VI Εἰ δ’ οὕτω μὲν οὔ φασι τὰ σώματα ἄλληλα δέχεσθαι, καθὸ δὲ μεστά ἐστι αὐτά, χωρεῖν δι’ ἀλλήλων αὐτά φασιν, πρῶτον μὲν ἐπιζητήσαι τις, τί δήποτε οὐ τὸ τυχὸν σῶμα τὸ τυχὸν πάντῃ συναυξητικὸν τοῦ ὁμοίου. τὰ γὰρ ποσὰ τὰ κατὰ τὴν πρὸς ἄλληλα σύνθεσιν τὴν τοιαύτην τὸ ἐξ αὐτῶν μεῖζον ἑκατέρου ποιεῖ τῶν συγκειμένων. γραμμαί τε γὰρ κατὰ σημεῖον ἀλλήλαις συντεθεῖσαι τὸ μῆκος αὔξουσιν (οὕτως γὰρ συντιθέμεναι ἐξ ἀνάγκης ἕξουσί τι παρὰ τὴν ἁφήν), ἐπίπεδά τε τὸ αὐτὸ ποιεῖ, ἂν κατὰ τὴν γραμμὴν συντεθῇ, τὸ σῶμα, τὸ τριχῇ τε καὶ παντῃ διεστάναι, καθ’ ὃ ἐὰν ἄλλῳ ὁμοίως αὐτῷ διεστῶτι συντεθῇ, ἐξ ἀνάγκης συναύξει τοῦτο. εἰ δὴ τοῦτο μὲν οἰκεῖον τοῖς σώμασιν καὶ ἴδιον αὐτῶν, οἱ δὲ λέγοντες σῶμά τι διὰ σώματος χωρεῖν καὶ ἔλαττόν ποτε καὶ ἴσον τὸ ἐξ ἀμφοῖν ποιεῖν ἀναιροῦσι τοῦτο, ἀναιροῖεν ἂν τὴν τοῦ σώματος φύσιν. συναναιρεῖται γὰρ ἀναιρουμένῳ τῷ ἰδίῳ τινὸς τὸ πρᾶγμα, οὗ ἦν ἴδιον τὸ ἀναιρούμενον. συμβήσεται δὲ κατ’ αὐτοὺς καὶ κενὸν γίνεσθαι τὸν κατεχόμενον τέως τόπον ὑπὸ τοῦ οὕτως ἔν τινι γινομένου σώματος, ὡς μηδένα προσεπιλαμβάνειν ἄλλον τόπον τὸ σῶμα, ἐν ᾧ τοῦτο γίνεται, ἀλλ’ ἀρκεῖσθαι τῷ καὶ πρὸ τῆς τούτου μίξεως ὑπ᾿  ἐκείνου πεπληρωμένῳ. ὁ γὰρ ὑπ’ αὐτοῦ κατεχόμενος τόπος ἔσται κενὸς τῶν δύο σωμάτων εἰς τὸν θατέρου χωρησάντων τόπον. τί γὰρ ἔσται τὸ ἐξ ἀνάγκης γινόμενον ἐν τῷ τοῦ εἰς τὸ σῶμα μεταστάντος τόπῳ; ὅσα δ’ αὖ πάλιν ἐν τῇ πρὸς ἄλληλα μίξει τῶν κιρνᾶσθαι λεγομένων αὔξεται, αὐτόθεν ἤδη προσπίπτει τὸ μὴ τὸ σῶμα εἶναι τὸ σῶμα δεδεγμένον ἐν αὐτῷ, εἴ γε ἄλλην τινὰ χώραν προσείληφε καὶ οὐκ ἠρκέσθη τῇ χώρᾳ τῇ τοῦ λεγομένου αὐτὸ ἐν αὐτῷ δέχεσθαι σώματος. ὅτι δὲ μὴ σῶμά ἐστι τὸ δεύτερον ἐν αὐτῷ τὸ πρῶτον δεχόμενον τὸ σῶμα, δηλοῖ καὶ ἡ γενομένη διαίρεσις ὑπ’ ἀλλήλων τῶν 2 οἵαν A2R: οἷαν A1: οἷ BCPS 3 ἁρμὴν ABCS: ἁρμὴν PR: ἀρχὴν a: ὁρμὴν ldeler 4 ποιοίη] ποιήσῃ Ra ἔσται om. Ideler 7 τοὺς corr. ex τοῦ A πόρους τοῦ σώματος Ra fortasse ὡς δ᾿ , εἰ πᾶν εἴη 〈πόρος, διάστημα πᾶν ἂν εἴη⟩ 8 ἂν] fortasse ὂν ἔτι] ἔχοι Apelt alt. οὔτ᾿ Schwartz (idem add. ἔχοι): δ’ οὐδ’ libri 10.11 ἐπιζητήσαι τις Apelt: ἐπιζητῆσαν libri: ἐπιζητητέον Ideler 11 τί] εἰ Ra οὐ ex corr. A alt. τὸ τυχὸν om. ldeler: