XVΙ Ἐπεὶ δὲ πρὸς κατασκευὴν τοῦ σῶμα διὰ σώματος χωρεῖν χρῶνται καὶ ταῖς τῶν ζῴων διὰ τῆς τροφῆς αὐξήσεσιν (εἰ γὰρ αὔξησις τῇ προσθήκῃ τῆς τροφῆς πάντῃ καὶ αὔξεται τὰ αὐξανόμενα. πάντῃ ἂν ἡ τροφὴ προσκρίνοιτο τῷ ὑπάρχοντι σώματι· οὐχ ἶόν τε δὲ πάντῃ προσκριθῆναι τὴν μὴ διὰ παντός τε καὶ πρὸς πᾶν ἐνεχθεῖσαν· ἀλλ’ εἰ διὰ παντὸς ἡ τροφὴ τοῦ σώματος φέρεται, σῶμα οὖσα, ἀναγκαῖον εἶναι δόξει, σῶμα διὰ σώματος χωρεῖν, εἴ γε μόνως οὕτως οἷόν τε τὴν ἐκ τῆς τροφῆς προσθήκην παντὶ τῷ τρεφομένῳ γίνεσθαι σώματι), ὅτι οὖν μὴ οὕτως τὸ τρέφεσθαί τε καὶ αὔξεσθαι γίνεται (οὐδὲν γὰρ τῶν ἀδυνάτων γίνεται) φέρε καὶ ὧν ἐκθέμενος τὴν Ἀριστοτέλους δόξαν τὴν περὶ αὐξήσεως τε καὶ τροφῆς. ποιήσομαι δὲ τὸν λόγον ἐπὶ τῶν κυρίως αὔξεσθαι λεγομένων, ἐπὶ τούτων γὰρ καὶ ἡ ἀπορία πρόεισιν· ἔστι δὲ ταῦτα τὰ διὰ τοῦ τρέφεσθαι τὴν προσθήκην λαμβάνοντα. τρέφεται δὲ ὅσα τὴν θρεπτικὴν ἔχει δύναμιν ἐν αὐτοῖς, τοιαῦτα δὲ τὰ φυτὰ καὶ τὰ ζῷα. ὅσα δὴ τοῖς οὕτως αὐξανομένοις ὑπάρχει καὶ ὅσα δεῖ φυλάττειν τοὺς περὶ αὐξήσεως λέγοντας, ἀνάγκη ταῦτα πρῶτον ἐκθέσθαι· ταῦτα γὰρ ἡμῖν ὄντα γνώριμα συντελέσει πρὸς τὴν τῶν ῥηθησομένων κρίσιν. τὰ δὴ αὐξανόμενα πάντα προσιόντος γέ τινος αὑτοῖς ἔξωθεν αὔξεται, εἴ γε διὰ τοῦ τρέφεσθαι τὸ αὔξεσθαι γίνεται, ἔτι τε οὐ κατὰ μόριον τὴν ἐπίδοσιν λαμβάνει. οὐ γὰρ ἕν τι ἡ αὔξησις τοῖς αὐξανομένοις κατὰ φύσιν, ὥσπερ οἷς ἔξωθέν τι 1 κοινοὺς a 1. 2 Ἀριστοτέλους] Ra 2 λόγου a 8 τὰ addidi διαιροῦντά Schwartz: διαιρεῖταί libri 4 εὐπαθέστερα Apelt: ἀπαθέστερα libri 5 ὁμοιότητας] fortasse ποιοτητ τας 7 τῆς] τὰς Ιdeler 8 fortasse ὑγρὰ ⟨γὰρ⟩ 10 τύχοι] τύχη a 11 κουφοτάτου Ra 13 ἑνοῦσα] ἐνοῦσα sic A: ἐνοῦσαν Ρ 15 αὐξήσεσιν, ⟨καὶ περὶ τούτων διαλεκτέον〉 ideler εἰ scripsi: ἡ libri 16 αὔξησις delevi τροπῆς a πάντῃ] fortasse πάντ α 17 ὑπάρχοντι A¹BPSC (signo praeposito): προυπάρχοντι A2Ra 17 et 18 πάντῃ] fortasse παντὶ 18 μὴ scripsi: μίαν libri πρὸς ἐνεχθεῖσαν a: προσενεχθεῖσαν ldeler 23 φέρε καὶ ⟨νῦν ἀποδειξώμεθα⟩ ἐκθέμενοι ldeler: fortasse φέρ’εἴπωμεν ἐκθέμ ενοι ἐκθέμενοι BCPS 27 ἔχει coll. post ἀὑοῖς Ra δὴ] δεῖ Apelt 28 ὑπάρχει scripsi: ὑπάρχειν libri δεῖ ldeler: δὴ libri τοὺς 2Ra: τῆς A¹BCPS 29 ὄντα om. Ideler 32 αὐξάνεσθαι Ra ἔτι τε οὐ scripsi: ἔτι τε libri: ἔτι δὲ ldeler: οὔτι δὲ Αpelt 33 fortasse ⟨καθ’〉 ἕν τι: ἐστι Αpelt προσπλάσσεται (οὐ γὰρ τῶν αὐξομένων τινὸς ὁ ποῦς αὔξεται μόνος), ἀλλὰ καὶ πάντων τῶν μορίων ἐπίδοσις κατ’ ἀναλογίαν γίνεται. καὶ γὰρ ταὐτὸν ὑπομένον τε καὶ σῶζον τὴν οἰκείαν φύσιν τὸ αὐξόμενον τὴν προσθήκην λαμβάνει. οὔτε γὰρ μὴ ὑπομένοντος τοῦ αὔξεσθαι λεγομένου αὔξησις τὸ γινόμενον εἰς ὄγκον μεταβάλλειν μείζονα (διὰ τοῦτο γὰρ οὔτε τῶν κιρναμένων τι αὔξεσθαι λέγεται μεταβαλλόντων εἰς ἄλλο τι σῶμα ὂν ἐπ’ ὄγκου μείζονος, ὡς ὁρῶμεν γινόμενον ἐκ τῆς ἐξ ὕδατος εἰς ἀέρα μεταβολῆς, ἀλλ’ ἐνταῦθα μὲν γένεσις καὶ φθορά, ὕδατος μὲν φθορά, γένεσις δὲ ἀέρος, ἐκεῖ δὲ μῖξίς τε καὶ κρᾶσις), οὔτε τὸ τυχὸν τῶν εἰς τὴν αὔξησιν συντελούντων αὔξεται, ἀλλὰ τὸ σωζόμενόν τε αὐτῶν καἰ ὑπομένον, καὶ ἔτι τὴν αὐξητικήν τε καὶ θρεπτικὴν ἔχον δύναμιν ἐν αὐτῷ. διὰ ταῦτα γὰρ οὐχ ἡ τροφὴ αὐξανόμενον, καίτοι καὶ αὐτὴ σῶμα καὶ γινομένη τῆς αὐξήσεως αἰτία, ἀλλ’ ᾧ ἡ τροφὴ προσκρίνεται. ἡ μὲν γὰρ μεταβάλλει, τὸ δὲ σώζεται· καὶ ἡ θρεπτικὴ δύναμις, ἡ μεταβλητικὴ δὴ καὶ προσκριτικὴ τῆς τροφῆς, ἐστὶν ἐν τούτῳ. τούτων τοίνυν τοῖς αὐξανομένοις ὑπαρχόντων ζητεῖται, ἐπεὶ ἡ αὔξησις προστιθεμένῳ γίνεται, τί ἐστι τὸ προστιθέμενον; ἢ γὰρ σῶμα ἢ ἀσώματον εἶναι δεῖ τὸ προστιθέμενον. οὔτε δὲ ἀσωμάτῳ τὴν αὔξησιν εἶναι λέγειν εὔλογον, οὔτε σώματι εἶναι δοκεῖ. ἀσωμάτῳ μέν, ὅτι οὐκ ἀσώματος ἡ τροφή, ἀκολουθήσει τε τοῖς κατὰ ἀσωμάτου τινὸς προσθήκην τὴν αὔξησιν εἶναι λέγουσι κατέχειν τόπον· οὐ κατεῖχε δὲ τόπον τὸ αὐξῆσαν αὐτό· ὃν γὰρ ἐπιλαμβάνει τὸ αὐξανόμενον, οὖτός ἐστι πρὸ τῆς αὐξήσεως αὐτοῦ κενός, εἴ γε μόνων σωμάτων τὸ κατέχειν τινὰ τόπον. εἰ δὲ σώματι λέγοιτο ἡ αὔξησις γίνεσθαι προστιθεμένῳ, ἔσται σῶμά τε διὰ σώματος χωροῦν καὶ γινόμενον σώματι, εἴ γε καθὸ μὲν αὔξεταί τι, κατὰ τοῦτο τὴν προσθήκην λαμβάνει, κατὰ πάντα δὲ τὸ αὐξόμενον αὔξεται, ὥστε κατὰ πᾶν καὶ προσθήκην λήψεται. ἀλλ’ εἰ σῶμα ὃν κατὰ πᾶν ἑαυτὸ τὴν προσθήκην λαμβάνει, δεήσει διὰ παντὸς αὐτὸ χωροῦν τὸ προστιθέμενον αὐτῷ (τοῦτο δ’ ἐστὶν ἡ τροφή) τὴν αὔξησιν αὐτοῦ ποιεῖσθαι. εἰ γὰρ λέγει τις διά τινων κενῶν γενέσθαι τὴν δίοδον τῆς τροφῆς, ἀνάγκη τούτῳ λέγειν, πᾶν τὸ τρεφόμενον σῶμα εἶναι κενόν, εἰ καθ’ ὃ μὲν ἡ πάροδος τῆς τροφῆς, κενὸν κατὰ τοῦτο, κατὰ πάντα δ’ αὐτοῦ ἡ πάροδος τῆς τροφῆς, εἰ δὴ κατὰ πάντα αὔξεται. τῷ δὴ μέλ:λοντι φυλάττειν τε τὰ τοῖς αὐξανομένοις ὑπάρχοντα καὶ λύσειν τὰ ἀποδείξεις, ρούμενα ἀναγκαῖον πρῶτον, τί ποτέ ἐστι τὸ αὐξόμενον λαβεῖν, καὶ κατὰ 1 αὐξανομένων RSa 2 τῶν om. Ra ταὐτὸν Apelt: τοιοῦτον ldeler: τρίτον libri 5"εἰς] fortasse ⟨εἰ καὶ⟩ εἰς fortasse μεταβάλλει μεῖζον A1 6 λέγεται ⟨οὔτε τῶν⟩ Apelt 7 ἐκ] fortasse ἐπὶ 9 τῶν om. a 10 ἐπιτελούντων Ra ὑπομένον scripsi: ὑποκείμενον libri 12 αὐξανομένη Ra 14 δὴ scripsi: δὲ libri 14. 15 προκριτικὴ Ra 15 ἐστιν ἐν τούτῳ. ⟨τούτων⟩ scripsi: ἐστιν. τούτων Apelt 16 ἐπεὶ] ἐπὶ? προστιθεμένμ scripsi: προστιθεμένου libri τὸ add. Diels 19 μὲν ⟨οὐ⟩ Apelt 20 intellegerem λέγουσι ⟨τὸ αὐξῆσαν αὐτὸ μὴ λέγειν⟩ κατέχειν τόπον· [οὐ] κατεῖχε δὲ 23 δὲ Apelt: τε libri 24 γινόμενον σώματι] fortasse δεχόμενον σῶμά τι 28 αὐτὸ] αὐτοῦ Apelt δ’ om. BCPSR 30 τούτῳ scripsi: τοῦτο libri 32 post αὔξεται add. Ideler: κενὸν ἄρα κατὰ πάντα 33 τε] δὲ a 34 πρῶτον ⟨μὲν⟩ Ideler λαβεῖν] λέγειν Ra ποῖα μόρια τῶν αὐξομένων τῆς προσθήκης γινομένης τὰ ὅλα αὔξεται. ἐπεὶ τοίνυν ἐν τοῖς αὐξομένοις ἐστὶ τῶν μερῶν τὰ μὲν ἀνομοιομερῆ, τὰ δὲ ὁμοιομερῆ (καὶ ἀνομοιομερῆ μὲν τὰ ἐκ διαφερόντων μερῶν συνεστῶτα, ὡς πρόσωπον καὶ χείρ, ὁμοιομερῆ δὲ σάρξ τε καὶ ὀστᾶ, μῦς καὶ οἶμα καὶ φλέψ, καὶ ὅλως ὧν τὰ μόρια τοῖς ὅλοις ἐστὶ συνώνυμα), καὶ σύγκειται ἐκ τῶν ὁμοιομερῶν τὰ ἀνομοιομερῆ, ἀλλ’ οὐκ ἀνάπαλιν (οὐ γὰρ ἐκ προσώπων ἡ σάρξ, ἀλλ’ ἐκ σαρκῶν τε καὶ ὀστῶν τὸ πρόσωπον), ἡ αὔξησις κατὰ τὴν τοῖς ὁμοιομερέσι προσθήκην γίνεται. τούτοις γὰρ αὐξομένοις ἕπεται καὶ ἡ τῶν ἀνομοιομερῶν ἐπίδοσις. οὐ γὰρ ἡ προσκρινομένη τροφή, πρόσωπον ἢ χεὶρ γινομένη, προσκρίνεται, ἀλλ’ εἰς σάρκα καὶ ὀστοῦν καὶ τῶν ἄλλων τῶν ὁμοιομερῶν ἕκαστον μεταβάλλουσά τε καὶ προσκρινομένη τούτοις τῆς τοῦ παντὸς αὐξήσεως σώματος αἰτία γίνεται. εἰ τοίνυν ἡ μὲν αὔξησις τοῦ αὐξανομένου σωζομένου τε καὶ μένοντος, αὔξεται δὲ τὰ ὁμοιομερῆ, δῆλον ὅτι ταῦτα σώζεσθαί τε καὶ μένειν δεῖ. ἀκόλουθον τοίνυν τούτοις ἰδεῖν, πῶς τις λέγων ὑπομένειν ταῦτα ἀληθεύσει. καθὸ γὰρ ὑπομένειν οἷόν τε ταῦτα, κατὰ τοῦτ’ αὐτῶν καὶ τὴν αὔξησιν ἀναγκαῖον εἶναι λέγειν. πᾶν δὴ τὸ ἐξ ὕλης τε καὶ εἴδους συγκείμενον καθ’ ἑκάτερον τῶν ἐξ ὧν ἐστιν εἶναι λέγεται· καὶ γὰρ κατὰ τὴν ὕλην καὶ κατὰ τὸ εἶδος. ἐκ τούτων δὲ καὶ τὰ ὁμοιομερῆ, καθ’ ἃ λέγομεν τὴν τῶν ζῴων αὔξησιν 2o γίνεσθαι. διὸ καὶ ταῦτ’ ἔχει τὸ διττόν. καὶ λέγεται ἕκαστον αὐτῶν ποτὲ μὲν κατὰ τὴν ὕλην, ποτὲ δὲ κατὰ τὸ εἶδος. ὅταν μὲν γὰρ λέγωμεν τὴν σάρκα ῥεῖν καὶ εἶναι ἐν συνεχεῖ ἀποκρίσει τε καὶ προσκρίσει, κατὰ τὴν ὕλην τὴν σάρκα ταῦτα πάσχειν λέγομεν, ὅταν δ’ αὗ πάλιν λέγωμεν τὴν σάρκα τὴν αὐτὴν μένειν, ἀπὸ τοῦ εἴδους καὶ τὴν κατὰ τὸ εἶδος σάρκα λαβόντες ταῦτα αὐτῇ μαρτυροῦμεν. πάντα γὰρ τὰ ἐν ὕλῃ τὸ εἶναι ἔχονω κατὰ μὲν τὴν ὕλην ἄλλοτε ἄλλα γίνεται, διὰ τὸ μὴ μένειν ταύτην κατὰ τὸν ἀριθμὸν μίαν, συνεχῶς κατὰ τὰ μόρια μεταβάλλουσάν τε καὶ γινομένην ἄλλοτε ἄλλην, κατὰ δὲ τὸ εἶδος ἐν αὐτῷ κατ’ ἀριθμὸν ἕκαστον μένει. κατὰ γὰρ τὸ εἶδος ἡ σὰρξ ἡ αὐτὴ κατ’ ἀριθμὸν μένει. κἂν τὸ μὲν ἀπορρέῃ τῆς ὑποβεβλημένης ὕλης αὐτῇ, τὸ δὲ ἐπιρρέῃ, ἔστι μένον αὐτῆς ἐν αὐτῷ, φυλάσσει τὸ τῆς σαρκὸς εἶδος, τῇ κατὰ διάδοσιν μονῇ κωλῦον αὐτοῦ τὴν παντελῆ φθοράν. οὐ γὰρ τὸ εἶναι τῇ σαρκὶ ἐν τῷ τόσῷδε μεγέθει, ὃ οὐ ταὐτὸ μένει διὰ τὴν τῆς ὕλης ῥύσιν, ἀλλ’ ἐν τῷ εἴδει τῷ τοιῷδε, ὃ ταὐτὸν μένει, ἔστ’ ἂν σώζηταί τι τῆς σαρκός. οὕτως τοίνυν 2 ὁμοιομερῆ A1 2. 