίηκεν οὔτε ἔτι πρότασιν τὸ καταλειπό- 3 πρότασις ex προτάσεις, ut videtur, corr. L 4 ante προστ. add. ἢ L 5 ante τοῦ add. ἢ a τινες] ες post superscr. Β 6 post ἐν add. τῇ a 7 ἡγοῦνται a 8 προστιθέμενον] τι superscr. Β 10 post διαιρεῖ add. τε a 12 εἶναι om. L 14 κέηται scripsi: κεῖται libri τοῦτ’ ἔστι . . . Σωκράτης ἔστι (15) om. aLM 16 τότε τὸ ἐστὶ aLM 18 ὄν Β: ὤν aLM 19 ὂν Β: ὢν aLM post ὁ add. δὲ a οὐ τὸ scripsi: οὗ τὸ Β1LM: οὕτω Β2: οὗτος a ἐστίν a: ὄν ἐστιν Β: ὤν ἐστιν LM τῶ aM: τὸ BL ὄν B: ὢν aM: ὢν ἐστὶ L τὸ aM: τῶ BL 21 ταὐτὸν aLM συντάσσεσθαι L 23 δὲ om. M 27 αὐτὴν L ὑπὲρ τοῦ δηλῶσαι om. L 29 διαίρεσίς ἐστι om. LM 33 Σωκράτης om. a34 ἐποίησεν Β ἔτι om. LM μενον τετήρηκεν· ἡ γὰρ πρότασις τέλειός ἐστι λόγος καὶ ἀνελλιπής. ὑπὲρ 6v τοῦ οὖν δεῖξαι, τίνα τρόπον χρὴ διαιρεῖν τὸ ‘ἐστίν᾿ ἐν τῇ ἀποφάσει, προσέθηκε τὸ μὴ εἶναι, ἵνα ᾖ ‘προστιθεμένου μὲν τοῦ εἶναι ἐν ταῖς καταφάσεσιν, διαιρουμένου δὲ τοῦ αὐτοῦ τούτου ἐν ταῖς ἀποφάσεσι καὶ γινομένου μὴ εἶναι᾿· οὐ γὰρ τέλεον διαιρουμένου καὶ ἀφαιρουμένου. ἢ προσέθηκε τὸ προστιθεμένου ἢ διαιρουμένου τοῦ εἶναι ἢ μὴ εἶναι ὑπὲρ τοῦ ἐνδείξασθαι, ὅτι ταῦτα, τὸ εἶναι ἢ μὴ εἶναι, οὐ μόριά ἐστι τῆς προτάσεως οὐδὲ ὅροι, ἀλλ’ ἔστιν ἔξωθεν τῶν ὅρων καὶ τὸ εἶναι καὶ τὸ μὴ εἶναι, ἢ προστιθέμενα τοῖς κατηγορουμένοις ὅροις ἔξωθεν ἐν τῇ τῶν προτάσεων εἰς τοὺς ὅρους διαιρέσει ἢ χωριζόμενα αὐτῶν· οὐδὲν γὰρ πλέον ὡς πρὸς τὴν εἰς τοὺς ὅρους τῶν προτάσεων διαίρεσιν ποιεῖ ταῦτα προστιθέμενα ἢ ἀφαιρούμενα· δοκοῦσι γὰρ οἱ ὅροι εἶναι τῆς ‘Σωκράτης λευκός ἐστι᾿ τὸ Σωκράτης καὶ τὸ λευκός. καὶ εἴη ἄν καταλληλότερον ἡ λέξις ἔχουσα, εἰ οὕτως λέγοι τὸ προστιθεμένου τοῦ εἶναι ἢ μὴ εἶναι ἢ διαιρουμένου. μένου. ἢ ἄτοπον τὸ μηδ’ ὅλως λέγειν τὸ ‘ἐστίν᾿ ἐν ταῖς οὕτως ἐχούσαις προτάσεσι κατηγορεῖσθαι, καὶ ταῦτα Εὐδήμου ἐν τῷ πρώτῳ Περὶ λέξεως δεικνύντος τοῦτο διὰ πλειόνων. p. 24b 18 Συλλογισμὸς δέ ἐστι λόγος, ἐν ᾧ τεθέντων τινῶν ἒτερόν τι τῶν κειμένων ἐξ ἀνάγκης συμβαίνει τῷ ταῦτα εἶναι. εἰπὼν περὶ προτάσεων καὶ περὶ τῶν τῆς προτάσεως μορίων, ἃ ὠνόμασεν ὅρους, ἀκολούθως ἀποδίδωσι, τί ποτέ ἐστιν ὁ συλλογισμός. ὅτι μὲν οὖν λόγος τίς ἐστιν ὁ συλλογισμὸς καὶ ὡς ἐν γένει τῷ λόγῳ ἐστί, δῆλον. λαβὼν δὲ τὸ γένος αὐτοῦ, ὃ τῶν ὁριστῶν τῆς κοινῆς φύσεως ἐστι δηλωτικόν, καθ’ ἣν τῶν διαφερόντων κατὰ τὸ γένος χωρίζεται· τοῦτο γὰρ ἡ τοῦ γένους ἐν τοῖς ὁριζομένοις θέσις δύναται· δεῖ μὲν γὰρ ὑπὸ τοῦ ὅρου τὸ ὁριζόμενον πάντως χωρισθῆναι· ἐπεὶ δὲ τῶν διαφερόντων αὐτοῦ τὰ μὲν πλεῖον ἀφέστηκε τούτων, ὅσα οὐδὲ ταὐτοῦ κεκοινώνηκεν αὐτῷ γένους, τὰ δὲ ἐγγύτερά τέ ἐστι καὶ ὁμογενῆ αὐτῷ· τῶν μὲν οὖν ἀνομοιογενῶν τὸ γένος αὐτὸ χωρίζει, τῶν δὲ ὁμογενῶν αἰ διαφοραί, διὸ πρῶτον ἐν τοῖς ὁρισμοῖς λαμβάνεται τὸ γένος χωριστικὸν ὂν τῶν πλεῖστον διαφερόντων· λαβὼν δὴ τὸ γένος τὸ τοῦ συλλογισμοῦ μετὰ ταῦτα διὰ τῶν διαφορῶν τοῦ 3 ἵν᾿ a εἶναι BLM: ἐστὶν a 6 ἢ (ante μὴ) aL (bifum): καὶ BM (Ar.); cf. 15,23 et 16,7, 14 7 εἰσι L 8 καὶ τὸ εἶναι ἔζωθεν (9) om. LM 9 post ἐν add. δὲ M 10 ante ἢ add. ἢ προστιθέμενα LM οὑδὲ aLM ante πλέον expct. τὸ B 13 ἡ λέξις καταλληλότερον L 14 λέγοι τὸ scripsi: λέγοιτο libri ante μὴ add. καὶ Β 21 τῆς προτάσεως BLM: τῶν προτάσεων a 22 ὁ om. aLM συλλογισμός] συλ periit in M 23 ὁ om. LM ἐν om. a 24 ante γένος add. κοινὸν aM 25 τὸ om. aLM 26 ἐν τοῖς ὁριζομένοις ἡ τοῦ γένους a 27 ἐπὶ a αὐτῷ a aut τῶν διαφερόντων αὐτοῦ aut τούτων (28) delendum videtur 28 πλείω a τούτων BLM: τούτου a οὐδὲ B: οὐ aLM τοῦ αὐτοῦ LM αὐτῷ BLM: τοῦ a 29 ἐγγυτέρω a, τε superscr. B ὁμοιωγενῆ a ἀνομογενῶν M 30 αὐτὸ a: αὐτὰ BLM αἱ superscr. Β πρῶτον B: πρότερον aLM 31 πλείστων a 32 δὲ a τὸ (post γένος) om. a τοῦ λόγου BLM: τούτου a λόγου τὴν οἰκείαν καὶ ἴδιον οὐσίαν τοῦ συλλογισμοῦ συντιθεὶς ταύτας τῷ 6v γένει ἔδειξε, διὰ μὲν τοῦ τεθέντων τινῶν ἐνδειξάμενος τό γε δεῖν εἶναί τινας εἰλημμένας προτάσεις ἢ συγχωρουμένας ὑπὸ τοῦ συλλογιζομένου, ὃ οὐ πᾶς ἔχει λόγος. τί γὰρ ἐν τῇ εὐχῇ τίθεται ἢ ἐν τῇ ἐντολῇ ἢ ἐν τῇ κλήσει; δοκεῖ δέ τισι τὸ τεθέντων μὴ ἀπλῶς σημαίνειν τὸ ‘ληφθέντων᾿, ἀλλὰ καὶ τὸν τρόπον δηλοῦν τῶν λαμβανομένων· ὅτι γὰρ κατηγορικὰς 7r εἶναι δεῖ τὰς λαμβανομένας πρὸς συλλογισμὸν προτάσεις δηλοῦσθαι διὰ τοὐ τεθέντων· ταύτας γὰρ καὶ ὡρίσατο· δείξει γάρ, ὅτι αἱ ὑποθετικαὶ προτάσεις αὐταὶ καθ’ αὑτὰς οὐ ποιοῦσι συλλογισμόν. διὸ τεθέντων εἶπεν, οὐ ληφθέντων. καὶ προσέτι, ὅτι μὴ ἓν δεῖ τὸ τιθέμενον εἶναι μηδὲ μίαν πρότασιν, τὸ τεθέντων δηλοῖ, ἀλλὰ τὸ ἐλάχιστον δύο· οὐ γάρ εἰσι συλλογισμοὶ οἱ λεγόμενοι ὑπὸ τῶν νεωτέρων μονολήμματοι· ὁ γὰρ συλλογισμὸς καὶ ἀπ’ αὐτοῦ τοῦ ὀνόματος σύνθεσίν τινα δηλοῖ λόγων· οἷς γὰρ ἄν ᾖ τὸ συν(??) προσκείμενον, συμπλοκὴν τούτων καὶ σύνθεσιν δηλοῖ καὶ σύλληψιν. οὕτω τὸ συντρέχειν· τρεχόντων γὰρ σύνθεσιν καὶ σύνοδον σημαίνει· ὁμοίως τὸ συμμαχεῖν· μαχομένων γάρ· καὶ τὸ συμπαλαίειν παλαιόντων· καὶ τὸ συζητεῖν δὲ ζητούντων· ἀλλὰ καὶ τὸ συμψηφίζειν ψήφων σημαίνει σύνθεσιν. οὕτως οὖν καὶ συλλογισμὸς σύνθεσίς ἐστι λόγων. οἱ δὲ λεγόμενοι μονολήμματοι δοκοῦσιν εἶναί ποτε συλλογισμοὶ τῷ τὴν ἑτέραν πρότασιν διὰ τὸ εἶναι γνώριμον τοὺς ἀκούοντας προστιθέναι. τὸ γὰρ ‘ἀναπνεῖς, ζῇς ἄρα᾿ δοκεῖ συλλογισμὸς εἶναι, ὅτι παρ’ αὑτοῦ προστίθησιν ὁ ἀκούσας τὴν ἑτέραν πρότασιν οὖσαν γνώριμον τὴν ‘πᾶς ὁ ἀναπνέων ζῇ᾿. ἐπεὶ εἴ γε μὴ ἦν γνώριμος αὕτη, οὐδεὶς ἄν συνεχώρει τὸ συμπέρασμα τό ‘ζῇς ἄρ’ ἐπὶ τοῦ ‘ἀναπνεῖς᾿, ἀλλ’ ἀπῄτει τὴν αἰτίαν· βούλεται γὰρ ὁ συλλογισμὸς τὸ συμπέρασμα ἀθροίζειν ἐκ τῶν προτάσεων, ὃ οὐ γίνεται ἐκ μιᾶς προτάσεως. καὶ γὰρ εἰ ὅτι μάλιστα ἕποιτό τι ἑνί τινι ἐξ ἀνάγκης, ἀλλ’ οὐ διὰ τοῦτο ἤδη καὶ συλλογιστικῶς· οὐ γὰρ ἐπεὶ ὁ συλλογισμὸς ἀναγκαίως ἔχει τὸ συμπέρασμα ἑπόμενον τοῖς κειμένοις, ἤδη καί, εἴ τι ἀναγκαίως ἕπεταί τινι, τοῦτο συλλογιστικῶς ἕπεται· ἐπὶ πλέον γὰρ τὸ ἀναγκαῖον τοῦ συλλογισμοῦ. ἐν γοῦν τῖς ἀκολουθίαις καὶ ταῖς σχέσεσι καὶ συνεχέσι καὶ συνημμένοις τοῖς ὑγιέσιν ἐξ ἀνάγκης μὲν ἀκολουθεῖ τῷ ἡγουμένῳ τὸ ἑπόμενον, ἀλλ’ οὐ συλ- λογισμὸς ἤδη τοῦτο· ἐν γὰρ τῷ ἱεῖ ἡμέρα ἐστί, φῶς ἐστιν᾿, ἐξ ἀνάγκης ἕπεται τῷ ἡμέρα εἶναι τὸ φῶς εἶναι, ἀλλ’ οὐ συλλογιστικῶς. ἀλλὰ καὶ τῷ κλέπτοντι ἕπεται τὸ ἁμαρτάνειν καὶ τῷ ὑβρίζοντι τὸ ἀδικεῖν· ἀλλ’ οὐ 1 οὐσίαν post συντιθεὶς transponit Β 3 προτάσεις εἰλημμένας aLM 7 πρὸς συλλογισμὸν om. a δηλοῦται aLM 8 καὶ om. aLM 9 ἑαυτὰς M διὸ BLM: διὰ τοῦτο a 11 δηλοῦν LM 12 ἀπὸ L 13 καὶ om. aLM εἴη a 14 συμ L καὶ σύλληψιν . . . σύνθεσιν (15) om. a 17 ψηφίζειν L σημαίνει BLM: δηλοῖ a 18 οὖν om. a μονολήμματοι λεγόμενοι aLM 19 πρότασιν BLM: τῶν προτάσεων a 21 αὐτοῦ aB: ἑαυτοῦ LM δευτέραν a 22 οὖσαν BLM: εἶναι a τὴν πᾶς om. a 26 τι Β1 corr.: om. aLM ἐξ ἀνάγκης ἑνί τινι aLM 27 συλλογιστικῶς BLM: συλλογισμός a 30 καὶ (post σχέσεσι) aBL: ταῖς M 31 μὲν om. a 32 τῷ εἰ BLM: τῷδε ἡμέρα BM ἀλλὰ om. a 34 κλέπτοντι] οντι in ras. M διὰ τοῦτο συλλογισμοὶ ταῦτα· ἴδιον γὰρ συλλογισμοῦ τὸ διὰ πλειόνων τὸ 7r ἀναγκαῖον δεικνύναι. διὸ οὐδ’ ἄν αἱ μὲν λέξεις ὦσι πλείους τῶν τιθεμένων, ταὐτὸν δὲ ταῦτα σημαίνῃ τῷ πρώτῳ, οὐδ’ οὕτω συλλογισμὸς ἐκ τῶν τοιούτων ἔσται· καὶ γὰρ ὁ οὕτως ἔχων λόγος τῇ δυνάμει μονολήμματος, ὡς ὁ λέγων ‘ἡμέρα ἐστίν· ἀλλὰ καὶ οὐχὶ οὐχ ἡμέρα ἐστίν· φῶς ἄρα ἐστίν᾿· τὸ γὰρ ‘οὐχὶ οὐχ ἡμέρα ἐστί᾿ τοῦ ᾿ἡμέρα ἐστί᾿ μόνῃ τῇ λέξει οιαφερει. Τὸ μὲν οὖν τεθέντων τούτων ἐστὶ δηλωτικόν. τὸ δὲ ἕτερόν τι τῶν κειμένων ἐξ ἀνάγκης συμβαίνει χωρίζει τὸν συλλογισμὸν τοῦ ἐπακτικοῦ λόγου· τὸ γὰρ ἀναγκαίως ἕπεσθαι τὸ συμπέρασμα τοῖς κειμένοις δηλοῖ, ὃ οὗτε ὁ παραδειγματικὸς οὔτε ὁ ἐπακτικὸς