fortasse τοῦ τυχόντος 12 τὰ del. Schwartz 14 σημεῖον] στοιχεῖον Ra συντεθείσαις R¹ 15 ἕξουσί] ἕξ in lit. A: προέξουσι Diels fortasse τι ⟨πλέον⟩ παρὰ 16 fortasse τὸ ⟨δὲ⟩ σῶμα τῷ 17 καθ’ ὃ] fortasse καὶ αὐτό, συντεθῇ (corr. ex συντεθεῖ) ARa: συντεθεῖ BCPS 20 ἀναιροῦσι AB (σι add. B2) CFS: ἀναιρεῖ Ra: ἀναιροῖεν Apelt 21 ante τινος fenestra 8 litt. 22 τὸν corr. ex τὸ AR: τὸν a: τὸ BCPS 26 κενὸς ἔσται Ra 29. 30 μὴ τὸ] fortasse μηδὲ 30 δεδεγμένου a 31 οὐ ἠρκέσθαι a 32 fortasse δεύτερον (τὸ⟩ ἐν et τὸ (33) del. 33 γενομένη] γινομένη Ra κιρναμένων σωμάτων. τὰ γὰρ διαιροῦντα διΐστανται· διαιρούμενα δὲ χώραν ἑαυτοῖς παρασκευάζει, ὡς μὴ δυνάμενα διὰ συνεχοῦς καὶ ἀδιαιρέτου τοῦ ὑποκειμένου σώματος εἰς τὸ προσελθεῖν. καθόλου δὲ εἰ ἔδει μὲν τὸ δεχόμενον σῶμα ἐν αὑτῷ ἄλλο σῶμα , μηδέν τι μεῖζον γίνεσθαι· τοῦτο γάρ ἐστι τὸ δέξασθαι ἐν αὑτῷ τι. ἐπὶ μηδενός τινος σωμάτος ἡ μῖξις τῶν σωμάτων ἴσον τηρεῖ τὸν ὄγκον ἑνὶ τῶν μιγνυμένων. ἐφ’ ὧν γὰρ ἴσον δοκεῖ μένειν, ἐπ’ ἐκείνων οὐ σωμάτων μῖξίς ἐστι, ἀλλ’ ἢ εἶδός ἐστι καὶ ὕλη τὰ λαμβανόμενα, ὡς ἡ ψυχὴ καὶ τὸ σῶμα, ἢ σῶμα καὶ πάθος, ὡς ὁ σίδηρος καὶ ἡ θερμότης, ἢ μεταβολή τινος γίνεται οἷον ἔς τι ἄλλο, ὡς ἐπὶ τῆς τέφρας. οὔτε δὲ τὰ πάθη οὔτε τὰ εἴδη σώματα, οὐδ’ ἂν ἄλλο σῶμα ἐν αὐτῷ δέχοιτο. καὶ γὰρ εἰ οἷά τε εἴη τὰ σώματα ἄλληλα δέχεσθαι, οὐδ’ ἂν τῆς ἀντιπεριστάσεως ἔτι δέοι πρὸς τὴν κίνησιν αὐτοῖς· οὐ γὰρ δὴ χωρὶς κινήσεως σῶμα δίεισι διὰ σώματος. πρὸς δὲ τούτοις, πῶς οὐκ ἄλογον καὶ τὸ λέγειν ἓν βραχύτατον σῶμα παρισοῦσθαί τε καὶ παρεκτείνεσθαι τῷ μεγίστῳ, ὡς τὸν κύαθον τοῦ οἴνου πολλοῖς ὕδατος μέτροις ἴσον γινόμενον κατὰ μέγεθος αὐτῇ; πῶς δ’ οὐκ ἄτοπον τὸ πειρᾶσθαι κατασκευάζειν διὰ τοῦ τὸν λιβανωτὸν καὶ τὰ ἄλλα τὰ θυμιώμενα ἐν τῇ θυμιάσει ἐπὶ πλεῖον ὁρᾶσθαι χεόμενα; ὁ μὲν γὰρ λιβανωτὸς καὶ τὰ ὁμοίως τούτῳ θυμιώμενα καὶ εἰς ἄλλο τι σῶμα μεταβάλλοντα λεπτότερον, οὕτως τὴν ἐπὶ πλέον δέχεται χύσιν, τὰ δὲ κιρνάμενά τε καὶ μιγνύμενα καὶ κατ’ αὐτοὺς σώζοντα τὴν οἰκείαν φύσιν κιρνᾶται, ὡς καὶ χωρισθῆναι δύνασθαι πάλιν. ὥστε οὐδὲν αὐτοῖς εἰς παραμυθίαν τῶν ἑπομένων ἀτόπων τοῖς κενῶς λεγομένοις ἡ τούτων συντελεῖ παράθεσις. VII Tό τε οὖν