3 τὰ δὲ—καὶ ἀνο add. A2 in mg. 4 τε] τις Ra μῦς a: ex corr. AR: om. BPS: om. cum indicio lacunae C 5 pr καὶ om. Ra 6 ἀνομοιομερῆ A2 Ra: ὁμοιομερῆ A1B (post ὁ spatium 2 litt.) GPS 6. 7 ἐκ προσώπων scripsi: εἰς πρόσωπον libri: ἐστι πρόσωπον sive ἐκ προσώπου Apelt 10 εἰς καὶ σ. κ. Ra 14 δεῖ Diels: διὸ libri 17 δὲ a 23 λέγωμεν a 24 ἀπὸ] αὐτὸ Ra τὸ εἶδος] τοῦ εἴδους Ra 25 μαρτηροῦμεν Ra 29 κατὰ τὸν ἀρ. Ιdeler 30 ἔστι μένον] ἔτι μενον Ιdeler: εἴ τι μένοι Apelt: fortasse ἔ στ’ ἄν τι μένῃ cf. v. 34 32 αὐτοῦ Apelt: αὐτὸ libri 32. 33 ἐν τῷ τοσῷδε pelt: ἐντὸς τόσῳ δὲ libri 33 μεγέθη Ra ὃ οὐ Apelt: οὐ libri εἴδη a 34 ὃ Αpelt: οὐ libri τούτων ἐχόντων, κειμένου δὲ καὶ τοῦ τὸ αὐξανόμενον δεῖν ὑπομένειν, ἂν μὲν κατὰ τὴν ὕλην τις λέγῃ γίνεσθαι τὴν τῆς σαρκὸς αὔξησιν, ἀναιρήσει τὸ τὸ αὐξόμενον τὸ αὐτὸ σωζόμενον κατ’ ἀριθμὸν αὔξεσθαι (αὐτὴ γὰρ ἄλλοτε ἄλλη), εἰ δέ τις κατὰ τὸ εἶδος λέγοι τὴν αὔξησιν γίνεσθαι, οὐκέτι ἂν ὁ λόγος ἐμποδίζοιτο. τοῦτο γὰρ ὑπομένει, τοῦ δὲ ὑπομένοντος ἦν. κειμένου δὲ τοῦ τὰ αὐξανόμενα κατὰ τὸ εἶδος αὔξεσθαι, ἐπὶ τούτοις ἄξιον ἰδεῖν, πῶς τῆς τοῦ αὔξοντος αὐτὰ προσκρίσεως αὐτοῖς γινομένης αὔξεται. εἰ μὲν οὖν κατὰ τὴν ὕλην ἡ αὔξησίς τε καὶ ἡ πρόσκρισις ἐγίνετο, ἀναγκαῖον ἂν ἦν λέγειν τῷ κατὰ πᾶν μόριον αὔξεσθαι τὰ αὐξανόμενα λέγοντι, κατὰ πᾶσαν τὴν ὕλην γενέσθαι τὴν προσθήκην τὴν ἀπὸ τῆς τροφῆς, ἥτις οὐκ ἄλλως ἐδύνατο γίνεσθαι (τῆς γε ὕλης τῆς αὐτῆς ὑπομενούσης), ἢ σώματος χωροῦντος διὰ σώματος, εἴ γε σῶμα ἡ τροφή· ἐπεὶ δὲ κατὰ τὸ εἶδος ἡ αὔξησις, οὐκέτι ἀναγκαῖον, εἰ καὶ κατὰ πᾶν τὸ εἶδος αὔξεται, τοῦτο γίνεσθαι σώματος χωροῦντος διὰ σώματος. οὐδὲ γὰρ τὴν ἀρχὴν προυπάρχον ὑπομένει, ὥστε γίνεσθαι τῷ αὔξοντι σώματι δι’ αὐτοῦ τὴν ὁδόν, ἀλλὰ γίνεται μὲν ἡ τροφὴ τῆς σαρκὸς ὕλη, προσκρινομένη δὲ κατὰ μέρη τινὰ τῇ τῆς προυπαρχούσης ἔτι, μενούσης δὲ καὶ τὸ εἶδος φερούσης, εἰ μὲν εἴη ἐλάττων ἢ ἴση τῆς ἀπορρεούσης, σώζει οὐ μόνον τό, ᾧ προσκρίνεται, τρέφουσα αὐτὸ καὶ κωλύουσα πᾶν διαφθαρῆναί τε καὶ φθαρῆναι