ἔχουσιν. καίτοι καὶ ἐν ἐκείνοις τίθεται ἢ τινὰ ἢ τί. πάνυ δὲ καλῶς τὸ δεῖν ἕτερον τῶν τεθέντων εἶναι τὸ συμπέρασμα προσέθηκεν· ἄχρηστον γὰρ καὶ συλλογιστικῆς χρείας φθαρτικὸν τὸ τὸ ὁμολογούμενον καὶ κείμενον ἐπιφέρειν. τὸ γὰρ χρειῶδες τοῦ συλλογισμοῦ οὐ παρέχεται τὸ ἱεῖ ἡμέρα ἐστίν, φῶς ἐστιν· ἀλλὰ μὴν ἡμέρα ἐστίν· φῶς ἄρα ἐστί᾿, καὶ ὅλως οἱ λεγόμενοι ὑπὸ τῶν νεωτέρων ἀδιαφόρως περαίνοντες. τοιοῦτοι δὲ καὶ οἱ διφορούμενοι, οἷός ἐστιν ἱεῖ ἡμέρα ἐστίν, ἡμέρα ἐστίν· ἀλλὰ μὴν ἡμέρα ἐστίν· ἡμέρα ἄρα ἐστίν᾿. σχῆμα μὲν γὰρ συλλογιστικὸν δύναται καὶ τὸ τοιοῦτον εἶναι καὶ συζυγία συλλογιστική, συλλογισμὸς δὲ οὐδαμῶς· ὄργανον γὰρ ὁ συλλογισμὸς καὶ χρείας τινὸς χάριν καὶ δείξεως παραλαμβανόμενον, ὥστε τὸ μὴ χρήσιμον οὐδὲ συλλογισμός. ὅτι δὲ οὐ χρήσιμον τὸ τοιοῦτον εἶδος, μάθοιμεν ἄν, εἰ ἐπέλθοιμεν τὰ εἴδη τοῦ συλλογισμοῦ καὶ ἐξετάσαιμεν, τίνι αὐτῶν οἰκεῖον τὸ τῶν κειμένων τι ἐπιφέρειν. πότερον γὰρ τῷ ἀποδεικτικῷ; ἀλλ’ οὗτός γε τὸ ἄδηλον πειρᾶται διὰ τῶν φανερῶν καὶ γνωρίμων ἐκ|καλύπτειν καὶ τὸ ὕστερον διὰ τῶν 7v πρώτων. ἀλλὰ τῷ διαλεκτικῷ; ἀλλὰ καὶ οὗτος, ὃ μὴ βούλεται συγχωρεῖν ὁ προσδιαλεγόμενος, τοῦτο πειρᾶται διὰ τῶν ἐνδόξων καὶ ὧν συγχωρεῖ δεικνύναι εἰς ἀντίφασιν περιάγων. ἀλλὰ τῷ ἐριστικῷ; ἀλλὰ καὶ τούτῳ πρόκειται καὶ αὐτῷ ἢ εἰς ἀντίφασιν ἢ εἰς φαινομένην ἀντίφασιν περιαγαγεῖν τὸν ἀποκρινόμενον, ἐξ ὧν δίδωσιν· οὐχ ὃ δίδωσι γοῦν συμπεραίνεται, ἀλλ’ ἐξ ὧν δίδωσιν, ὃ οὐ βούλεται δοῦναι· δῆλον οὖν, ὡς ἄλλο τι τοῦ δεδομένου 1 συλλογισμοὶ Β: συλλογισμὸς aLM 3 σημαίνει aLM τῶν om. LM 5 ὡς ὁ λέγων om. a post λέγων add. εἰ M 8 μὲν om. a 9 συμβαίνειν a: ras. post νει Β χωρίζοι Β τοῦ om. a 10 τοῖς κειμένοις τὸ συμπέρασμα a 12 τίθενται a post ἤ τι add. ἢ ὅτι ἕτερον τῶν κειμένων ἐξ ἀνάγκης ἐξ ἂν. om. a) τὸ συμπέρασμα aLM 13 εἶναι τῶν τεθέντων a πρὸς συλλογιστικὴν χρείαν LM 14 φορτικὸν aLM τὸ alterum om. L καὶ om. a κείμενον aBM: κύριον L 15 τοῦ συλλογισμοῦ om. aB περιέχεται οἷον τὸ LM φῶς ἐστιν om. a 16 φῶς LM: ἡμέρα aB 17 ἀδιαφόρως a: διαφόρως BLM διαφορούμενοι Β; cf. 20,11 et Prantl Ι p. 446,122, p. 447, 125, p. 476, 185 18 ἡμέρα ἐστιν (ante ἀλλὰ) iterat L 19 γὰρ om. LM συζυγίας συλλογιστικῆς aLM 20 συλλογισμὸν (ante δὲ) L 22 οὐ BLM: οὐδὲ a μανθάνοιμεν 23 τῶν συλλογισμῶν εἴδη a τὸ om. L 24 post ἐπιφέρειν add. ἐστί aLM 28 ante τῷ add. καὶ L 29 πρόσκειται aLM καὶ αὐτῷ ἡ om. a: καὶ αὐτῶ sub ἡ εἰς add. L 30 γοῦν aBM: τοῦτο L 31 οὐ BLM: μὴ a ἐποίσει. εἰ δ’ ἐστὶ τὸ γένος ἐν τοῖς εἴδεσι τοῖς αὑτοῦ, καὶ ἔστιν ὁ συλλογισμὸς 7v γένος τῶν αὑτοῦ εἰδῶν, ἐν οὐδενὶ δὲ αὐτῶν ταὐτὸν τῷ εἰλημμένῳ τὸ ἐπιφερόμενον, οὐδ’ ἄν ἐν συλλογισμῷ εἴη ὅλως. ὁ γὰρ ἐξ ἀντιφάσεως διαιρετικὸς συλλογισμὸς οὐχ ὡς ταὐτὸν τῷ μεταλαμβανομένῳ ἤ, ὡς οἱ νεώτεροί φασι, προσλαμβανομένῳ τὸ συμπέρασμα ἐπιφέρει· ὁ γὰρ λέγων ‘ἤτοι ἡμέρα ἐστίν, ἢ οὐκ ἔστιν ἡμέρα᾿, εἶτα προσλαμβάνων τὸ ἕτερον τῶν ἐν τῷ διαιρετικῷ, ἢ τὸ ἀποφατικὸν τὸ ‘ἀλλὰ μὴν οὐκ ἔστιν ἡμέρα᾿ ἢ τὸ καταφατικὸν τὸ ‘ἡμέρα ἐστίν᾿, ἔχει μὲν συναγόμενον ἢ τὸ ‘οὐκ ἄρα ἡμέρα ἐστίν᾿ ἢ τὸ ‘ἡμέρα ἄρα ἐστίν᾿, ὃ δοκεῖ ταὐτὸν εἶναι τῷ προσειλημμένῳ, ἤτοι τῷ ‘ἀλλὰ μὴν οὐκ ἔστιν ἡμέρ’ ἢ τῷ ‘ἀλλὰ μὴν ἡμέρα ἐστίν᾿· οὐ μὴν ὡς ταὐτὸν ὂν αὐτῷ ἐπιφέρεται, ἀλλ’ ὡς ἀντικείμενον τῷ ἑτέρῳ τῶν ἐν τῷ διαιρετικῷ· συμβαίνει δὲ τὸ ἐκείνῳ ἀντικείμενον ἐν τοῖς τοιούτοις συλλογισμοῖς ταὐτὸν γίνεσθαι τῇ προσλήψει. πάμπολυ δὲ διαφέρει τὸ προηγουμένως ταὐτὸν τῶν κειμένων τινὶ λαβεῖν τὸ συμπέρασμα ἢ λαβεῖν μὲν αὐτὸ ὡς ἄλλο συμπεσεῖν δὲ αὐτῷ τὸ ταὐτὸν αὐτῷ γενέσθαι. οὐδέποτε οὖν ἄλλοτε ἡ τότε, ὅτε ταὐτὸν γίνεται τὸ ἀντικείμενον τῷ ἑπομένῳ τῇ προσλήψει, ἡ τοιαύτη ἐπιφορά. καὶ τότε οὖν ὡς ἕτερον λαμβάνεται, εἴ γε ἕτερόν ἐστι τὸ εἷναι τῷδέ τινι καὶ τὸ εἶναι ἀντικειμένῳ τοῦ ἑτέρου