σῶμα διὰ σώματος χωρεῖν, ᾧ χρῶνται πρὸς τὴν τῆς κράσεως ἀπόδοσιν, ψεῦδός τε καὶ παρὰ τὰς κοινὰς προλήψεις καὶ τὰ φυσικὰ κατ’ αὐτοὺς τῆς ἀληθείας κριτήρια, καὶ πολὺ μᾶλλον ἔτι τούτου τοιοῦτον τὸ σώματά τινα λέγειν, δύο ἢ καὶ πλείω, δύνασθαι πάντῃ παρεκτεινόμενα αὐτοῖς καὶ μιγνύμενα δι’ ὅλων αὐτά τε σώζεσθαι τὰ ἐξ ἀρχῆς μένοντα, καὶ σώζειν τὰς οἰκείας ποιότητας. τοῦτο γὰρ ἡ κρᾶσις αὐτοῖς τῆς συγχύσεως διαφέρει, ὅτι ἐπὶ μὲν τῆς συγχύσεως ἕν τι τὸ ἐκ τῶν συγχεομένων γίνεται, μηδενὸς τῶν ἐν τῇ συγχύσει μήτε κατὰ τὴν οὐσίαν σωζομένου, μήτε κατὰ τὰς ποιότητας, ἐπὶ δὲ τῆς κράσεως ἑκάτερον τῶν ἐν τῷ κεκραμένῳ σωμάτων ἔτι σώζεται καὶ κατὰ τὸ ὑποκείμενον καὶ κατὰ τὰς ποιότητας, καίτοι δι’ ὅλων ἀλλήλοις κεκραμένων τῶν σωμάτων. ὃ λέγουσι μὲν βουλόμενοι σώζειν τὸ δύνασθαι καὶ τὰ κεκραμένα χωρίζεσθαι πάλιν ἀλλήλων. ἀδυνάτου δ’ ὄντος τοῦ λεγομένου, ἀδύνατον ἂν εἴη κατ’ αὐτοὺς ἢ τὸ τὴν κρᾶσιν διὰ πάντων εἶναι ἢ τὸ δύνασθαι χωρίζεσθαι τὰ κεκραμένα. εἰ μὲν γὰρ ὅλα δι’ ὅλων 1 τὰ]fortasse αὑτὰ, nisi praestat ἄλληλα cf. 221,25 3 προσελθεῖν] fortasse 7 πρόσω ἐλθεῖν εἰ del. Ideler 3.4 fortasse [εἰ] ἔδει, ⟨εἰ〉 ἕν τι δεχ. σ. ἐν αὑτῷ ἄλλο σ. ⟨μηδὲν μείζον γίνεται〉, μηδέν τι μεῖζον γίνεσθαι 5 μηδενὸς ex corr. A: fortasse μηδενὸς ⟨δέ〉 7 σωμάτων] σώματος Ra 9 ἔς τι Apelt: ἐστὶν libri 12 τῆς] τις Ra: τι Ideler 14 ἓν Diels: μὲν libri 16 πῶς δ’ οὐκ Diels: οὕτως δ’ ὂν libri τὸ corr. ex τῷ A 18 χεόμενα Diels: καιόμενα libri 19 μεταβάλλοντα] μεταβαλόντα Ra 21 alt. καὶ om. Ra 23 τό τε] τότις PCS 24 χωρεῖν] χαίρειν R¹a 29 fortasse τούτῳ 30 τῇ] αὐτῇ Ra 34 ὃ] ἃ Ra τὰ κεκραμένα μέμικται καὶ μὴ ἕτερον αὐτῶν ἐν τῷ μίγματι ἄμικτον θατέρου μόριον ἔχει, ἀδύνατον αὐτῶν ἑκάτερον ὑπὸ ἰδίας ἐπιφανείας περιέχεσθαι· πᾶν γὰρ μόριον αὐτῶν, τὸ ὑπὸ οἰκείας ἐπιφανείας περιεχόμενον, ἄμικτον ἔσται θατέρου. οὐ γὰρ οἷόν τε τὴν τοῦ οἴνου ἐπιφάνειαν ὕδατος εἶναι, ἢ τὴν τοῦ ὕδατος οἴνου, ὥστε οὕτως οὐκ ἔσται δι’ ὅλων μῖξις ἡ κρᾶσις, ἀλλ’ εἷεν ἂν παράθεσιν τὴν κρᾶσιν μορίων μορίοις λέγοντες· ὃ φυλασσόμενοι ἄλλο φασὶ μῖξιν καὶ ἄλλο κρᾶσιν εἶναι. εἰ δὲ μηδὲν μόριον κατ’ οἰκείαν περιγραφήν τε καὶ ἐπιφάνειαν εἴη τῶν μεμιγμένων, ἀλλ’ εἴη πᾶν ὁμοιομερὲς γεγονὸς τὸ σῶμα, οὐκέτι μὲν ἂν εἴη παράθεσις, ἀλλὰ δι’ ὅλων κρᾶσις· οὐ μὴν ἔτι σώζοιτο ἂν τὰ ἐξ ἀρχῆς σώματα τῶν μεμιγμένων, ἀλλ’ εἴη ἂν συγκεχυμένα τε καὶ συνεφθαρμένα. εἰ δὴ ἔδει τὰ χωρισθησόμενα σώζεσθαι καὶ μὴ συγκεχύσθαι (τούτῳ γὰρ ἡ κρᾶσις κατ’ αὐτοὺς τῆς συγχύσεως διαφέρει), ἀναγκαῖον δὲ τοῖς δι’ ὅλων μεμιγμένοις συγκεχύσθαι, ἀδύνατον τὰ δι’ ὅλων μεμιγμένα κατ’ αὐτοὺς χωρίζεσθαι δύνασθαι. ἔτι δέ, εἰ ἀνάγκη μὲν τὰ κεκραμένα δι’ ὅλων μεμῖχθαι, τὰ δὲ δι’ ὅλων μεμιγμένα ἀδύνατον μὴ συγκεχύσθαι, τὰ δὲ συγκεχυμένα τε καὶ συνεφθαρμένα οὐχ οἷόν τε αὐτὰ σώζεσθαι, οὐδ’ ἂν ἕξεις σώζοιντο αὐτῶν, εἴ γε ἓν μέν τι τὸ γεγονὸς ἐκ τῶν συγκεχυμένων τε καὶ συνεφθαρμένων. ἀνάγκη δὲ τὸ ἓν σῶμα ὑπὸ μιᾶς, ὥς φασιν, ἕξεως συνέχεσθαι, ὥστε καὶ κατὰ τοῦτο ἂν ἀχώριστα ἀλλήλων εἴη τὰ κεκραμένα κατ’ αὐτούς. εἰ δὲ κατὰ μὲν τὰ λεγόμενα ὑπ’ αὐτῶν ἀχώριστα ἀλλήλων ἀναγκαῖον εἶναι τὰ κεκραμένα (οὐ γὰρ δὴ σἷόν τε τὴν δι’ ὅλων κρᾶσιν γενέσθαι χωρὶς συμφθάρσεως, ἀχώριστα δέ φασιν εἶναι τὰ συνεφθαρμένα), ὁρῶμεν δὲ ἐπ᾿  ἐνίων χωριζόμενα, δῆλον ὡς οὐκ ἂν ἡ κρᾶσις γένοιτο κατὰ τὸν ὑπ’ αὐτῶν εἰρημένον 25 τρόπον. VIII Πρὸς δὲ τούτοις, εἰ διαιρούντων ἄλληλα τῶν κιρναμένων ἡ κρᾶσις γίνοιτο (διὰ τοῦτο γὰρ ἐν τοῖς ὑγροῖς ἡ κρᾶσις μάλιστα, ὅτι ἐστὶν εὐδιαίρετα ταῦτα καὶ ῥᾳδίως θάτερον διὰ θατέρου δίεισι διαιροῦν αὐτό, ὡς ὁρᾶται καὶ ὁ οἶνος ὁ εἰς τὸ ὕδωρ ἐπιχεόμενος, κιρνάμενος αὐτῷ), εἰ μὲν οὖν διαιροῦντα ἄλληλα ἀδιαίρετα ἀλλήλων καταλείπει τινὰ μέρη, οὐκέτ’ ἂν εἴη ἐκεῖνα τὰ μέρη κεκραμένα (ἀμιγῆ γὰρ καὶ ἄμικτα ἀναγκαῖον εἶναι τὰ μὴ διῃρημένα μέρη, εἴ γε ἡ κρᾶσις καὶ ἡ κατ’ αὐτὴν μῖξις κατὰ τὴν διαίρεσιν γίνεται καὶ ταύτην ὅρον ἔχει· οὕτω τε πάλιν γίγνοιτο ἂν ἡ κρᾶσις γινομένη παραθέσει, ἀλλ’ οὐχ ὅλων ἀλλήλων δι’ ὅλου τῶν κεκραμένων διηκόντων), εἰ δὲ μηδὲν ἀδιαίρετον ἀλλήλων ἐν τῇ κράσει καταλελοίπασιν, εἴη ἂν πάντῃ διῃρημένα καὶ οὐκ εἰς μέρη, ἀλλ’ εἰς διαιρέσεις ἡ τομὴ γεγονυῖα, εἴ γε μηδὲν αὐτῶν μόριον παρὰ τὴν διαίρεσιν καταλέλειπται. καὶ 2 μόριον ἔχει] ἔχει μόριον R: ἔχειν μόριον a 5 ἢ R (man. rec.) a: τι rel. ὥστε Apelt: ὡς ὁ libri 6 ὃ Apelt: οἱ libri 8 περιγραφὴν Ra: περιγραμμὴν rel. τε om. a 12 τούτῳ] τοῦτο a 14 ante τὰ add. δὲ Ra: δὴ Ideler 17 ἕξ εἰς AB1 18 τε om. Ra 19 συνέχεσθαι Apelt: συνελέσθαι (συνελέχθαι B) libri καὶ om. ldeler 20 τὰ om. ldeler 22 οὐ γὰρ δὴ scripsi: εἰ γὰρ μὴ libri 23 ἐνίνων a 25 εἰ Ideler: ἢ libri 27 διὰ om. Ideler αὐτὸς Ra 28 ἐπικεόμενος Ra 29 διαιροῦντα CPRS: διαιροῦν τὰ ABa ἀδιαίρετα ldeler: διαιρετὰ libri 32 γίγνοιτο] φαίνοιτο Schwartz 33 γενομένη BCPS 35, 36 ἡ τομὴ γε BC: ἡ τὸ μὴ γεγονυῖα PS: ἡ μὴ γεγονυῖα Ra: om. Ideler 36 παρὰ A: περὶ rel. ἔτι εἰ ἕκαστον, εἰς ἃ διαιρεῖται ἕκαστον, ἐκ τούτων συντιθεμένων πάλιν γίνεται, εἴη ἂν τὰ οὕτως διῃρημένα ἐκ διαιρέσεων, οὐκ ἐκ μερῶν οὐδὲ ἐκ σωμάτων συγκείμενα. ἡ γὰρ διαίρεσις οὐ σῶμα, ἀλλὰ πάθος σώματος. ἕπεται δὲ τοῖς λέγουσιν ἐπ’ ἄπειρον τὴν τομὴν καὶ τὸ ἢ ἀδύνατον λέγειν πάντῃ διαιρεῖσθαί τι σῶμα ἐνεργείᾳ (οὕτως δὲ καὶ μίγνυσθαι δι’ ὅλων) ἢ τὸ εἰς ἄπειρα ἐνεργείᾳ διαιρεῖσθαι τὰ σώματα. εἰ μὲν γὰρ λέγουσιν ἐπ’ ἄπειρον εἶναι διαιρετὰ τὰ σώματα τῷ μηδέποτε ἐπιλείπειν τὴν τομήν, ἀλλ’ ἀεὶ ἐκ τῶν τεμνομένων περιλείπεσθαί τι τέμνεσθαι δυνάμενον, οὐχ οἷόν τε ἔσται σώματι παντὶ διαιρεῖσθαι ὡς μηκέτι ὑπολείπεσθαί τι ἐξ αὐτοῦ τομὴν ἀναδέξασθαι δυνάμενον. εἰ δὲ τοῦτο, οὐδέποτε ἂν εἴη τὰ κιρνάμενα δι’ ὅλων κεκραμένα, εἰ δὲ κίρνανται μὲν ἀλλήλοις, καὶ παρεκτείνεται διαιροῦντα ἄλληλα διῃρηκέναι, ὡς μὴ ὑπολείπεσθαί τινα αὐτῶν μέρη μὴ διῃρημένα. κατὰ γὰρ τὰ μὴ διῃρημένα οὐδέπω ἂν ἀλλήλοις εἴη κεκραμένα. εἰ δὲ λέγοιεν ἐπ’ ἄπειρον εἶναι τὰ σώματα διαιρετά, τῷ εἰς ἄπειρον δύ διαιρεῖσθαι τὸ πᾶν διῃρημένον σῶμα, κατ’ αὐτοὺς εἴη ἂν εἰς ἄπειρα ἐνεργείᾳ διηρημένα τὰ κεκραμένα ἀλλήλοις. εἰ γὰρ πάντῃ κέκραται, πάντῃ διῄρηται. πάντῃ δὲ διηρημένα καὶ εἰ μὲν τὰ εἰς ἃ διῄρηται μεγέθη καὶ αὐτά, εἴη ἂν ἕκαστον τῶν οὕτως μιγνυμένων ἄπειρον (τὸ γὰρ ἐξ ἀπείρων μέγεθός τι καὶ διάστασιν ἐχόντων συγκείμενον ἄπειρον· γίνεται γὰρ ἑκάτερον τῶν κεκραμένων ἐξ ἀπείρων μέγεθός τι ἐχόντων, εἴ γε εἰς ἃ τέμνεταί τι καὶ συγκεῖσθαι αὐτὸ ἐκ τούτων ἀναγκαῖον, συμβαίνοιτο δ’ ἂν οὕτω καὶ πλείω ἂν εἶναι σώματα ἄλλα ἄπειρα), εἰ δὲ μὴ μεγέθη τὰ ὑπολειπόμενα εἰς ἃ ἡ τομὴ τῶν πάντῃ διῃρημένων (οὐ γὰρ δὴ ἐλάχιστά τινα ἐροῦσιν εἶναι καὶ ἀδιαίρετα σώματα), εἴη ἂν αὐτοῖς τὸ μέγεθος οὐκ ἐκ μεγεθῶν συγκείμενον, ᾧ ἕπεται τὸ καὶ τῆς γραμμῆς μέρη λέγειν τὰ IX σημεῖα. IX Πῶς δὲ σωζόντων ἐστὶ τὴν περὶ κράσεως κοινὴν πρόληψιν τὸ λέγειν καὶ τὴν ἕξιν τοῖς ἔχουσιν αὐτὴν μεμῖχθαι, καὶ τὴν φύσιν τοῖς φυτοῖς καὶ τὸ φῶς τῷ ἀέρι καὶ τὴν ψυχὴν τῷ σώματι, εἴ γε κιρνᾶσθαι μὲν προείληπται τὰ κατ’ ἰδίαν πρὸ τῆς κράσεως ὑφεστάναι δυνάμενα; διὰ τοῦτο γοῦν καὶ αὐτοί φασι τὰ κεκραμένα χωρίζεσθαι πάλιν δύνασθαι, καὶ ταύτῃ δια κρᾶσιν συγχύσεώς τε καὶ φθάρσεως. οὔτε ἕξις τις χωριστὴ τοῦ ἔχοντος αὐτήν, ὡς καθ’ αὑτὴν εἶναι δύνασθαι, οὔτε ἡ τῶν φυτῶν φύσις χωρὶς φυτῶν ὑποσταίη ποτ’ ἄν. τό τε φῶς πῶς οἷόν τε ἐπινοῆσαι κεχωρισμένον τῶν διαφανῶν σωμάτων; ἀλλ’ οὐδ’ ἡ ψυχὴ τοιοῦτον, ὡς οἷόν τε, εἴ γε εἶδος ἔνυλον οὐχ οἷόν τε εἶναι χωρὶς ὕλης τε καὶ σώματος. ἀλλ’ οὐδὲ τὸ πῦρ τῷ σιδήρῳ, καθά φασι, μίγνυται, ὥσπερ οὐδὲ τοῖς χυμοῖς 4 ἢ del. ldeler 5 ⟨ἢ⟩ τὸ scripsi: τὸ libri: τῷ Apelt 9 παντὶ] fortasse πάντῃ post τι A1 del. τέμνεσθαι δυνάμενον 11 κίρναται B fortasse εἴ γε κίρναται μόνα, ⟨ἃ⟩ ἀλλήλοις καὶ παρεκτ. παρεκτείνονται a 12 fortasse ἄλληηλα, ⟨ἀδύνατον δὲ οὕτως ἄλληλα⟩ διῃρηκέναι del. Ideler: καὶ διηρημένα Apelt 13 post κεκρ. lacunam ind. Caninius 15 τὸ del. Schwartz 17 lacunam in Ideler 21 δ᾿  addidi 29 τὰ add. Schwartz 31 χωρὶς BCPRSa 32 δύναται Ideler 34. 35 οἷόν τε] fortasse οἴονται 35 εἶναι om. Ra 36 φασι scripsi: φησι libri οὐδὲ τοῖς ξύλοις. ὅλως γὰρ ἄτοπον τὴν ὕλην τῷ εἴδει μίγνυσθαι λέγειν. ὕλη δὲ πυρὸς τὰ καιόμενά τε καὶ πεπυρωμένα πάντα, ἀλλ᾿  ἡ μὲν ἄφθαρτος, ἡ δ᾿  οὔ. διὸ καὶ μέχρι πολλοῦ σβεννύμενά τινα ταὐτὸ εἶδος τῷ ἐξ ἀρχῆς δύναται φυλάττειν, οὐ μὴν ἀμείωτα πάντῃ· καὶ γὰρ τούτων ὑπὸ τοῦ πυρὸς ἀναλίσκεταί τι καὶ φθείρεται. διὸ καὶ ταῦτα χρονίζοντα ἐν αὐ τῷ πλέον ἀπόλλυταί τε καὶ τοῦ οἰκείου εἴδους ἐξίσταται. X Πῶς δ’ οὐκ ἄτοπον καὶ τὸ λέγειν ἡνῶσθαι τὴν σύμπασαν οὐσίαν πνεύματός τινος διὰ πάσης αὐτῆς διήκοντος, ὑφ’ οὗ συνέχεταί τε καὶ συμμένει τὸ πᾶν καὶ συμπαθές ἐστιν αὐτῷ; τὴν γὰρ κυριωτάτην αἰτίαν τῆς τοῦ παντὸς ἑνώσεως οὐκ εἰδότες (αὕτη δ’ ἐστὶν ἡ τοῦ θείου τε καὶ κυκλοφορητικοῦ καὶ αἰθερίου σώματος φύσις, ἥτις περιέχουσα πᾶσαν τὴν ἔνυλόν τε καὶ παθητὴν καὶ μεταβλητὴν οὐσίαν τῇ συνεχεῖ τε καὶ διηνεκεῖ κινήσει καὶ ἄλλοτε ἀλλοίᾳ σχέσει πρὸς αὐτὰ τὰς εἰς ἄλληλα τῶν ἐν γενέσει σωμάτων μεταβολὰς ἐν ὡρισμένῃ τάξει ποιουμένη συνέχει καὶ σώζει τὸ πᾶν), ταύτην μήτ’ ἰδόντες ἑαυτοῖς, μήτε τοῖς ἰδοῦσιν ἀκολουθῆσαι δυνηθέντες, διὰ τὸ ὑπὸ πολλῶν τινων δοξῶν προειλῆφθαι δεσμοῖς τισι καὶ ὑλικαῖς αἰτίαις καί τινι πνεύματι διὰ πάσης τῆς οὐσίας διήκοντι ἀνατιθέασιν αὐτοῦ τὴν ἕνωσιν. ἥτις δόξα, πρὸς τῷ κεχρῆσθαι τῷ ψευδεῖ σῶμά τι διὰ σώματος διήκειν, καὶ διὰ τῶν ἄλλων, ὅτι ἐστὶ ψευδής, ἤδη ἐλέγχεται· φανερῶς γὰρ ἔνια τῶν σωμάτων οὐχ οἷά τε ἐνεργείᾳ τι ὂν ἔχειν πνεῦμα ἐν αὐτοῖς· τὸ γοῦν ὕδωρ τοσοῦτον ἀποδεῖ τοῦ ἔχειν διὰ παντὸς αὐτοῦ μεμιγμένον πνεῦμά τι, ὡς μηδ’ ἂν τὸ τυχὸν ἐν αὐτῷ γένηταί ποτε, ἢ ἀποπνιγέντος ἐν αὐτῷ ζῴου τινὸς τῶν ἀναπνευστικῶν ἢ καὶ δι’ ἄλλην αἰτίαν τινὰ γενομένου, μηδ’ ἐπ’ ὀλίγον ἐν αὐτῷ δύνασθαι μένειν, ἀλλὰ παραχρῆμα μετὰ βίας ἀναφέρεσθαί τε καὶ ἐκκρίνεσθαι, κἂν ἐν βυθῷ γενόμενον τύχῃ. τούτου δ’ οὕτως ἔχοντος, πῶς ἂν ἔτι ἀληθὲς εἴη τὸ πᾶν ἡνῶσθαί τε καὶ συνέχεσθαι, πνεύματός τινος διὰ παντὸς διήκοντος αὐτοῦ; ἔπειτα δ’ εὔλογον μὲν ἦν, ὁποίαν τὴν ἀπὸ τοῦ πνεύματος συνοχὴν γινομένην ἐν πᾶσιν εἶναι τοῖς σώμασιν· οὐχ οὕτως δ’ ἔχει. τῶν γὰρ σωμάτων τὰ μέν ἐστι συνεχῆ, τὰ δὲ διωρισμένα. διὸ εὐλογώτερον, ἕκαστον αὐτῶν ὑπὸ τοῦ οἰκείου εἴδους συνέχεσθαί τε καὶ ἡνῶσθαι λέγειν πρὸς ἑαυτό, καθό ἐστιν αὐτῶν ἑκάστῳ τὸ εἶναι, τὴν δὲ συμπάθειαν αὐτῶν σώζεσθαι τὴν πρὸς ἄλληλα διά τε τὴν τῆς ὕλης κοινωνίαν καὶ τὴν τοῦ περικειμένου θείου σώματος αὐτῷ φύσιν, ἢ τὸ διὰ τοῦ πνεύματος· δεσμώτης γὰρ καὶ ὁ τόνος τοῦ πνεύματος, ὑφ’ οὗ συνδούμενα τήν τε συνέχειαν ἔχει τὴν πρὸς τὰ οἰκεῖα μέρη καὶ συνῆπται τοῖς παρακειμένοις. βιαζόμενον μὲν γὰρ ὑπό τινος τὸ πνεῦμα, διὰ 4 ἀμείωτα ldeler: ἀμείω τὰ libri 7 καὶ om. Ideler 10 αὕτη ldeler: αὐτὴ libri 13 αὐτὰ] αὐτὰς Ra γενέσει] γένεσι Ideler 14 συνέχει RSa: συνεχεῖ ABCP 15 αὐτοὶ Diels 16 ὑλικαῖς] ὑτικαῖς BCPS: om. a 17 οὐσίαις a 18 τῷ scripsi: τὸ libri σώματι Ra 19 ψευδεὶς A1 20 τι ὂν] τινι Ra 22 ποτε ldeler: τότε