<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0732.tlg001.1st1K-grc1"><div type="textpart" subtype="section" n="6"><p><note type="marginal">VI</note>Εἰ δ’ οὕτω μὲν οὔ φασι τὰ σώματα ἄλληλα
                            δέχεσθαι, καθὸ δὲ <lb n="10"/> μεστά ἐστι αὐτά, χωρεῖν δι’ ἀλλήλων αὐτά
                            φασιν, πρῶτον μὲν ἐπιζητήσαι τις, τί δήποτε οὐ τὸ τυχὸν σῶμα τὸ τυχὸν
                            πάντῃ συναυξητικὸν τοῦ <lb n="15"/> ὁμοίου. τὰ γὰρ ποσὰ <del>τὰ</del>
                            κατὰ τὴν πρὸς ἄλληλα σύνθεσιν τὴν τοιαύτην τὸ ἐξ αὐτῶν μεῖζον ἑκατέρου
                            ποιεῖ τῶν συγκειμένων. γραμμαί τε γὰρ κατὰ σημεῖον ἀλλήλαις συντεθεῖσαι
                            τὸ μῆκος αὔξουσιν (οὕτως γὰρ συντιθέμεναι <lb n="15"/> ἐξ ἀνάγκης ἕξουσί
                            τι παρὰ τὴν ἁφήν), ἐπίπεδά τε τὸ αὐτὸ ποιεῖ, ἂν κατὰ τὴν γραμμὴν
                            συντεθῇ, τὸ σῶμα, τὸ τριχῇ τε καὶ παντῃ διεστάναι, <lb n="20"/> καθ’ ὃ
                            ἐὰν ἄλλῳ ὁμοίως αὐτῷ διεστῶτι συντεθῇ, ἐξ ἀνάγκης συναύξει τοῦτο. εἰ δὴ
                            τοῦτο μὲν οἰκεῖον τοῖς σώμασιν καὶ ἴδιον αὐτῶν, οἱ δὲ λέγοντες σῶμά τι
                            διὰ σώματος χωρεῖν καὶ ἔλαττόν ποτε καὶ ἴσον τὸ ἐξ ἀμφοῖν <lb n="20"/>
                            ποιεῖν ἀναιροῦσι τοῦτο, ἀναιροῖεν ἂν τὴν τοῦ σώματος φύσιν. <lb n="599"/> συναναιρεῖται γὰρ ἀναιρουμένῳ τῷ ἰδίῳ τινὸς τὸ πρᾶγμα, οὗ ἦν ἴδιον τὸ
                            ἀναιρούμενον. συμβήσεται δὲ κατ’ αὐτοὺς καὶ κενὸν γίνεσθαι τὸν
                            κατεχόμενον τέως τόπον ὑπὸ τοῦ οὕτως ἔν τινι γινομένου σώματος, ὡς
                            μηδένα προσεπιλαμβάνειν ἄλλον τόπον τὸ σῶμα, ἐν ᾧ τοῦτο γίνεται, ἀλλ’
                            ἀρκεῖσθαι <lb n="5"/>
                            <lb n="25"/> τῷ καὶ πρὸ τῆς τούτου μίξεως ὑπ᾿  ἐκείνου πεπληρωμένῳ. ὁ
                            γὰρ ὑπ’ αὐτοῦ κατεχόμενος τόπος ἔσται κενὸς τῶν δύο σωμάτων εἰς τὸν
                            θατέρου χωρησάντων τόπον. τί γὰρ ἔσται τὸ ἐξ ἀνάγκης γινόμενον ἐν τῷ τοῦ
                            εἰς τὸ σῶμα μεταστάντος τόπῳ; ὅσα δ’ αὖ πάλιν ἐν τῇ πρὸς ἄλληλα <lb n="10"/> μίξει τῶν κιρνᾶσθαι λεγομένων αὔξεται, αὐτόθεν ἤδη
                            προσπίπτει τὸ μὴ <lb n="30"/> τὸ σῶμα εἶναι τὸ σῶμα δεδεγμένον ἐν αὐτῷ,
                            εἴ γε ἄλλην τινὰ χώραν προσείληφε καὶ οὐκ ἠρκέσθη τῇ χώρᾳ τῇ τοῦ
                            λεγομένου αὐτὸ ἐν αὐτῷ δέχεσθαι σώματος. ὅτι δὲ μὴ σῶμά ἐστι τὸ δεύτερον
                            ἐν αὐτῷ τὸ πρῶτον <lb n="15"/> δεχόμενον τὸ σῶμα, δηλοῖ καὶ ἡ γενομένη
                            διαίρεσις ὑπ’ ἀλλήλων τῶν <note type="footnote">2 οἵαν A2R: οἷαν A1: οἷ
                                BCPS 3 ἁρμὴν ABCS: ἁρμὴν PR: ἀρχὴν a: ὁρμὴν ldeler 4 ποιοίη] ποιήσῃ
                                Ra ἔσται om. Ideler 7 τοὺς corr. ex τοῦ A πόρους τοῦ σώματος Ra
                                fortasse ὡς δ᾿ , εἰ πᾶν εἴη 〈πόρος, διάστημα πᾶν ἂν εἴη⟩ 8 ἂν]
                                fortasse ὂν ἔτι] ἔχοι Apelt alt. οὔτ᾿ Schwartz (idem add. ἔχοι): δ’
                                οὐδ’ libri 10.11 ἐπιζητήσαι τις Apelt: ἐπιζητῆσαν libri: ἐπιζητητέον
                                Ideler 11 τί] εἰ Ra οὐ ex corr. A alt. τὸ τυχὸν om. ldeler: fortasse
                                τοῦ τυχόντος 12 τὰ del. Schwartz 14 σημεῖον] στοιχεῖον Ra
                                συντεθείσαις R¹ 15 ἕξουσί] ἕξ in lit. A: προέξουσι Diels fortasse τι
                                ⟨πλέον⟩ παρὰ 16 fortasse τὸ ⟨δὲ⟩ σῶμα τῷ 17 καθ’ ὃ] fortasse καὶ
                                αὐτό, συντεθῇ (corr. ex συντεθεῖ) ARa: συντεθεῖ BCPS 20 ἀναιροῦσι AB
                                (σι add. B2) CFS: ἀναιρεῖ Ra: ἀναιροῖεν Apelt 21 ante τινος fenestra
                                8 litt. 22 τὸν corr. ex τὸ AR: τὸν a: τὸ BCPS 26 κενὸς ἔσται Ra 29.
