V τε καὶ τῶν κατ’ αὐτὸν φιλοσοφούντων. θαυμάσαι δ’ ἄν τις αὐτῶν, πῶς ταῖς κοιναῖς ἐννοίαις δεῖν χρῆσθαι λέγοντες πρὸς τὰς τῶν τιθεμένων ἀπο ὡς οὔσαις φυσικοῖς τῆς ἀληθείας κριτηρίοις, οὐ πάσαις μᾶλλον ἢ ταύταις χρῶνται πρὸς τὰς θέσεις τῶν οἰκείων δογμάτων. τὰ γοῦν περὶ κράσεως ὑπ’ αὐτῶν λεγόμενα οὐ μόνον οὐ προσχρῆται ταῖς φυσικαῖς ἐννοίαις, ἀλλὰ καὶ πλεῖστον ὅσον ἀποδεῖ. τό τε γὰρ σῶμα διὰ σώματος χωρεῖν ὅλον ὅλῳ παρεκτεινόμενον οὐ μόνον 〈οὐ〉 προσπίπτει κατὰ τὰς κοινὰς ἐννοίας, ἀλλὰ καὶ ἀδύνατον εἶναι προείληπται. φυσικὴ γὰρ ἔννοια τὸ τὸ πλῆρες μηκέτ’ ἐν αὐτῷ δύνασθαι δέχεσθαί τι. μὴ γὰρ ἔτι πλῆρες εἶναι δύνασθαι τὸ χώραν ἔχον ἐν αὐτῷ δεκτικὴν ὁμοίου τινός, ὤφθησαν ἔχειν δεῖ ἣν φυσικήν τε καὶ κοινὴν πρόληψιν ἤδη δοκεῖ τισιν εὔλογον, εἶναί τι τῶν σωμάτων δεκτικόν, ὃ καλοῦμεν τόπον. πῶς γὰρ ἄν τις μὴ φωνὰς κενὰς βουλόμενος λέγειν ἐπινοήσαι σῶμά τι πλῆρες αὑτοῦ καὶ μηθὲν ἔχον ἐν αὐτῷ κενὸν διάστημα, δεχόμενον ἐν αὐτῷ ἄλλο σῶμα ὁμοίως πλῆρες αὑτοῦ; εἰ μὲν γὰρ διὰ πόρων τινῶν χωρεῖν αὐτὰ δι’ ἀλλήλων λέγει, οὐ κενοὺς ἐρεῖ τοὺς πόρους τοὺς δεχομένους τὸ σῶμα; ἀλλ’ οὕτω ἐν τῷ σώματι κενά. εἰ δὲ πλήρεις ἄλλου τινὸς σώματος, εἰ μὲν ὑπεξιόντος τούτου καὶ παραχωροῦντος τῆς χώρας τῷ ἐπεισκρινομένῳ σώματι, οὐδ’ οὕτως ἔσται τὸ σῶμα, καθὸ σῶμα, δεχόμενόν τι σῶμα ἐν αὐτῷ, εἴ γε ὑποχωρεῖ θάτερον θατέρῳ, εἰ δὲ ὑπομένοντος, πῶς οἷόν τε τοὺς πεπληρωμένους πόρους σώματος ἐν αὑτοῖς ἄλλο τι δέχεσθαι σῶμα; καὶ γὰρ διὰ τῆς αἰσθήσεως γνώριμον, ὅτι μηδὲ τὰ λεπτότατα τοῦ σώματος ἀγγεῖα πεπληρωμένα οἷά τέ ἐστι δέξασθαι σῶμα ἐν αὐτοῖς τῷ κεκωλῦσθαι καὶ ἐπιπεφράχθαι τὰς τῆς μεταστάσεως αὐτῶν ὁδούς. ἔτι δ’ εἰ διὰ πεπληρωμένων τῶν πόρων ἡ πάροδος τοῖς σώμασι, περιττόν ἐστι τὸ πόρους εἰναι 1 τῆς add. Ideler R? 5 ἀτόνων Ra: τόνων (α suprascr.) A:  τόνων BCPS 6. 7 φθείροντα] φάρμακα ldeler 12.13 οὐ πάσαις μᾶλλον ἢ ταύταις scripsi: οὔσαις μᾶλλον ἡ ταύταις BCPS: μᾶλλον ἢ τούταις R: μᾶλλον ἢ τούτοις a 15 ἀποδεῖ Apelt: ἅπαν δεῖ libri 16 οὐ add. Apelt 17 φυσικῆ ABPa τὸ] τῷ Ra: om. PS 19. 20 ὥφθησαν—ἣν] σαφήνειαν ἔχει, δι’ ἣν Diels: ὀφθαλμοῖς ἔστιν ἰδεῖν. ἣν Ideler: ὤφθησαν ἔχειν. δι᾿  ἣν Apelt 20 δοκεῖν BCPS 21 τι Apelt: τὸ libri δε| χόμενον ἐν αὐτῷ ἄλλο σῶμα| κτικὸν R ὃ scripsi: ὃν libri 24. 25 λέγει] ἔχει Ra: ἐρεῖ Apelt 25 οὐ scripsi: ἢ libri ἀλλ᾿  οὕτω scripsi: ἀλλὰ τὰ (τῶ S) libri: ἢ ἄλλα τινὰ Ideler 26 πλήρεις Apelt: πλῆρες libri 28. 29 εἴ γε Apelt: εἴτε libri 31 λεπτότατα τοῦ] λεπτοτάτου R2a 33 μετὰ στάσεως A ἔτι δ’ εἰ Apelt: ὅτι δεῖ libri 34 ἔτι A λέγειν. δέχοιντο γὰρ ἂν ἄλλα σώματα καὶ χωρὶς τῶν πόρων. καθόλου γὰρ ἡ διὰ τῶν πόρων πάροδος οὐ κρᾶσίς ἐστιν, οἵαν ἀξιοῦσιν, ἀλλὰ παράθεσις, ὡς αὐτοὶ λέγουσι κατὰ ἁρμήν, εἰ μή τις πᾶν τὸ σῶμα πόρους ποιοίη. οὕτως γὰρ μόνως ἔσται τὸ διὰ τῶν πόρων διερχόμενον διὰ παντὸς ἐρχόμενον τοῦ σώματος, εἰ πᾶν εἴη πόρος· ἀλλὰ μὴν ἄτοπον τοῦτο. τινὸς γὰρ ὁ πόρος (καὶ ἄλλο τὸ ἔχον καὶ τὸ ἐχόμενον), εἴ γε ὁ πόρος διάστημά τί ἐστι κενὸν τοῦ ἔχοντος τοὺς πόρους σώματος. ὥστ’ εἰ πᾶν εἴη , οὕτως δ’ ἂν οὐκ ἂν εἴη τι· μὴ ὂν δ’ οὔτ’ ἂν κιρνῷτο ἔτι οὔτ’ ἂν πόρους ἔχοι .