ΙV εἶναι. Τοῦ δὲ τοῦτο οἴκσθαι γίνεσθαι πίστεις φέρουσιν οἱ προϊστάμενοι τῆσδε τῆς δόξης τό τε πολλὰ τῶν σωμάτων σώζειν τὰς ἑαυτῶν ποιότητας ἐπί τ’ ἐλαττόνων ἐναργῶν ὄγκων καὶ ἐπὶ μειζόνων ὄντα (ὡς ὁρᾶν ἔστιν ἐπὶ τοῦ λιβανωτοῦ, ὃς ἐν τῷ θυμιᾶσθαι λεπτυνόμενος ἐπὶ πλεῖστον τὴν αὐτοῦ φυλάσσει ποιότητα), ἔτι τε τὸ πολλὰ εἶναι, ἃ καθ’ ἑαυτὰ μὴ οἶά τε ὄντα ἐπί τι ἐλθεῖν μέγεθος ὑπ’ ἄλλων βοηθούμενα ἐπ’ αὐτὸ πρόεισι. τὸν γοῦν χρυσὸν ὑπό τινων μιγνυμένων φαρμάκων ἐπὶ πλεῖστον χεῖσθαί τε καὶ λεπτύνεσθαι, ἐφ’ ὅσον καθ’ αὐτὸν ἐλαυνόμενος οὐκ ἐδύνατο. καὶ ἡμεῖς δέ, ἃ καθ’ αὐτοὺς ὄντες οὔκ ἐσμεν οἷοί τε ἐνεργεῖν, σὺν ἄλλοις ἐνεργοῦμεν. τούς τε γὰρ ποταμοὺς διαβαίνομεν ἀλλήλων ἐφαπτόμενοι, οὓς οὐχ οἷοί τέ ἐσμεν διαβαίνειν καθ’ αὐτούς. καὶ βάρη τινὰ φέρομεν μετ’ ἄλλων, ὧν τὸ ἐπιβάλλον ἡμῖν μέρος μόνοι γενόμενοι φέρειν οὐ δυνάμεθα. καὶ ἄμπελοι δὲ καθ’ αὐτὰς ἵστασθαι μὴ δυνάμεναι ἀνίστανται ἀλλήλαις ἐμπλεκόμεναι. ὧν οὕτως ἐχόντων οὐδέν φασι θαυμαστὸν τὸ καὶ σώματά τινα βοηθούμενα ὑπ’ ἀλλήλων οὕτως ἀλλήλοις ἑνοῦσθαι δι’ ὅλων, ὡς αὐτὰ σωζόμενα μετὰ τῶν οἰκείων ποιοτήτων ἀντιπαρεκτείνεσθαι ἀλλήλοις δι’ ὅλων ὅλα, κἂν τινα ἐλάττω τὸν ὄγκον καὶ μὴ δυνάμενα καθ’ αὐτὰ ἐπὶ τοσοῦτον χεῖσθαί τε καὶ σώζειν τὰς οἰκείας ποιότητας. οὕτω γὰρ καὶ τὸν κύαθον τοῦ οἴνου κιρνᾶσθαι τῷ ὕδατι τῷ πολλῷ βοηθούμενον ὑπ’ αὐτοῦ εἰς τὴν ἐπὶ τοσοῦτον ἔκτασιν. τοῦ δὲ τοῦθ’ οὕτως ἔχειν ὡς ἐναργέσι χρῶνται μαρτυρίοις τῷ τε τὴν ψυχὴν ἰδίαν ὑπόστασιν ἔχουσαν, ὥσπερ καὶ τὸ δεχόμενον αὐτὴν σῶμα, δι’ ὅλου τοῦ σώματος διήκειν ἐν τῇ μίξει τῇ πρὸς αὐτὸ σώζουσαν τὴν οἰκείαν οὐσίαν (οὐδὲν γὰρ ψυχῆς ἄμοιρον τοῦ τὴν ψυχὴν ἔχοντος σώματος), ὁμοίως δὲ ἔχειν καὶ τὴν τῶν φυτῶν φύσιν, ἀλλὰ καὶ τὴν ἕξιν ἐν τοῖς συνεχομένοις 1 γίνεται A2: γίνεσθαι BΑ¹ CPS: γίνεσθαι τάττεται Ra τῷ Ra: τὸ ¹BPS 2 τὰς om. Ra 4 λαβόντας] fortasse λαβεῖν ταύτ τας τῶν om. Ra 5 ἁρμὴν scripsi: ὁρμὴν libri 6 ἀλλήλοις Apelt: ἀλλήλους libi 9 ἁρμήν scripsi: ὁρμήν libri 11 τῷ] αὐτῷ Ra κεκραμένῳ om. Ra 18 τε] δὲ Ideler 19 τὸν SR Ideler: τὸ BCPa 24 γενόμενοι] γινόμενοι ldeler 25 δὲ om. Ra 26 ἀλλήλαις om. R? Ideler 33 τοῦθ’] τόσοθ Ra 35 αὐτὸ] αὐτὴν Ideler οὐσίαν] φύσιν Ideler ὑπὸ τῆς ἕξεως. ἀλλὰ καὶ τὸ πῦρ ὅλον δι’ ὅλου χωρεῖν τοῦ σιδήρου λέγουσι, σώζοντος αὐτῶν ἑκατέρου τὴν οἰκείαν οὐσίαν. καὶ τῶν στοιχείων δέ φασι τῶν τεσσάρων τὰ δύο, τό τε πῦρ καὶ τὸν ἀέρα, λεπτομερῆ τε καὶ κοῦφα καὶ εὔτονα ὄντα, διὰ τῶν δύο, γῆς τε καὶ ὕδατος, παχυμερῶν καὶ βαρέων καὶ ἀτόνων ὄντων διαπεφοιτηκέναι ὅλα δι’ ὅλων, σώζοντα τὴν οἰκείαν φύσιν καὶ συνέχειαν αὐτά τε καὶ ἐκεῖνα. δηλητήριά τε τὰ φθείροντα καὶ τὰς ὀσμάς, ὅσαι τοιαῦται, ἡγοῦνται κιρνᾶσθαι τοῖς ὑπ᾿  αὐτῶν πάσχουσιν, ὅλα δι’ ὅλων παρατιθέμενα. καὶ τὸ φῶς δὲ τῷ ἀέρι ὁ Χρύσιππος κιρνᾶσθαι λέγει. καὶ αὕτη μὲν ἡ περὶ κράσεως δόξα Χρυσίππου