                                30 μὴ τὸ] fortasse μηδὲ 30 δεδεγμένου a 31 οὐ ἠρκέσθαι a 32 fortasse
                                δεύτερον (τὸ⟩ ἐν et τὸ (33) del. 33 γενομένη] γινομένη Ra</note>
                            <pb n="220"/> κιρναμένων σωμάτων. τὰ γὰρ διαιροῦντα διΐστανται·
                            διαιρούμενα δὲ χώραν ἑαυτοῖς παρασκευάζει, ὡς μὴ δυνάμενα διὰ συνεχοῦς
                            καὶ ἀδιαιρέτου τοῦ ὑποκειμένου σώματος εἰς <sic>τὸ</sic> προσελθεῖν.
                            καθόλου δὲ εἰ ἔδει μὲν τὸ δεχόμενον σῶμα ἐν αὑτῷ ἄλλο <sic>σῶμα</sic>,
                            μηδέν τι μεῖζον γίνεσθαι· τοῦτο <lb n="20"/>
                            <lb n="5"/> γάρ ἐστι τὸ δέξασθαι ἐν αὑτῷ τι. ἐπὶ μηδενός τινος σωμάτος ἡ
                            μῖξις τῶν σωμάτων ἴσον τηρεῖ τὸν ὄγκον ἑνὶ τῶν μιγνυμένων. ἐφ’ ὧν γὰρ
                            ἴσον δοκεῖ μένειν, ἐπ’ ἐκείνων οὐ σωμάτων μῖξίς ἐστι, ἀλλ’ ἢ εἶδός ἐστι
                            καὶ ὕλη τὰ λαμβανόμενα, ὡς ἡ ψυχὴ καὶ τὸ σῶμα, ἢ σῶμα καὶ πάθος, <lb n="25"/> ὡς ὁ σίδηρος καὶ ἡ θερμότης, ἢ μεταβολή τινος γίνεται οἷον
                            ἔς τι ἄλλο, <lb n="10"/> ὡς ἐπὶ τῆς τέφρας. οὔτε δὲ τὰ πάθη οὔτε τὰ εἴδη
                            σώματα, <sic>οὐδ’</sic> ἂν ἄλλο σῶμα ἐν αὐτῷ δέχοιτο. καὶ γὰρ εἰ οἷά τε
                            εἴη τὰ σώματα ἄλληλα δέχεσθαι, οὐδ’ ἂν τῆς ἀντιπεριστάσεως ἔτι δέοι πρὸς
                            τὴν κίνησιν αὐτοῖς· <lb n="30"/> οὐ γὰρ δὴ χωρὶς κινήσεως σῶμα δίεισι
                            διὰ σώματος. πρὸς δὲ τούτοις, πῶς οὐκ ἄλογον καὶ τὸ λέγειν ἓν βραχύτατον
                            σῶμα παρισοῦσθαί τε καὶ <lb n="15"/> παρεκτείνεσθαι τῷ μεγίστῳ, ὡς τὸν
                            κύαθον τοῦ οἴνου πολλοῖς ὕδατος <lb n="600"/> μέτροις ἴσον γινόμενον
                            κατὰ μέγεθος αὐτῇ; πῶς δ’ οὐκ ἄτοπον τὸ πειρᾶσθαι κατασκευάζειν διὰ τοῦ
                            τὸν λιβανωτὸν καὶ τὰ ἄλλα τὰ θυμιώμενα ἐν τῇ θυμιάσει ἐπὶ πλεῖον ὁρᾶσθαι
                            χεόμενα; ὁ μὲν γὰρ λιβανωτὸς καὶ τὰ <lb n="5"/> ὁμοίως τούτῳ θυμιώμενα
                            καὶ εἰς ἄλλο τι σῶμα μεταβάλλοντα λεπτότερον, <lb n="20"/> οὕτως τὴν ἐπὶ
                            πλέον δέχεται χύσιν, τὰ δὲ κιρνάμενά τε καὶ μιγνύμενα καὶ κατ’ αὐτοὺς
                            σώζοντα τὴν οἰκείαν φύσιν κιρνᾶται, ὡς καὶ χωρισθῆναι δύνασθαι πάλιν.
                            ὥστε οὐδὲν αὐτοῖς εἰς παραμυθίαν τῶν ἑπομένων ἀτόπων τοῖς κενῶς
                            λεγομένοις ἡ τούτων συντελεῖ παράθεσις.</p></div></div></body></text></TEI>