διὰ τὴν συνεχῆ ῥύσιν, ὅταν δὲ πλείων ἡ ὑπὸ τῆς θρεπτικῆς δυρούσης, νάμεως κατεργαζομένη τε καὶ προσκρινομένη ὕλη τῆς ἐπαναλισκομένης τε καὶ ἀπορρεούσης, τότε πρὸς τῷ τρέφεσθαι τὸ ὑποκείμενον καὶ αὔξεται, τῆς μὲν οὐσίας τοῦ σώζοντος εἰς τὸ εἶναί τε καὶ σώζεσθαι συντελούσης τῷ τρεφομένῳ, τῆς δὲ ποσότητος εἰς αὔξησίν τε καὶ μέγεθος. διὸ ὅταν μὲν ἐνεργῇ καθὸ τροφή, τότε μόνον σώζει τὸ ὑποκείμενον, ὅταν δὲ καὶ ὡς ποσή, πρὸς τῷ σώζειν καὶ συναύξει. μὴ πάντῃ δὲ τῆς προσκρίσεως γινομένης, αὔξεται πάντως, ὅτι τῆς θρεπτικῆς δυνάμεως τῆς ἀλλοιούσης τε τὴν τροφὴν καὶ ἐξομοιούσης καὶ προσκρινούσης τῷ τρεφομένῳ ἴδιον ὥσπερ τὸ σώζειν τὸ ὑπ’ αὐτοῦ τρεφόμενον, οὕτω δὲ καὶ μετὰ τοῦ ἰδίου αὐτὸ τηρεῖν σχήματος· μᾶλλον δὲ ἕπεται καὶ τούτῳ τὸ σώζειν. τότε γὰρ κυρίως σώζεταί τι, ὅταν τηρῆται μετὰ παντὸς τοῦ κατὰ φύσιν ὑπάρχοντος αὐτῷ, ὧν ἐστι καὶ τὸ σχῆμα. πᾶν γὰρ ἔμψυχον αὐτό τε μετά τινός ἐστι οἰκείου σχήματος καὶ τῶν μερῶν ἕκαστον αὐτοῦ, ὃ φυλάσσεται τότε σχῆμα, ὅταν προσκρινόμενον ἐκ τῆς τροφῆς μὴ μένῃ τὴν καθὸ προσετέθη 2 μὲν om. Ra λέγῃ corr. ex λέγει A1 3 τὸ τὸ ACPSa: τὸ RB αὐξανόμενον a τὸ τὸ αὐτὸ A 4 τὸ om. Ra 7 αὐτοῖς] corr. in αὐτοὺς B : αὐτὰ Ideler 9 τῷ Apelt: τὸ libri 11 τῆς αὐτῆς ὕλης Ra 12 ⟨ἢ⟩ σώματος Ideler 13 εἰ καὶ ldeler: εἶναι libri: om. a cum indicio lacunae 17 τῇ] τῆς σαρκὸς Ideler 18 σώζει ldeler: σώζειν libri 22 ἐπιρρεούσης a πρὸτότε (25) om. Ideler 26 ποσή A2R: πόσει A1: ποσ. BC: ποσ PS: πόση a τὸ Ra συναύξειν ldeler μὴ del. ldeler 27 πάντως A: πάντη. BCPS: πάντα Ra 29 alt. τὸ om. Ideler 34 fortasse ὅταν τὸ ἀεὶ⟩ ἐκ om. Apelt μένει Ra προσετάθη Ra χώραν φυλάσσον καὶ κατὰ τοῦτο προσκείμενον, ἀλλὰ προωθῇ τὸ πρὸ αὐτοῦ, κἀκεῖνο τὸ πρὸ αὐτοῦ πάλιν, μέχρι τοσούτου, ἕως ἂν ἕκαστον τῶν μορίων αὐτοῦ κατὰ ἀναλογίαν προστιθεμένου τοῦ τρέφοντός τε καὶ αὔξοντος ἴσην ἐπίδοσιν λαβὸν ταὐτὸν ἔχοντα σχῆμα μείνῃ, ὃ ἔχει καὶ πρὸ τῆς προσκρίσεως τοῦ τρέφοντος. ὡς γὰρ τῆς γῆς βαρέος ὄντος σώματος καὶ κάτω τε