<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0732.tlg001.1st1K-grc1"><div type="textpart" subtype="section" n="9"><p><note type="marginal">IX</note> Πῶς δὲ σωζόντων ἐστὶ τὴν περὶ κράσεως
                            κοινὴν πρόληψιν τὸ λέγειν <lb n="10"/> καὶ τὴν ἕξιν τοῖς ἔχουσιν αὐτὴν
                            μεμῖχθαι, καὶ τὴν φύσιν τοῖς φυτοῖς καὶ τὸ φῶς τῷ ἀέρι καὶ τὴν ψυχὴν τῷ
                            σώματι, εἴ γε κιρνᾶσθαι μὲν προείληπται <add cause="omitted">τὰ</add>
                            κατ’ ἰδίαν πρὸ τῆς κράσεως ὑφεστάναι δυνάμενα; διὰ τοῦτο γοῦν <lb n="30"/> καὶ αὐτοί φασι τὰ κεκραμένα χωρίζεσθαι πάλιν δύνασθαι, καὶ ταύτῃ δια
                                <lb n="15"/> κρᾶσιν συγχύσεώς τε καὶ φθάρσεως. οὔτε ἕξις τις χωριστὴ
                            τοῦ ἔχοντος αὐτήν, ὡς καθ’ αὑτὴν εἶναι δύνασθαι, οὔτε ἡ τῶν φυτῶν φύσις
                            χωρὶς φυτῶν ὑποσταίη ποτ’ ἄν. τό τε φῶς πῶς οἷόν τε ἐπινοῆσαι
                            κεχωρισμένον τῶν διαφανῶν σωμάτων; ἀλλ’ οὐδ’ ἡ ψυχὴ τοιοῦτον, ὡς οἷόν
                                <lb n="35"/> τε, εἴ γε εἶδος ἔνυλον οὐχ οἷόν τε εἶναι χωρὶς ὕλης τε
                            καὶ σώματος. ἀλλ’ <lb n="20"/> οὐδὲ τὸ πῦρ τῷ σιδήρῳ, καθά φασι,
                            μίγνυται, ὥσπερ οὐδὲ τοῖς χυμοῖς <note type="footnote">4 ἢ del. ldeler 5
                                ⟨ἢ⟩ τὸ scripsi: τὸ libri: τῷ Apelt 9 παντὶ] fortasse πάντῃ post τι
                                A1 del. τέμνεσθαι δυνάμενον 11 κίρναται B fortasse εἴ γε κίρναται
                                μόνα, ⟨ἃ⟩ ἀλλήλοις καὶ παρεκτ. παρεκτείνονται a 12 fortasse ἄλληηλα,
                                ⟨ἀδύνατον δὲ οὕτως ἄλληλα⟩ διῃρηκέναι del. Ideler: καὶ διηρημένα
                                Apelt 13 post κεκρ. lacunam ind. Caninius 15 τὸ del. Schwartz 17
                                lacunam in Ideler 21 δ᾿  addidi 29 τὰ add. Schwartz 31 χωρὶς BCPRSa
                                32 δύναται Ideler 34. 35 οἷόν τε] fortasse οἴονται 35 εἶναι om. Ra
                                36 φασι scripsi: φησι libri</note>
                            <pb n="223"/> οὐδὲ τοῖς ξύλοις. ὅλως γὰρ ἄτοπον τὴν ὕλην τῷ εἴδει
                            μίγνυσθαι λέγειν. ὕλη δὲ πυρὸς τὰ καιόμενά τε καὶ πεπυρωμένα πάντα,
                            ἀλλ᾿  ἡ μὲν ἄφθαρτος, ἡ δ᾿  οὔ. διὸ καὶ μέχρι πολλοῦ σβεννύμενά τινα
                            ταὐτὸ εἶδος τῷ ἐξ <lb n="25"/> ἀρχῆς δύναται φυλάττειν, οὐ μὴν ἀμείωτα
                            πάντῃ· καὶ γὰρ τούτων ὑπὸ <lb n="5"/> τοῦ πυρὸς ἀναλίσκεταί τι καὶ
                            φθείρεται. διὸ καὶ ταῦτα χρονίζοντα ἐν αὐ τῷ πλέον ἀπόλλυταί τε καὶ τοῦ
                            οἰκείου εἴδους ἐξίσταται.</p></div></div></body></text></TEI>