VII Tό τε οὖν σῶμα διὰ σώματος χωρεῖν, ᾧ χρῶνται πρὸς τὴν τῆς κράσεως ἀπόδοσιν, ψεῦδός τε καὶ παρὰ τὰς κοινὰς προλήψεις καὶ τὰ φυσικὰ κατ’ αὐτοὺς τῆς ἀληθείας κριτήρια, καὶ πολὺ μᾶλλον ἔτι τούτου τοιοῦτον τὸ σώματά τινα λέγειν, δύο ἢ καὶ πλείω, δύνασθαι πάντῃ παρεκτεινόμενα αὐτοῖς καὶ μιγνύμενα δι’ ὅλων αὐτά τε σώζεσθαι τὰ ἐξ ἀρχῆς μένοντα, καὶ σώζειν τὰς οἰκείας ποιότητας. τοῦτο γὰρ ἡ κρᾶσις αὐτοῖς τῆς συγχύσεως διαφέρει, ὅτι ἐπὶ μὲν τῆς συγχύσεως ἕν τι τὸ ἐκ τῶν συγχεομένων γίνεται, μηδενὸς τῶν ἐν τῇ συγχύσει μήτε κατὰ τὴν οὐσίαν σωζομένου, μήτε κατὰ τὰς ποιότητας, ἐπὶ δὲ τῆς κράσεως ἑκάτερον τῶν ἐν τῷ κεκραμένῳ σωμάτων ἔτι σώζεται καὶ κατὰ τὸ ὑποκείμενον καὶ κατὰ τὰς ποιότητας, καίτοι δι’ ὅλων ἀλλήλοις κεκραμένων τῶν σωμάτων. ὃ λέγουσι μὲν βουλόμενοι σώζειν τὸ δύνασθαι καὶ τὰ κεκραμένα χωρίζεσθαι πάλιν ἀλλήλων. ἀδυνάτου δ’ ὄντος τοῦ λεγομένου, ἀδύνατον ἂν εἴη κατ’ αὐτοὺς ἢ τὸ τὴν κρᾶσιν διὰ πάντων εἶναι ἢ τὸ δύνασθαι χωρίζεσθαι τὰ κεκραμένα. εἰ μὲν γὰρ ὅλα δι’ ὅλων 1 τὰ]fortasse αὑτὰ, nisi praestat ἄλληλα cf. 221,25 3 προσελθεῖν] fortasse 7 πρόσω ἐλθεῖν εἰ del. Ideler 3.4 fortasse [εἰ] ἔδει, ⟨εἰ〉 ἕν τι δεχ. σ. ἐν αὑτῷ ἄλλο σ. ⟨μηδὲν μείζον γίνεται〉, μηδέν τι μεῖζον γίνεσθαι 5 μηδενὸς ex corr. A: fortasse μηδενὸς ⟨δέ〉 7 σωμάτων] σώματος Ra 9 ἔς τι Apelt: ἐστὶν libri 12 τῆς] τις Ra: τι Ideler 14 ἓν Diels: μὲν libri 16 πῶς δ’ οὐκ Diels: οὕτως δ’ ὂν libri τὸ corr. ex τῷ A 18 χεόμενα Diels: καιόμενα libri 19 μεταβάλλοντα] μεταβαλόντα Ra 21 alt. καὶ om. Ra 23 τό τε] τότις PCS 24 χωρεῖν] χαίρειν R¹a 29 fortasse τούτῳ 30 τῇ] αὐτῇ Ra 34 ὃ] ἃ Ra τὰ κεκραμένα μέμικται καὶ μὴ ἕτερον αὐτῶν ἐν τῷ μίγματι ἄμικτον θατέρου μόριον ἔχει, ἀδύνατον αὐτῶν ἑκάτερον ὑπὸ ἰδίας ἐπιφανείας περιέχεσθαι· πᾶν γὰρ μόριον αὐτῶν, τὸ ὑπὸ οἰκείας ἐπιφανείας περιεχόμενον, ἄμικτον ἔσται θατέρου. οὐ γὰρ οἷόν τε τὴν τοῦ οἴνου ἐπιφάνειαν ὕδατος εἶναι, ἢ τὴν τοῦ ὕδατος οἴνου, ὥστε οὕτως οὐκ ἔσται δι’ ὅλων μῖξις ἡ κρᾶσις, ἀλλ’ εἷεν ἂν παράθεσιν τὴν κρᾶσιν μορίων μορίοις λέγοντες· ὃ φυλασσόμενοι ἄλλο φασὶ μῖξιν καὶ ἄλλο κρᾶσιν εἶναι. εἰ δὲ μηδὲν μόριον κατ’ οἰκείαν περιγραφήν τε καὶ ἐπιφάνειαν εἴη τῶν μεμιγμένων, ἀλλ’ εἴη πᾶν ὁμοιομερὲς γεγονὸς τὸ σῶμα, οὐκέτι μὲν ἂν εἴη παράθεσις, ἀλλὰ δι’ ὅλων κρᾶσις· οὐ μὴν ἔτι σώζοιτο ἂν τὰ ἐξ ἀρχῆς σώματα τῶν μεμιγμένων, ἀλλ’ εἴη ἂν συγκεχυμένα τε καὶ συνεφθαρμένα. εἰ δὴ ἔδει τὰ χωρισθησόμενα σώζεσθαι καὶ μὴ συγκεχύσθαι (τούτῳ γὰρ ἡ κρᾶσις κατ’ αὐτοὺς τῆς συγχύσεως διαφέρει), ἀναγκαῖον δὲ τοῖς δι’ ὅλων μεμιγμένοις συγκεχύσθαι, ἀδύνατον τὰ δι’ ὅλων μεμιγμένα κατ’ αὐτοὺς χωρίζεσθαι δύνασθαι. ἔτι δέ, εἰ ἀνάγκη μὲν τὰ κεκραμένα δι’ ὅλων μεμῖχθαι, τὰ δὲ δι’ ὅλων μεμιγμένα ἀδύνατον μὴ συγκεχύσθαι, τὰ δὲ συγκεχυμένα τε καὶ συνεφθαρμένα οὐχ οἷόν τε αὐτὰ σώζεσθαι, οὐδ’ ἂν ἕξεις σώζοιντο αὐτῶν, εἴ γε ἓν μέν τι τὸ γεγονὸς ἐκ τῶν συγκεχυμένων τε καὶ συνεφθαρμένων. ἀνάγκη δὲ τὸ ἓν σῶμα ὑπὸ μιᾶς, ὥς φασιν, ἕξεως συνέχεσθαι, ὥστε καὶ κατὰ τοῦτο ἂν ἀχώριστα ἀλλήλων εἴη τὰ κεκραμένα κατ’ αὐτούς. εἰ δὲ κατὰ μὲν τὰ λεγόμενα ὑπ’ αὐτῶν ἀχώριστα ἀλλήλων ἀναγκαῖον εἶναι τὰ κεκραμένα (οὐ γὰρ δὴ σἷόν τε τὴν δι’ ὅλων κρᾶσιν γενέσθαι χωρὶς συμφθάρσεως, ἀχώριστα δέ φασιν εἶναι τὰ συνεφθαρμένα), ὁρῶμεν δὲ ἐπ᾿  ἐνίων χωριζόμενα, δῆλον ὡς οὐκ ἂν ἡ κρᾶσις γένοιτο κατὰ τὸν ὑπ’ αὐτῶν εἰρημένον 25 τρόπον.