τῶν ἐν τῇ διαιρέσει. τῇ λέξει οὖν ταὐτὸν οὐ τῇ δυνάμει. καὶ τότε ἐστὶν οὕτως, ὃ ἀναγκαῖον καὶ τοῖς ἀπὸ τῆς Στοᾶς λέγειν, εἴ γε ἐν τοῖς διαιρετικοῖς καὶ διαζευκτικοῖς συλλογισμοῖς φασι τῇ προσλήψει θατέρου τῶν ἐν τῷ διεζευγμένῳ τὸ ἀντικείμενον ἕπεσθαι τοῦ λοιποῦ τῆς συλλογιστικῆς συμπλοκῆς. εἰ δὲ τοῦτο, οὐκ ἂν εἴη συλλογισμὸς κατ’ αὐτοὺς ἔτι, ἔνθα προσληφθέντος τοῦ ἑτέρου μὴ τὸ ἀντικείμενον τὸ δ’ αὐτό τι τῷ προσληφθέντι τῶν ἐν τῷ διαζευκτικῷ ἐπιφέρεται. ὥστε ἢ οὐ συλλογιστικὴ ἡ προκειμένη συμπλοκή, εἰ ταὐτὸν τῷ προσλαμβανομένῳ τῶν ἐν τῷ διαζευκτικῷ ἐπιφέρει, ἤ, εἰ συλλογιστική, καὶ κατ’ αὐτοὺς οὐχ ὡς ταὐτὸν εἴληπται τῷ προσειλημμένῳ τὸ ἐπιφερόμενον· οὐ γὰρ εἰ συμπέπτωκε τῷ αὐτῷ ἅμα τε ἀντικειμένῳ εἶναι τῷ ἑτέρῳ τῶν ἐν τῷ διαιρετικῷ καὶ τῷ ἑτέρῳ αὐτῶν τὸ αὐτὸ γίνεσθαι, ἤδη καὶ ταὐτόν ἐστιν αὐτῷ τό τε εἶναι τῷ αὐτῷ τῷ ἑτέρῳ καὶ τὸ εἶναι ἀντικειμένῳ τοῦ ἑτέρου. εἰ γὰρ ἦν ἀλλήλοις ταὐτά, ἐν πᾶσι τοῖς διαιρετικοῖς τὸ ἀντικείμενον τῷ ἑτέρῳ εὐθὺς ἄν καὶ ταὐτὸν ἦν τῷ λοιπῷ. διαφέροντα δὲ ἐν τοῖς πλείστοις, καὶ ἐν οἷς ἅμα τῷ 1 τοῖς alterum om. aL αὐτοῦ libri 2 αὐτοῦ libri ἐν om. aLM 3 συλλογισμοῖς L 6 προσλαμβανομένων Β pr. 7 ἀποφαντικὸν LM 8 post μὲν add. οὑν a συναγόμενα aM 10 ἤτοι om. a 11 αὐτῷ ὃν aLM 13 τὸ scripsi: τοῦ aBM: τὸ an τοῦ? L 14 τινὶ τῶν κειμένων a ἢ BLM: τὸ a 15 γίνεσθαι a 16 ὅτε om. a 20 τοῖς (post καὶ) Β: τοὺς aLM 21 post καὶ add. τοῖς aL 22 τῷ λοιπῷ M τῇ συλλογιστικῇ συμπλοκῇ B 24 τὸ (post μὴ) superscr. B 25 διαζευτικῷ BL ἡ om. aB 26 προκειμένη scripsi: προσκειμένη Β: ἐπιφερομένη aLM προλαμβανομένῳ L λαμβαν in ras.) τῶν aBL: τὸ M διαζευτικῷ L 27 ἡ εἰ BM: ἡ aL 28 προειλημμένῳ aB 30 τὸ αὐτὸ BLM: τῷ αὐτῷ a ἤδη BLM: εἴδη a 32 ταῦτα aB pr. 33 λοιπῷ BLM: ληπτῷ a τῷ αὐτῷ aB: τὸ αὐτὸ LM αὐτῷ ὑπάρχει, οὐχ ὡς ταὐτὰ ὑπάρχει, ὥστ’ οὐδ’ ὁ λαμβάνων αὐτῶν τι 7v ὡς ἀντικείμενον τῷ ἑτέρῳ ὡς ταὐτὸν ἄν τῷ ἑτέρῳ λαμβάνοι· ἐν γοῦν τοῖς μὴ ἐξ ἀντικειμένων διαιρετικοῖς, ὡς ἐν τοῖς ἐξ ἐναντίων, οὐδετέρῳ τῶν κειμένων ταὐτὸν τὸ συμπέρασμα οὐδὲ τῇ λέξει, ὅτι μή συμπίπτει ἐπὶ τούτων τὸ ἀντικείμενον τῷ ἑτέρῳ τῷ λοιπῷ ταὐτὸν εἶναι. ἐν γὰρ τῷ ‘ἤτοι ἡμέρα ἐστὶν ἢ νύξ ἐστιν, ἀλλὰ μὴν οὐκ ἔστιν ἡμέρα, νὺξ ἄρα ἐστίν᾿ τὸ ‘νύξ ἐστιν᾿ οὐδετέρῳ ταὐτὸν τῶν εἰλημμένων, οὔτε τῷ τροπικῷ ὑπ’ αὐτῶν λεγομένῳ ἦν γὰρ ἐκεῖνο ‘ἤτοι ἡμέρα ἔστιν ἢ νύξ ἐστι᾿, τὸ ὅλον τοῦτο) οὔτε τῇ προσλήψει· ἡ γὰρ πρόσληψίς ἐστιν ‘ἀλλὰ μὴν οὐκ ἔστιν ἡμέρα᾿, ὧν ἀμφοτέρων ἕτερόν ἐστι τὸ ‘νύξ ἐστιν᾿. ἀλλὰ μὴν οὐδὲ οἱ διφορούμενοι λόγοι λεγόμενοι ὑπ’ αὐτῶν συλλογιστικοί, οἷός ἐστιν ὁ ‘εἰ ἡμέρα ἐστίν, ἡμέρα ἐστίν· ἀλλὰ μὴν ἡμέρα ἐστίν· ἡμέρα ἄρα ἐστίν᾿· οὔτε γὰρ τὴν χρείαν τὴν τοῦ συλλογισμοῦ παρέχεται, ἔτι τε, εἰ ἡ τοῦ ἑπομένου πρόσληψις ἐν τοῖς συνεχέσιν ἀσυλλόγιστος, ἐν δὲ τοῖς τοιούτοις συνεχέσι ταὐτὸν τὸ ἡγούμενον τῷ ἑπομένῳ, ἡ πρόσληψις οὐ μᾶλ|λον τοῦ ἡγουμένου ἢ τοῦ ἑπομένου γίνεται· οὐ γὰρ εἰ ἀληθὲς τὸ αὐτὸ αὐτῷ τι ἕπεσθαι, ἤδη καὶ πρὸς συλλογισμὸν χρήσιμον τὸ τοιοῦτον συνημμένον, ὥσπερ οὐδὲ τὸ ἀπρόσληπτον, οἷόν ἐστι τὸ ‘εἰ ἵππος εἶ, ζῷον εἶ᾿. ἀλλ’ εἰ καὶ τὸ ἀμφότερα προσλαμβάνειαν, καὶ τὸ ἡγούμενον καὶ τὸ ἑπόμενον, ἀσυλλόγιστον, εἴη ἂν καὶ ταύτῃ ἐλεγχόμενος ὁ τοιοῦτος λόγος· ἐν οἷς γὰρ ταὐτὸν τὸ ἡγούμενον τῷ ἑπομένῳ, ἡ πρόσληψις ἢ ἀμφοτέρων ἢ οὐδετέρου ἢ μᾶλλον τοῦ ἑπομένου γίνεται καὶ ὁμοιοτέρα οὕτω γίνεται. ἀλλ’ εἰ καὶ τὸ τὸ ἐν ἀρχῇ λαμβάνειν ἀσυλλόγιστον, καὶ τούτῳ ὁ ταὐτὸν ἐπιφέρων τῶν κειμένων τινὶ ὑπεύθυνος λόγος· ὃ γὰρ βούλεται δεῖξαι, τοῦτο προσλαμβάνει. ἔτι αὐτὸς ἀρχόμενος τῆς πραγματείας, τί τέλος αὐτῆς καὶ σκοπός ἐστι, προεῖπεν· ἀπόδειξις γὰρ καὶ ἐπιστήμη ἀποδεικτική · ὥσθ’ ὅσα μηδὲν εἰς ταῦτα συντελεῖ, οὐκ ἄν οἰκεῖα τῆς προκειμένης εἴη πραγματείας. καὶ γὰρ ἄτοπον ἐπαγωγὴν μὲν μὴ λέγειν, εἰ τῶν εἰλημμένων τι καὶ κειμένων ἐπιφέροιτο ἐν τῷ ἐπακτικῷ λόγῳ, συλλογισμὸν δὲ ἀξιοῦν εἶναι καὶ τὸν τοιοῦτον λόγον. Τὸ δ’ ἐξ ἀνάγκης συμβαίνει οὐ τοῦ ἀναγκαῖον εἶναι τὸ συμπέρασμα δηλωτικόν ἐστιν, ὡς ᾠήθησάν τινες τοῦτο γὰρ ἐπὶ τῶν ἀναγκαίων μόνων γίνεται προτάσεων), ἀλλὰ τοῦ ἐξ ἀνάγκης ἀκολουθεῖν τοῖς κειμένοις, 1 ὑπάρχειν (ante οὐχ et ante ὥστ’) a οὐχ ὡς ταὐτὰ ὑπάρχει om. LM ταῦτα a οὐδ᾿ ὁ BLM: οὐδὲ a 2 λαμβάνοις a ἐν om. a 3 ἐν om. a 4 ante ταὐτὸν add. ὧν a τὸ om. aBL 5 τὸ λοιπῷ L 7 τὸ νὺξ . . . ἡ νὺξ ἔστι (8) om. a ἐστὶν (ante οὐδετέρῳ) M: δὲ BL οὐδέτερον L 8 ἦν M: ἢ BL 9 πρόσληψις aB: πρότασις λῆψις LM ἐστιν om. aL 10 ὧν BM: τῶν a: om. L post νὺξ add. ἄρα a 11 διαφορούμενοι BL λόγοι om. a ὁ om. a 13 τὴν alterum om. aLM 16 ἑπομένου ἢ τοῦ ἡγουμένου a τινι a 18 τὸ ἵππος εἰ ζῶον ᾖ a ἀμφότερον L 21 οὐδετέρων a 22 ὁμοιότατον οὕτως a γίνεται (post οὕτω) om. aLM τὸ alterum om. aLM 24 τούτῳ BM: τοῦτο L: τούτων a 25 τί BLM: ὃ a 26 ἀπόδειξιν LM ἐπιστήμην ἀποδεικτικὴν LM ταύτην a 28 ἐπαγωγὴν μὲν ἄτοπον a εἰ om. a 29 τῷ periit M ἀξιοῖ a 30 συμβαίνειν a 31 ὡς ᾠήθησάν τινες om. aLM ἄν τε ὑπάρχον ᾗ ἄν τε ἐνδεχόμενον ἄν τε καὶ ἀναγκαῖον τὸ συμπέρασμα. καὶ 8r γὰρ ἂν ἐνδεχόμενον ᾖ τὸ συμπέρασμα, ἀλλ’ ἐξ ἀνάγκης γε καὶ αὐτὸ ἕπεται ταῖς προτάσεσιν ἐν ταῖς συλλογιστικαῖς συζυγίαις· οὐ γὰρ τοῦ τὴν συμπεραινομένην πρότασιν δεῖν ἀναγκαίαν εἶναι ἡ λέξις ἐστὶ δηλωτική, ἀλλὰ τῆς τοῦ συμπεράσματος πρὸς τὰς προτάσεις ποιᾶς σχέσεως ἐστι μηνυτική· ἂν γοῦν ληφθῇ πρότασις ‘πᾶς ἄνθρωπος κατάκειται᾿ καὶ ταύτῃ προσληφθῇ ἡ λέγουσα ‘πᾶς ὁ κατακείμενος κοιμᾶται᾿, ἐξ ἀνάγκης μὲν ἀκολουθήσει τὸ ‘πᾶς ἄνθρωπος κοιμᾶται᾿, οὐ μὴν καὶ ἀναγκαῖον ἔσται τὸ πάντα ἄνθρωπον κοιμᾶσθαι. Τὸ δὲ τῷ ταῦτα εἶναι τίνος χάριν τῷ τοῦ συλλογισμοῦ ὅρῳ προσέθηκεν, αὐτὸς ἐξηγήσατο εἰπὼν λέγω δὲ τῷ ταῦτα εἶναι τὸ διὰ ταῦτα συμβαίνειν, ὃ καὶ αὐτὸ ἔτι δοκοῦν ἀσάφειάν τινα ἔχειν τὸ γὰρ διὰ ταῦτα αἰτίας ἐστὶ δηλωτικόν· δύναται δὲ καὶ μὴ δι’ αἰτίων συλλογισμὸς γίνεσθαι, ὡς ὁ διὰ σημείων ἐκ τῶν ὑστέρων τὰ πρῶτα δεικνύς· τῆς γὰρ ἀποδείξεως ἴδιον τοῦτο, τοῦτ’ ἔστι τὸ δι’ αἰτίων συλλογίζεσθαι· δεῖ μὲν γὰρ αἰτίας τοῦ συμπεράσματος τὰς προτάσεις εἶναι, εἰ συλλογισμὸς ἔσται, οὐ μέντοι δεῖ πάντως τὰ ὑπὸ τῶν προτάσεων δηλούμενα αἴτια εἶναι τοῦ πράγματος τοῦ δηλουμένου ὑπὸ τοῦ συμπεράσματος · δύναται γάρ τις καὶ δι’ ὑστέρων τὸ πρότερον συλλογίσασθαι, ὡς ὁ ἐκ τοῦ γάλα ἔχειν τὸ τετοκέναι δεικνὺς καὶ διὰ τῆς τέφρας τὸ πῦρ, καὶ ὅλως οἱ διὰ σημείων συλλογισμοὶ τοιοῦτοι· οὐ γὰρ τὸ ὕστερον τοῦ προτέρου αἴτιον) διὰ τοῦτο καὶ τὸ διὰ ταῦτα συμβαίνειν ἐξηγήσατο εἰπὼν τὸ μηδενὸς ἔξωθεν ὅρου προσδεῖν πρὸς τὸ γενέσθαι τὸ ἀναγκαῖον, τοῦτ᾿ ἔστι τὸ αὐτάρκεις εἶναι τοὺς κειμένους ὅρους πρὸς τὸ συμπέρασμα, διὰ ταύτης τῆς προσθέσεως ἅμα δεικνὺς καὶ ὅτι μή εἰσιν οἱ λεγόμενοι μονολήμματοι συλλογισμοί· προσδέονται γὰρ καὶ ἐκεῖνοι ἔξωθέν τινος ὅρου καὶ προτάσεως πρὸς τὸ συμπέρασμα, ὃν ὅρον καὶ πρότασιν προστίθησι παρ’ αὑτοῦ, πρὸς ὃν ὁ λόγος, τῷ εἶναι γνώριμον. καθόλου γάρ, εἴ τι εἴη συναγόμενον μὲν οὐ μὴν ἐκ τῶν κειμένων ἀλλ’ ἑτέρας προτάσεως προσλήψει, τὸ τοιοῦτον ἀναγκαῖον μὲν ῥηθήσεται, οὐ μὴν συλλογισμὸς ἤδη τοῦτο, ὁποῖοί εἰσι καὶ οἱ ἀμεθόδως περαίνοντες λόγοι παρὰ τοῖς Στωικοῖς, οἷον εἰ λέγοι τις ‘τὸ πρῶτον τοῦ δευτέρου μεῖζον, τὸ δὲ δεύτερον τοῦ τρίτου, τὸ ἄρα πρῶτον τοῦ τρίτου 1 καὶ (post ἄν τε) oin. a 2 ἄν Β: κἀν aLM γε scripsi: τε libri 4 δεῖ πρότασιν a ἡ λέξις BLM: ὁ λόγος a δηλωτικός a 5 ἐστι om. a 6 κἄν aLM οὖν a 8 καὶ om. a ἐστι aLM 10 ταῦτα εἶναι] ἁ εἶναι superscr. B1 11 τῷ aBM: τὸ L (u) τὸ BLM et Ar.: τῷ a (Cifnm) 12 δοκοῦν ἔτι L 13 δι’ αἰτίαν L συλλογισμόν L 14 γίνεσθαι post αἰτίων transponunt LM ὡς ὁ . . . πρῶτα om. aL