καὶ ἐπὶ τὸ μέσον φερομένου καὶ κατὰ τὴν αὐτοῦ φύσιν καὶ τῷ ἰδίῳ μέσῳ τὸ τοῦ παντὸς κατέχοντος μέσον τε καὶ κέντρον, ἂν βάρος ἐπ’ αὐτῇ τι μεῖζον τεθῇ κατὰ θάτερον ἡμισφαίριον, οὐ διὰ τῆς προυπαρχούσης γῆς διαδύεται τοῦτο τῆς ἐν τῷ μέσῳ μενούσης, ὡς τῆς ἰδίας ῥοπῆς τὸ κέντρον ἔχειν κατὰ τὸ τοῦ παντὸς μέσον, ἀλλ’ ἄνωθεν τῇ προυπαρχούσῃ γῇ μέχρι τοσούτου τὸ πρὸς αὐτὸ μόριον τῆς γῆς προωθεῖ, ἕως ἂν τὸ γεγονυῖα νόμενον τοῦ τῆς γῆς βάρους κέντρον διὰ τὴν προσθήκην τοῦ βάρους γένηω κατὰ τοῦ παντὸς μέσον (τοῦτο γὰρ κατὰ φύσιν τοῖς βαρέσι τε καὶ κάτω φερομένοις σώμασιν· οὖ γινομένου καὶ τὸ σχῆμα ἅμα ἡ γῆ φυλάσσει τὸ σφαιρικόν, ὃ εἶχε καὶ πρὸ τοῦ), οὕτως ὑποληπτέον καὶ ἐπὶ τῶν ὁμοιομερῶν γίνεσθαι , τῶν αὐξομένων διὰ τὴν ἀπὸ τῆς τροφῆς πρόσκρισιν, εὐθὺ τῇ προσκρίσει τε καὶ ἐξομοιώσει πρὸς τὸ τρεφόμενον τῆς τροφῆς παρ’ αὐτῶν τῶν μερῶν τοῦ τρεφομένου πρόσοδόν τινα γίνεσθαι καὶ μετάστασιν ἄλλου προωθοῦντος ἄλλο, ἕως ἂν τὸ πᾶν, ἐν ᾧ πρότερον ἦν σχήματι, ἐν τούτῳ καὶ μετὰ τὴν ἀπὸ τῆς τροφῆς προσθήκην γένηται. ὡς γὰρ αὔξεταί τε καὶ φυλάσσεται τὰ τῶν ὁμοιομερῶν τοῦ τρεφομένου σχήματα ἐν τῇ τῶν ὁμοιομερῶν αὐξήσει, οὕτως καὶ τὰ τῶν ἀνομοιομερῶν ὑποληπτέον φυλάσσεσθαι σχήματα τῆς κατὰ μόρια προσκρινομένης αὐτοῖς τροφῆς ὑπὸ τῆς ἐν αὐτῇ θρεπτικῆς δυνάμεως εἰς πάντα αὐτὰ ἀγομένης ἀναλόγως. καθ’ ἣν ἀναλογίαν μετὰ τῆς τοῦ σώματος σωτηρίας ἕκαστον αὐ τῶν πᾶν αὔξεται, καὶ δεῖ τὸ γινόμενον ὑπὸ τῆς φύσεως τε καὶ θρεπτικῆς δυνάμεως τοῖς διὰ τῆς τροφῆς αὐξανομένοις ὑπολαβεῖν ὅμοιον εἶναι, ὡς ἂν εἰ οἶνόν τις ἐπινοήσαι διά τινος σωλῆνος φερόμενον, φυλάσσοντος μὲν τὸ σχῆμα ταὐτόν, δι’ ὑγρότητα δὲ καὶ μαλακότητα, ὅταν μὲν ἔλαττον ᾖ τὸ δι’ αὐτοῦ φερόμενον ὑγρόν, συστελλομένου τε καὶ τὸ σχῆμα ἐπὶ ἐλάττονι σώζοντος ὄγκῳ, ὅταν δὲ πλεῖον ᾖ τούτων, ἀνευρυνομένου τε πάντῃ καὶ μείζονα τὸν ὄγκον λαμβάνοντος. ὡς γὰρ ἐπὶ τοῦ σωλῆνος τοῦ τοικῆς ούτου οὐ τὸ ὕδωρ τὸ αὐξανόμενόν ἐστιν, ὅ γε τὴν ἀρχὴν οὐδὲ ὑπομένει, 3 τοῦ Αpelt: καὶ libri 4 ἔχοντα] ἔχον τὸ Ideler μείνῃ] μένῃ Ideler ἔχει] εἶχε Ideler 6 τὸ om. Ideler 8 τι Diels: ἢ libri: del. Αpelt 9 τοῦτο Αpelt: τὸ ὑπὸ libri: del. Ideler 10 ἄνωθεν ⟨ἐν⟩ Schwartz 11 πρὸς αὐτὸ] πρὸ αὐτοῦ Apelt 13 fortasse κατὰ ⟨τὸ⟩ τοῦ 14. 