ΙΙ Διὸ οὐ χεῖρον καὶ ἡμᾶς περὶ αὐτῆς διαλαβεῖν καὶ μηνῦσαι τὰ δοκοῦντα ἡμῖν εὐλογώτερα λέγεσθαι τῶν περὶ κράσεως εἰρημένων τοῦ δοκεῖν οὕτως ἔχειν παρεχομένους τὰς αἰτίας. Δημόκριτος μὲν οὖν ἡγούμενος τὴν λεγομένην κρᾶσιν γίνεσθαι κατὰ παράθεσιν σωμάτων, διαιρουμένων τῶν κιρναμένων εἰς μικρὰ καὶ τῇ παρ’ ἄλληλα θέσει τὴν μῖξιν ποιουμένων, οὐδὲ τὴν ἀρχήν φησιν εἶναι πρὸς ἀλήθειάν τινα κεκραμένα, ἀλλ’ εἶναι τὴν δοκοῦσαν κρᾶσιν παράθεσιν σωμάτων ἀλλήλοις κατὰ μικρὰ σωζόντων αὐτῶν ἑκάστου τὴν οἰκείαν φύσιν, ἣν εἶχον καὶ πρὸ τῆς μίξεως· δοκεῖν δ’ αὐτὰ κεκράσθαι τῷ τὴν αἴσθησιν διὰ μικρότητα τῶν παρακειμένων μηδενὸς αὐτῶν αἰσθάνεσθαι δύνασθαι μόνου. φιλαληθως τε καὶ φιλοσόφως οὐκ ὤκνησεν εἰπεῖν τὸ ἑπόμενον τοῖς οὕτω τὰς κράσεις λέγουσι γίνεσθαι. παραθέσει δὲ τοιαύτῃ τὰς κράσεις ἀνάπτουσι καὶ οἱ τὰς ὁμοιομερείας ὕλην εἶναι τῶν γινομένων λέγοντες. Ἐπίκουρος δὲ φεύγειν βουλόμενος τὸ ὑπὸ Δημοκρίτου ῥηθὲν ἕπεσθαι βούλεται τοῖς παραθέσει τῶν κιρναμένων τὴν κρᾶσιν γίνεσθαι λέγουσι παραθέσει μέν τινων σωμάτων καὶ αὐτὸς τὰς κράσεις γίνεσθαι λέγει, ἀλλ’ οὐκ αὐτῶν τῶν μιγνυμένων σωμάτων σωζομένων 1 οὐκ ἀτόμους Diels Apelt: οὐ κατ' ἄλλους libri 2 post σύνθεσιν fenestra 7 litt. in fine versus A fort. ⟨ἐφ’⟩ ἧς 9 αὖ τῶν Diels: αὐτῶν libri διωρισμένη . . κεχωρισμένη Ra 10 τοσῆςδε] τοιῆσδε Ra 11 ⟨τῷ〉 μὲν scripsi: μὲν ARa: ὅτι μὲν BPS: ἐπεὶ μὲν ldeler εἶναι] ἐστιν εἶναι A2a 1 4 χαλεπήν τε Diels: χαλεπὴν ⟨χαλεπὸν SP δὲ ABSCP: χαλεπὴν Ra ἑκάστη A 15 ante ἄλλος C del. δὲ ἄλλος ἄλλη ABCP: ἄλλος S: ἄλλη ἄλλην Ra 15. 16 ἀπετράπετο] ἐράπτετο Ra 16 διαλαβεῖν] διαλαχεῖν Ra 17 ⟨καὶ〉 τοῦ ldeler 18 παρεχομένους] παρεχόμενα ta 19. 20 κατὰ—κιρναμένων om. PS 19 τῶν διαιρουμένων Ra τῶν ABC: καὶ Ra 24 παρακειμένων] περικειμένων] Ra 25 δύνασθαι om. a 26 ὑκνησεν Scheartz: ὑκνησαν libri 27 παραθέσει δὲ τοιαύτῃ A2 Ra: παράθεσιν δὲ τοιαύτην A¹ BCPS κρίσεις A1 καὶ οἱ ACPS: καὶ ὁ B: οἱ Ra 27. 28 εἶναι ὕλην Ra 28 βουλόμενος om. BCPS 29 βούλεται om. A1: βουλῆς CP: fortasse δὲ 31 λέγει A¹;  λέγων rel. ἐν τῇ διαιρέσει, ἀλλ’ ἀναλυομένων εἰς τὰ στοιχεῖα καὶ τὰς ἀτόμους, ἐξ ὧν ἕκαστον αὐτῶν συγκείμενόν πως τὸ μὲν οἶνος ἦν, τὸ δὲ ὕδωρ, τὸ δὲ μέλι, τὸ δὲ ἄλλο τι, ἔπειτα ποιᾷ τούτων τῶν σωμάτων, ἐξ ὧν ἦν τὰ κιρνάμενα πρὸς ἄλληλα, συνθέσει γεννώντων τὸ κεκραμένον σῶμα, συμμιγνυμένων οὐχ ὕδατός τε καὶ οἴνου, ἀλλὰ τῶν ὑδοποιῶν ἀτόμων, ὡς ἂν εἴποι τις, ταῖς οἰνοποιοῖς, φθορᾷ τε καὶ γενέσει τινῶν τὴν κρᾶσιν γίνεσθαι λέγων· ἡ γὰρ εἰς τὰ στοιχεῖα ἀνάλυσις ἑκάστου καὶ ἡ ἐκ τῶν στοιχείων σύνθεσις αὐτῶν τὸ μὲν γένεσις , τὸ δὲ φθορά. τούτων