Πολυσχιδὴς γάρ, ὡς οἶδας, καὶ δυσθεώρητος ἡ περὶ πυρετῶν θεωρία καὶ πολλοῦ δεομένη χρόνου πρὸς κατάληψίν τε καὶ ξυγγραφήν· δεῖν δὲ καὶ αὐτὸς ἂν ξυμφαίης σαυτοῦ τε καὶ ἡμῶν αὐτῶν ἄξιον εἶναι τὸ σπουδαζόμενον, εἰ μὴ μάτην αὐτὸς μὲν γράφειν, σὺ δὲ ἀναγινώσκειν αἱρούμεθα. Καὶ εἴασα ἂν τελέως τοὐγχείρημα διὰ ταῦτα, εἰ μή τις λόγος παλαιῶν ἀνδρῶν καὶ καλῶς ἔχων ἐπῆλθε πείθων με, ὡς ἀνάγκη φιλίαις εἴκειν, κἂν δέῃ συγκατιέναι τὴν τέχνην, μηδ᾽ αὐτοῦ δὴ τούτου γε φείδεσθαι.