δεικνύς BM: δείκνυσι L: om. a 15 τοῦτ’ . . . συλλογίζεσθαι om. aLM δεῖ μὲν . . . τοῦ δηλουμένου (18) om. L 17 δειλούμενα a 19 τὰ πρότερα a ὁ om. LM 22 συμβαίνειν LM et Ar.: εἶναι aB τὸ BL et Ar.; τῷ aM ἔξωθεν a et Ar.: om. BLM (cf. 26) 23 τὸ (ante αὐτάρκεις) aB: τῷ LM 25 καὶ om. a: superscr. L 26 γὰρ om. L 27 παρ’ BLM: περὶ a αὐτοῦ Β: ἑαυτοῦ LM: om. in lac. a τῷ BLM: τὸ a 28 συναιρόμενον a μὲν om. L 31 στοϊκοῖς a . λέγει a μεῖζον᾿· τοῦτο γὰρ ἀναγκαίως μὲν ἕπεται, οὐ μὴν καὶ συλλογιστικῶς, εἰ 8r μὴ προσληφθείη τις ἔξωθεν πρότασις ἡ λέγουσα ‘τὸ τοῦ μείζονος μεῖζον καὶ τοῦ ἐλάττονος ἐκείνου μεῖζόν ἐστι᾿. τοιοῦτόν ἐστι καὶ τὸ ἐν τῷ πρώτῳ τῶν Εὐκλείδου Στοιχείων θεώρημα τὸ ‘‘ἥδε τῇδε ἴση· ἀλλὰ καὶ ἥδε τῇδε· καὶ ἥδε ἄρα τῇδε ἴση”. καὶ γὰρ τοῦτ’ ἀληθὲς μέν, ἀλλ’ ἐνδεῖ ἡ καθόλου πρότασις, ἵνα συνάγηται συλλογιστικῶς· | ἔστι δὲ αὕτη “τὰ τῷ αὐτῷ ἴσα 8v καὶ ἀλλήλοις ἐστὶν ἴσα”. οὕτως ἔχει καὶ τὸ παρὰ Πλάτωνι ἐν Πολιτείᾳ τὸ “εἰ θεοῦ ἦν παῖς, οὐκ ἦν αἰσχροκερδής, εἰ δὲ αἰσχροκερδής, οὐκ ἦν θεοῦ παῖς· οὐκ ἄρα ἄμφω”· καὶ γὰρ καὶ τοῦτο οὐ διὰ τῶν κειμένων συνάγεται ἀλλὰ προσλήψει καθολικῆς προτάσεως· ἔστι δὲ αὕτη ‘ὧν ἑκατέρῳ τῶν ἀντικειμένων τὸ θατέρῳ ἀντικείμενον ἕπεται, ταῦτα ἀδύνατον ἄμφω ἅμα τῷ αὐτῷ ὑπάρχειν᾿. ταύτῃ γὰρ τῇ προτάσει οὔσῃ καθόλου προσληφθείσης τῆς ‘τῷ δὲ θεοῦ παῖδα εἶναι καὶ τῷ αἰσχροκερδεῖ ἕπεται ἑκατέρῳ αὐτῶν τὸ ἀντικείμενον θατέρου᾿, ἐφ’ οἷς συμπέρασμα τὸ ‘οὐκ ἄρα ἄμφω ταῦτα τῷ αὐτῷ᾿· τῷ μὲν γὰρ θεοῦ παῖδα εἶναι ἕπεται τὸ ἀντικείμενον τῷ αἰσχροκερδεὶ αὕτη γὰρ ἀπόφασις αὐτοῦ), τῷ δὲ αἰσχροκερδεῖ πάλιν ἡ ἀπόφασις τοῦ θεοῦ παῖδα εἶναι. καὶ ὅλως τοιοῦτον τὸ εἶδός ἐστι τῶν λόγων, οὓς οἱ νεώτεροι λέγουσιν ἀμεθόδως περαίνοντας, οἷόν ἐστι καὶ τὸ ‘ἡμέρα ἐστίν· ἀλλὰ καὶ σὺ λέγεις, ὅτι ἡμέρα ἐστίν· αληθεύεις ἄρα᾿· οὐ γὰρ συλλογισμὸς τοῦτο· ἔσται δὲ προστεθείσης καθόλου προτάσεως τῆς ‘ὁ τὸ ὂν εἶναι λέγων ἀληθεύει᾿, ᾗ προστεθείσης τῆς ‘ὁ δὲ ἡμέρας οὔσης ἡμέραν εἶναι λέγων τὸ ὃν εἶναι λέγει᾿· συμπέρασμα γὰρ ἐπὶ τοῖς κειμένοις ‘ὁ ὄρα ἡμέρας οὔσης ἡμέραν εἶναι λέγων ἀληθεύει᾿. διά τε οὖν τοὺς λόγους τοὺς μονολημμάτους καὶ διὰ τοὺς ἀμεθόδως περαίνοντας πρόσκειται τὸ τῷ ταῦτα εἶναι, καὶ ἔτι διὰ τοὺς μὴ ἔχοντας κυρίας προτάσεις ἀλλ’ ὀφείλοντας εἰς ἐκείνας μεταληφθῆναι, ἵνα γένωνται συλλογιστικοί, ὡς ἔχει ὁ λόγος ὁ λέγων ‘μὴ οὐσίας. ἀναιρουμένης οὐκ ἀναιρεῖται οὐσία· τῶν δὲ μερῶν τῆς οὐσίας ἀναιρουμένων ἀναιρεῖται οὐσία· τὰ μέρη ἄρα τῶν οὐσιῶν οὐσίαι᾿, οὗ καὶ αὐτὸς ἐπὶ τέλει τοῦ λόγου μνημονεύει· οὐ γὰρ τῷ ταῦτα εἶναι τὸ συμπέρασμα, ἀλλὰ δεῖ μεταληφθῆναι τὰς προτάσεις. παραιτοῖντο 1 μὴν evan. Β συλλογισμῷ a 2 προσληφθήσεται a 3 ἐστὶ μεῖζον LM 4 post τὸ add. εἰ Β ἴσον a ἀλλὰ καὶ ἥδε τῇδε om. aB 5 τοῦ τἀληθὲς a 6 εἰσίν aLM 7 ἴσα εἰσίν LM Πολιτείᾳ] III 16 p. 408 c memoriter cital: οὐ πειθόμεθα αὐτοῖς ἀμφότερα, ἀλλ’ εἰ μὲν θεοῦ ἦν, οὐκ ἦν, φήσομεν, αἰσχροκερδής, εἰ δ’ αἰσχροκερδής, οὐκ ἦν θεοῦ τὸ (ante εἰ) om. aL 8 εἰ δὲ αἰσχροκερδής, οὐκ ἦν θεοῦ ante om. subscr. L 9 παῖς om. LM καὶ alterum om.aL 10 τῆς καθόλου a ἔστι δὲ αὕτη om. a ὧν Β: ὡς LM: ᾧ a 11 ἕπεται ἀντικείμενον a 12 ὑπάρχειν ἄμα τῷ αὐτῷ a 13 τὸ ·δὲ LM τὸ αἰσχροκερδῆ LM αἰσχροκερδῶς a 14 θατέρῳ a ἐπὶ τούτοις a τὸ om. a 16 post αἰσχροκερδεῖ add. τῷ ἀντικειμένῳ a αὕτη ἡ aLM αὐτῷ a 17 τοῦ aBM: τὸ L ἐστὶ τὸ εἶδος LM 18 οὓς aBM: ὡς L 19 καὶ om. a 20 ante καθόλου add. τῆς a post καθόλου add. τῆς L 21 ἧς Β 22 γὰρ om. a 24 τὸ om. aL τῷ superscr. M 25 κυρίως a 26 ὁ λόγος ἔχει aLM 27 τῶν δὲ . . . οὐσία (28) Β: ὃ δέ ἐστιν ἀναιρούμενον, καὶ τὸ ἐκ τούτων ἀναιρεθήσεται a: ἐξ ὦν δ’ ἐστὶν ἀναιρουμένων, καὶ τὸ ἐκ τούτων φθείρεσθαι Ar.: om. LM 28 ante οὐσίαι add. οὐκ LB 29 μνημονεύει] Anal. pr. I 32 p. 47 a 24 