libri 27 fortasse ⟨ἂν⟩ ἦν 28 ὁποίαν] ὁποία ἂν ⟨ᾖ⟩ Diels: ὁποιαντινοῦν (om. τὴν) Schwartz γενομένην ldeler 32 δὲ addidi alt. τὴν Apelt: τῇ libri tert. τὴν om. a 34 τὸ] τῷ Ra: fortasse del. τοῦ om. a δεσμώτης—πνεύματος om. Ra 35 συνδεόμενα Apelt 36 μὲν s. v. A τὴν πρὸς τοῦτο εὐφυΐαν, τῷ μηδεμίαν ἀντίβασιν ἔχειν τῷ κινοῦντι δι’ εὐπάθειαν δύνασθαι, ὑπὸ τῆς ἀθρόας κινήσεως ἰσχύν τινα λαμβάνει, ἀπαθὲς δὲ ὂν κατὰ τὴν οἰκείαν φύσιν. ὑγρὸν δ’ ἐστὶ καὶ εὐδιαίρετον, ὡς καὶ τῶν ἄλλων, ἐν οἷς ἄν τοῦτο μεμιγμένον, κατὰ τοῦτο μάλιστά τε καὶ ἀρεστὴν γίνεσθαι τὴν διαίρεσιν. διὰ τοῦτο γοῦν οἱ μὲν κενόν τι αὐτὸ ᾿ᾠήθησαν εἶναι καὶ φύσιν τινὰ ἀναφῆ, οἱ δὲ πολλὰ ἔχειν ἐν αὐτῷ κενά. καὶ γὰρ εἰ τοῦ μὴ διαπίπτειν, ἀλλὰ συμμένειν τὰ σώματα, αἴτιον τὸ συνέχον αὐτὰ πνεῦμα, τὰ διαπίπτοντα τῶν σωμάτων δῆλον ὡς οὐκ ἂν ἔχοι τὸ πνεῦμα τὸ συνδέον. πῶς δ’ ἂν τὴν ἀρχὴν ἡ διαίρεσις σώζοιτο τῶν σωμάτων, εἴ γε ἡ μὲν διαίρεσις χωρισμός ἐστι τῶν ἡνωμένων, μένει δὲ κατ’ αὐτούς, πάντων ἡνωμένων ὁμοίως ἀλλήλοις, πάντα, κἂν διαιρεθῇ; πῶς δ’ οὐκ ἂν πάντα φαίνοιτο τὰ παρακείμενα ἀλλήλοις καὶ ῥᾳδίως ἀλλήλων χωρίζεσθαι δυνάμενα ὑπ᾿ αὐτοῦ καὶ ὁμοίως ἀλλήλοις ἡνῶσθαι λέγειν, τοῖς συνεχέσι τε οὖσι καὶ χωρὶς διαιρέσεως μὴ δυναμένοις τινὸς ἀλλήλων χωρισθῆναί ποτε; πρὸς δὲ τούτοις, εἰ τὸ πνεῦμα γεγονὸς ἐκ πυρός τε καὶ ἀέρος διὰ πάντων πεφοίτηκε τῶν σωμάτων τῷ πᾶσιν αὐτοῖς κεκρᾶσθαι καὶ ἑκάστῳ αὐτῶν ἐκ τούτου ἠρτῆσθαι τὸ εἶναι, πῶς ἂν ἔτι ἁπλοῦν τι εἴη σῶμα; πῶς δ’ ἄν, εἰ ὕστερον τὸ ἔκ τινων συγκείμενον τῶν ἁπλῶν, τὸ πῦρ ἂν καὶ ὁ ἀὴρ εἴη, ἐξ ὧν μιγνυμένων τὸ πνεῦμα γίνεται, οὗ χωρὶς ἀδύνατον εἶναί τι σώμα; εἰ γὰρ ἐξ ἐκείνων μὲν ἡ γένεσις τῷ πνεύματι, ἀδύνατον δὲ ἐκείνων εἶναί τι χωρὶς πνεύματος, οὔτ᾿  ἂν ἐκείνων τι εἴη πρὸ τῆς τοῦ πνεύματος γενέσεως, οὔτ’ ἂν τὸ πνεῦμα γίνοιτο, οὐκ ὄντων, ἐξ ὧν ἡ γένεσις αὐτῷ. πῶς δ’ ἄν τις ἐν τῷ ψυχρῷ ἐνεργείᾳ τι θερμὸν εἶναι λέγοι; τίς δὲ καὶ ἡ εἰς τὸ ἐναντίον ἅμα κίνησις αὐτοῦ, καθ’ ἣν συνέχει τὰ ἐν οἷς ἂν ἦ, ὂν ὥς φασι, πνεῦμα κινούμενον ἅμα ἐξ αὐτοῦ τε καὶ εἰς αὐτό; καὶ κατὰ τί εἶδος κινήσεως γίνεται; κατ’ οὐδὲν γὰρ οἷόν τ’ ἐστὶ νοῆσαί τι ἅμα εἰς τὰ ἐναντία κινούμενον καθ’ αὐτό.