μὲν οὖν οὔτε οἱ τὴν παράθεσιν αἰτιώμενοι τῆς κράσεως οὔθ’ οἱ τὴν εἰς τὰ στοιχεῖα ἀνάλυσιν τὴν περὶ τὴς κράσεως σώζουσι πρόληψιν, εἴ γε ἡ μὲν κρᾶσις εἶναι δοκεῖ ἐν ἑνώσει τῶν κεκραμένων, ὡς μηδὲν μόριον τοῦ κράματος ἄμικτον εἶναί τινος τῶν σωμάτων, ἐξ ὧν τὸ κεκραμένον, οὔτε δὲ ἡ παράθεσις ἕνωσις, οὔτε ἡ φθορά τε καὶ ἀναστοιχείωσις μῖξίς ἐστι· ἡ γὰρ μῖξις σωζομένων γενέσθαι δοκεῖ. οὐ γὰρ αὐτὰ μιγνύουσιν οἱ τοῦτον τὸν τρόπον τὴν κρᾶσιν γίνεσθαι λέγοντες, ἀλλ’ ἐξ ὧν ἐστι ταῦτα ἐκεῖνα μιγνύουσιν. εἰ δὲ ἐκ τῶν αὐτῶν στοιχείων οἶόν τε καὶ ὕδωρ καὶ οἶνον γενέσθαι τῇ ποιέ συνθέσει τε καὶ περιπλοκῇ τῆς τῶν γινομένων ἐξ αὐτῶν διαφορᾶς γεννωμένης, οὐδ’ ὅλως ἂν ἔτι κρᾶσις τούτων γίνοιτο τῷ τῇ ἀναστοιχειώσει φθείρεσθαι ταῦτα, καθ’ ἃ ἡ κρᾶσις τῶν κιρναμένων γίνεται. γίνεται μὲν γὰρ ἡ κρᾶσις δια| φερόντων τινῶν κατὰ ποιότητα, ἀναιρεῖται δὲ ἡ κατὰ τοῦτο διαφορὰ τοῖς ἔχουσιν αὐτὴν ἐν τῇ τῶν αὐτῶν ποιᾷ συνθέσει τῆς συνθέσεως αὐτῶν ἀναιρεθείσης. ὃ ἴσως δὲ καὶ τοῖς ἐξ ἐπιπέδων γεννῶσι τὰ σώματα ἡ κρᾶσις γίνεται κατὰ ἀναστοιχείωσίν τινα. εἰ μὲν οὖν ἦν ἔχουσά τι ἥδε ἡ περὶ τῶν ἀρχῶν δόξα εὔλογον, ἴσως ἑαὶ πλέον ἔδει τὴν ἐξέτασιν ποιεῖσθαι τῆς τοῦτον τὸν τρόπον γίνεσθαι λεγομένης κράσεως, ἐλεγχομένης δὲ ἐκείνης περιττὸν τὸ ζητεῖν ἔτι, εἰ κατὰ παράθεσιν μερῶν ἢ μῖξιν ἀτόμων ἢ ἐπιπέδων ἢ ἀμερῶν τινων σωμάτων ἡ κρᾶσις γίνεται. διὸ περὶ μὲν τῆς τῶν τοιαύταις ἀρχαῖς χρωμένων διαφωνίας τε πρὸς ἀλλήλους καὶ δόξης περὶ κράσεως οὐδὲν δεῖ μηκύνειν τὸν λόγον. οὐ γὰρ ἐπίδειξις ἡμῖν ἱστορίας καὶ πολλῆς γνώσεως τὸ προκείμενον, ἀλλ’ ἐξέτασίς τε καὶ ζήτησις τοῦ, πῶς ἄν τις λέγων γίνεσθαι τὰς κράσεις τῶν σωμάτων συμφώνως λέγοι ταῖς περὶ αὐτῶν αἰσθήσεσί τε καὶ κοιναῖς προσλήψεσι. 1 εἰς] εἰ a: ἐς R 3 ἔπειτα ποιᾷ Usener, cf. Epicurea p. 207,13: ἐπὶ τὰ ποιὰ libri 4 σῶμα ⟨οὐ⟩ Ideler 5 συμμιγνυμένων ⟨οὐχ⟩ Usener τε s. v. 6 φθόρᾷ τε Usener: φθοραῖς libri 7 ἡ add. Usener ἀνάλυσις Usener: ἀναλύσεις libri ἡ] ἐστιν Ideler 8 τὸ μὲν γένεσις add. Usener τὸ del. Ideler φθορά Usener: φθεῖρα ACRa: φθεῖραι BP: φθεῖρας S 9 οὔθ᾿ οἱ Ιdeler: οὖτοι libri 10 ἀνάλυσιν delet: ἀνά libri εἴ γε] εἴτε Ra 11 κράματος Ra 12 δὲ scripsi: δὴ libri 13 ἕνωσις a ἐστ] ἔτι ARa 15 ἐκεῖνα om. Ideler 16 pr. καὶ om. Ideler 17 ποιὰ a διαφορᾶς] διαφθορᾶς Ra 18 γεννωμένης] γενομένης Ideler 19 pr. γίνεται om. B 22 ὃ ἵσως] ὁμοίως Diels bene: ἴσως Ideler 26 ἐκείνης] ης periit in A 28 περὶ] παρὰ BCPS μὲν οὖν τῆς Ra 29 fortasse δόξης ⟨τῆς⟩ μηκύνειν] μηνύειν a τὸν] τὸ AB 30 πολλῆς SRa: πολλῶν ABCP 31 λέγων] λέγειν Ra κράσεις] σεις evanuit in A 32 κοιναῖς om. Ra