memoriter citat 30 παραιτοῖτ᾿ a δ’ ἄν διὰ τῆς προσθήκης ταύτης καὶ οἱ παρέλκον τι προσκείμενον ἔχοντες, 8v ὡς εἶπον, ἐν οἷς ἐστι τῶν σοφισμάτων τὰ τὸ μὴ αἴτιον αἰτιώμενα. Πειρῶνται δέ τινες καὶ τὸ τεθέντων ὡς μὴ δεόντως εἰρημένον συκοφαντεῖν λέγοντες τὴν θέσιν ἐπὶ σωμάτων λέγεσθαι κυρίως τῶν τόπον κατεχόντων, ἀσώματον δὲ εἶναι τὸν λόγον, μὴ δεῖν δὲ μηδὲ κατ’ αὐτὸν τὸν Ἀριστοτέλη μεταφοραῖς ἐν τοῖς ὁριστικοῖς λόγοις κεχρῆσθαι. ἀλλ’ οὗτοί γε ἐοίκασι τὴν αἰτίαν ἀγνοεῖν, δι’ ἣν οὐ χρὴ μεταφοραῖς ἐν τοῖς ὁριστικοῖς λόγοις κεχρῆσθαι· ἔστι δὲ αὕτη, ὅτι ἀσαφεστέρους τοὺς λόγους συμβαίνει γίνεσθαι , ὥστε τὰς τοιαύτας χρὴ μεταφορὰς φυλάττεσθαι καὶ τότε. ὅταν δὲ ἡ μεταφορὰ διὰ συνήθειαν γνωριμωτέρα τῶν κυρίως λεγομένων ἡ, οὐκέτι ἂν ὁ ταύτῃ χρώμενος ἁμαρτάνοι. πλήρης δὲ ἡ συνήθεια τῆς προειρημένης μεταφορᾶς. διὸ καὶ Πλατῶν ὡς ἐναργεῖ αὐτῇ ἐν Θεαιτήτῳ χρῆται λέγων “θὲς δή μοι κήρινον ἐκμαγεῖον ἐν τῇ ψυχῇ’’. p. 24b 22 τέλειον μὲν οὖν καλῶ συλλογισμὸν τὸν μηδενὸς ἄλλου προσδεόμενον παρὰ τὰ εἰλημμένα πρὸς τὸ φανῆναι τὸ ἀναγκαῖον. Δόξει προχείρως σκοποῦσι τοὐ τελείου συλλογισμοῦ τὸν προειρημένον ὅρον ἀποδεδωκέναι· εἶπε γὰρ ἐπ’ αὐτοῦ τὸ μηδενὸς ὅρου προσδεῖν αὐτῷ πρὸς τὸ γίνεσθαι τὸ ἀναγκαῖον, λέγει δὲ ἀτελῆ εἶναι συλλογισμὸν τὸν προσδεόμενον ἑνὸς ἡ πλειόνων. εἰ δὲ τοῦτο, οὐδ’ ἂν συλλογισμοὶ εἴησαν οἱ ἀτελεῖς. τοιοῦτοι δὲ οἱ ἐν δευτέρῳ καὶ τρίτῳ σχήματι συλλογισμοί, οὕς παντὸς μᾶλλον λέγει καὶ αὐτοὺς συλλογισμοὺς εἶναι. ἀλλὰ καὶ ἀρχόμενος ὡς περὶ συλλογισμῶν τῶν ἀτελῶν εἴρηκεν· τῶν γὰρ συλλογισμῶν προέθετο ζητήσειν “ποῖος τέλειος καὶ ποῖος ἀτελής’’, ὡς ὄντος καὶ τοῦ ἀτελοῦς συλλογισμοῦ. οὐ μὴν τοῦτ’ ἔστι τὸ λεγόμενον, ἀλλ’ ἐν τῷ ὅρῳ τοῦ συλλογισμοῦ περιέχεται καὶ ὁ ἀτελής· ὧν γάρ φησι προσδεῖσθαι τὸν ἀτελῆ , οὐχ ὡς ἔξωθεν ὀφειλόντων αὐτῶν προσληφθῆναι λέγει, ἀλλ’ ὡς ἐνυπαρχόντων μὲν ἐν τοῖς κειμένοις δεομένων δὲ δείξεως· λέγει γὰρ ἐπ’ αὐτῶν ἃ ἔστι μὲν ἀναγκαῖα διὰ τῶν ὑποκειμένων ὅρων, οὐ μὴν εἴληπται διὰ προτάσεων. | εἰ δ’ ἐστὶ τά, ἐξ ὧν τὸ συμπέρασμα, ἐν 9r τοῖς κειμένοις, εἴη ἄν καὶ ἐν τοῖς τελείοις καὶ ἐν τοῖς ἀτελέσι συλλο- γισμοῖς συναγόμενον συμπέρασμα “τῷ ταῦτα εἶναι’’, ὥστε καὶ οὗτοι συλ- 1 δ’ M: om. aBL 2 μὴ om. a 5 ἐχόντων LM μηδὲ ora. aLM 6 Ἀριστοτέλην aLM μεταφοραῖς . . . ἐοίκασι om. LM 7 γε om. a 8 χρῆσθαι L 9 καὶ IJLM: κἀν a ὅταν om. a 10 συνηθείας aB pr. 12 διαφορᾶς L αὐτῷ BL Θεαιτήτῳ] c. 23 p. 191c memoriter citat: θὲς δή μοι λόγου ἕνεκα ἐν ταῖς ψυχαῖς ἡμῶν ἐνὸν κήρινον ἐκμαγεῖον 18 ὄρου BM: ὅρον aL αὐτῷ om. a 19 γενέσθαι a et Ar. συλλογισμὸν εἶναι a 20 ante ἑνὸς add. ἡ a et Ar. 21 σχήματι καὶ τρίτῳ aLM 22 μᾶλλον πάπων a: μᾶλλον πάντως LM 23 τῶν ἀτελῶν . . . ἀλλ’ ἐν (25) om. L 24 ζητῆσαι a ὡς ὀπὸς . . . ὁ ἀτελής (26) om. a καὶ τοῦ om. Β 27 αὐτῶν ὀφειλόντων aLM 29 μὲν BM, itemque sed superscr. L: μὴ a 30 post διὰ add. τῶν Β (f) δὲ L 31 ἐν (post prius καὶ) BLM: ἐπὶ a τελείοις καὶ ἐν τοῖς om. a λογισμοί. οὐκέτι δὲ καὶ ἀτελεῖς συλλογισμοὶ οἱ ἀμεθόδως περαίνοντες· 9r ἔξωθεν γὰρ αὐτοῖς προστίθεται τὸ τῆς συναγωγῆς αἴτιον. ἑνὸς μὲν οὖν προσδέονται οἱ ἀτελεῖς συλλογισμοὶ οἱ μιᾶς ἀντιστροφῆς δεόμενοι πρὸς τὸ ἀναχθῆναι εἴς τινα τῶν ἐν τῷ πρώτῳ σχήματι τῶν τελείων καὶ ἀναποδείκτων, πλειόνων δέ, ὅσοι διὰ δύο ἀντιστροφῶν εἰς ἐκείνων τινὰ ἀνάγονται, ὡς προϊὼν δείξει. καὶ οἱ διὰ τῆς εἰς ἀδύνατον δὲ ἀπαγωγῆς δεικνύμενοι ἀτελεῖς καὶ αὐτοί. ὅσοις μὲν οὖν ἔξωθεν προσθήκης τινὸς δεῖ λόγου πρὸς τὸ τὸ συμπέρασμα συναχθῆναι, οὗτοι οὐδὲ τὴν ἀρχὴν εἶεν ἄν συλλογισμοί, ὧν λόγων εἰσὶ καὶ οἱ ἀμεθόδως περαίνοντες· οἷς δὲ τὸ ἐνδέον δυνάμει ἐν τοῖς κειμένοις ἐστί, βοηθείας δὲ δέονται καὶ τοῦ ἐκκαλυφθῆναι, οὗτοι συλλογισμοὶ μέν εἰσιν, ἀλλ’ ἀτελεῖς. οὗτοι δέ εἰσιν οἱ οὐκ ἀναπόδεικτοι οἱ ἔν τε τῷ δευτέρῳ καὶ τρίτῳ σχήματι. πῶς οὖν ἐστιν ἐν τοῖς ἀδυνάτοις οὐκ ἔξωθεν τὰ λαμβανόμενα; ἢ ἔξωθεν μὲν τὰ λαμβανόμενα καὶ οὐδὲ δυνάμει ὄντα ἐν τοῖς κειμένοις, ὥσπερ αἱ ἀντιστροφαί, ἀλλὰ τὰ λαμβανόμενα οὐ τοὐ προκειμένου ἐστὶ συλλογιστικὰ ἀλλ’ ἄλλου τινός· ἐκείνου γὰρ ὁ συλλογισμός, ὃ τῷ ἀδύνατόν τι εἶναι ἀναιρεθὲν τῆς τούτου θέσεως αἴτιον. διὸ τοῦτο μὲν οὐ διὰ συλλογισμοῦ φαμεν ἀλλ’ ἐξ ὑποθέσεως δείκνυσθαι· ὁ δὲ συλλογισμὸς ἄλλου. p. 24b 26 Τὸ ἐν ὅλῳ ὅλῳ εἶναι ἕτερον ἑτέρῳ καὶ τὸ κατὰ κατηγορεῖσθαι θατέρου θάτερον ταὐτόν ἐστιν. οἷς προιόντος τοῦ λόγου μέλλει χρῆσθαι ἔστι δὲ ταῦτα τό τε κατὰ παντὸς καὶ τὸ ἐν ὅλῳ καὶ τὸ κατὰ μηδενὸς καὶ τὸ ἐν μηδενὶ εἶναι τόδε τῷδε) πρῶτον ταῦτα γνώριμα ποιεῖ, καὶ διδάσκει ἡμᾶς, τί μέν ἐστι τὸ ἐν ὅλῳ εἶναι καὶ τὸ κατὰ παντός, καὶ ὅτι ταὐτά ἐστιν ἀλλήλοις ἀμφότερα ταῦτα ἐπὶ τῆς καθόλου καταφατικῆς προτάσεως λεγόμενα, τί δὲ τὸ κατὰ μηδενὸς καὶ τὸ ἐν μηδενί, καὶ ὅτι καὶ αἰεὶ ταῦτα ἀλλήλοις μέν ἐστι ταὐτά, λέγεται δὲ ἐπὶ τῆς καθόλου ἀποφατικῆς προτάσεως. τὸ οὖν κατὰ παντός, φησίν, ἐστίν, ὅταν μηδὲν ᾖ λαβεῖν, καθ’ οὗ θάτερον οὐ λεχθήσεται, τοῦτ’ ἔστιν, ὅταν μηδὲν ᾖ λαβεῖν τοῦ ὑποκειμένου, καθ’ οὗ τὸ κατηγορούμενον οὐ ῥηθήσεται · ἐπεὶ γὰρ πᾶσα πρότασις κατηγορικὴ ἐξ ὑποκειμένου ὅρου ἐστὶ καὶ κατηγορουμένου, τότε λέγεται ὁ κατηγορούμενος ὢ) κατὰ παντὸς τοῦ ὑποκειμένου ἀληθῶς, ὅταν μηδὲν ἡ λαβεῖν τοῦ ὑποκειμένου, καθ’ οὗ οὐ ῥηθήσεται τὸ κατηγορούμενον, οἷον τὸ ζῷον κατὰ 4 εἴς τινα BLM: εἴσω a 5 ἀνάγονται, ὡς om. in lac. a (5 δὲ om. aLM 7 μὲν οὖν ἔξωθεν oin. in lac. a προσθήκης προσδεῖ τινος LM: προσδεῖ τινος προσθήκης a 8 τὸ altcrum om. aLM ἄν εἶεν a 10 δεῖνται: δεῖται a 12 τε supcrscr. L: om. a 13 μὲν om. LM 15 εἰσι a ἐκεῖνος a 16 ὁ τῷ BM, itemque sed corr. L: τὸ a 17 τοῦτο ex τὸ corr. L 20 θάτερον θατέρου a (nmf) 21 TE om. a 22 to tertium om. LM εἶναι ora. a 26 to om. LM καὶ (post ὅτι) om. aL μέν om. aBL 27 ante ἐπὶ add. καὶ a καταφατικῆς LM 28 post λαβεῖν add, τοῦ ὑποκειμένου a (BCdifnum); τῶν τοῦ ὑποκειμένου Ar. 31 ὅρου om. a 33 τὸ κατηγορούμενον οὐ ρηθήσεται a παντὸς ἀνθρώπου· οὐδένα γὰρ λαβεῖν ἔστιν ἄνθρωπον, καθ’ οὗ τὸ ζῷον 9r οὐ ῥηθήσεται. οὕτως δὲ ἐχόντων ὁ ἄνθρωπος ἐν ὅλῳ γίνεται τῷ ζῴῳ, τοῦτ’ ἔστι περιεχόμενον ὑπ’ αὐτοῦ ὡς ὅλου· μέρος γάρ πως τοῦ καθόλου τὸ ἐν ὅλῳ· τὸ γὰρ ἐν ὅλῳ σημαντικόν ἐστι τοῦ μὴ ἔξω πίπτειν τι τοῦ λεγομένου ἐν ὅλῳ εἶναι ἐκείνου , ἐν ᾧ λέγεται εἶναι ὡς ἐν ὅλῳ. οὐ γὰρ τὸ παρεκτεινόμενόν τινι διὰ παντὸς ἐν ὅλῳ μόνον λέγεται· ἐν ὅλῳ γὰρ καὶ τὸ μέρος ἐστίν· ἐνδέχεται γὰρ καὶ ἐπὶ πλέον εἶναι τὸ κατὰ παντός τινος λεγόμενον, ὡς τὸ ζῷον τοῦ ἀνθρώπου, ἐνδέχεται καὶ ἐπ’ ἴσης, ὡς τὸ γελαστικὸν τοῦ ἀνθρώπου. ἐν δὴ τοῖς οὕτως ἔχουσι κατὰ παντὸς μὲν λέγεται ἀπὸ τοῦ κατηγορουμένου ἀρχομένων· οὗτος γάρ ἐστι τὸ κατὰ παντός· ἐν ὅλῳ δὲ ἀπὸ τοῦ ὑποκειμένου· οὗτος γάρ ἐστιν ἐν ὅλῳ. σημειωτέον δέ, ὅτι οὐχ ὁμοίως ἔν τε τούτοις καὶ ἐν τοῖς ‘Υστέροις ἀναλυτικοῖς ἀποδίδωσι τὸ καθόλου. ἀποδοὺς δέ, τί ποτέ ἐστι τὸ κατὰ παντός, φησίν, ὅτι καὶ τὸ κατὰ μηδενὸς ὡσαύτως, οὐ τοῦτο λέγων, ὅτι ταὐτόν ἐστι τὸ κατὰ παντὸς καὶ τὸ κατὰ μηδενός ἐναντία γάρ ἐστιν), ἀλλ’ ὅτι δυνατὸν ὁρίσασθαι αὐτὸ ὁρμωμένους ἀπ’ αὐτοῦ τοῦ περὶ τοῦ κατὰ παντὸς εἰρημένου εἰπεῖν περὶ τοῦ κατὰ μηδενός· ἔσται γὰρ ἀνάπαλιν ἀποδιδόμενον τὸ κατὰ μηδενός· ὅταν γὰρ μηδὲν ᾖ λαβεῖν τοῦ ὑποκειμένου, | καθ’ οὗ τὸ κατηγορούμενον ν ῥηθήσεται, τότε ἐστὶ καὶ τὸ κατὰ μηδενὸς ἀληθῶς, οἷον τὸ χρεμετιστικὸν κατ’ οὐδενὸς ἀνθρώπου· οὐδεὶς γάρ ἐστιν ἄνθρωπος, καθ’ οὗ τὸ χρεμετιστικὸν κατηγορεῖται. κατ’ οὐδενὸς μὲν οὖν τοῦ ἀνθρώπου τὸ χρεμετιστικόν, ἐν οὐδενὶ δὲ ὁ ἄνθρωπος τῷ χρεμετιστικῷ· ἀμφότερα γὰρ ταῦτα λέγεται ἐπὶ τῆς καθόλου ἀποφατικῆς προτάσεως.