15 φυλάσσειν ἡ γῆ Ra 16 γίνεσθαι delevi αὐξανομένων BPRa 18 γενέσθαι Ra 19 ἄλλου προωθοῦντος Apelt ἀλλ’ οὐ προοδοῦντος libri 21 ὁμοιομερῶν Apelt: ἀνομοιομερῶν libri 21. 22 σχήματος Ra 22 pr. τῶν] τῆς Ra ὁμοιομερῶν A (corr. ex ἀνομοιομερῶν) Ra: ἀνομοιομερῶν CPS 23 σχήματα A : σχηματι rel. 26 δεῖ Αpelt: διὰ libri 27 τῆς om. a 28 εἰ ⟨ὕδωρ πρὸς⟩ οἶνον sive εἰ ⟨ὕδωρ ἢ⟩ οἶνον Diels τις Ra: τις εἰς A: τις εἰς BCPS διὰ om. A1 29 ὑγρότητος Ra μαλακότητος Ra 31 Ra: ἦν ABCPS ἀλλὰ ἄλλο τι γίνεται, καὶ ποτὲ μὲν πλέον, ποτὲ δὲ ἔλαττον, τὸ δ’ ἐεὶ τῷ ὕδατι σχῆμά ἐστι τὸ μένον καὶ τὴν ἐπίδοσίν τε καὶ τὴν συστολὴν λαμβάνον, οὕτως ὑποληπτέον γίνεσθαι καὶ ἐπὶ τῶν αὐξανομένων φύσει· τὴν μὲν ὕλην, ἐφ’ ἧς τὸ αὐξόμενον εἶδος, ἄλλοτε ἄλλην εἶναι δεῖ διὰ τὰς συνεχεῖς ἀποκρίσεις, τὸ δὲ εἶδος τὸ μὲν ἐπὶ τῇ ὕλῃ τῇ ῥεούσῃ ἀναλόγως τῷ σωλῆνος σχήματι μειοῦσθαι μέν, ὅταν ἐλάττων ἡ ὕλη γένηται, αὔξεσθαι δέ, πλείονος τῆς κατὰ τὴν ὕλην προσκρίσεως γινομένης, μετὰ τῆς τοῦ οἰκείου σχήματος σωτηρίας. τὸ γὰρ ἐπὶ πλείονι ὕλῃ ταὐτὸν εἶδος μεῖζον τοῦ ἐπ’ ἐλάττονι, ὡς καὶ τὸ σχῆμα τοῦ σωλῆνος, τοῦ δι’ ὑγρότητα συμμεταπίπτοντος τῷ δι’ αὐτοῦ ῥέοντι. ἡ δὲ πρόσκρισις ἡ τῆς τροφῆς τοῖς τρεφομένοις γίνεται μὲν κατὰ μεταβολὴν ἐξομοιουμένης αὐτῆς τῷ τρεφομένῳ, οὐ γενομένη δὲ πρῶτον ἡ αὐτὴ τῷ τρεφομένῳ, ἔπειτ’ αὐτῷ προσκρίνεται. γένεσις γὰρ τοῦτο σαρκός, ἀλλ’ οὐ τροφή. ἀλλ’ ἡ ἐσχάτη τροφή, ὅπερ ἐστὶν ἐπὶ τῶν ἐναίμων τὸ αἶμα, ἐπὶ δὲ τῶν ἄλλων τὸ ἀνάφομένῳ, λογον, ἑκάστῳ τῷ τρεφομένῳ διὰ τῶν ἀγγείων φερομένη τῶν καθηκόντων ἐπ’ αὐτὰ καὶ ἐπιρρέουσα ὑπὸ τῆς ἐν ἑκάστῳ δυνάμεως, μεταβάλλεταί τε καὶ ἐξομοιοῦται τῷ τρεφομένῳ. καὶ δεῖ τὸ γινόμενον ἐπινοῆσαι, ὡς εἰ οἴνῳ ἐπιχεομένου ὕδατος ἡ ἐν τῷ οἴνῳ δύναμις ἀεὶ τὸ ἐμπῖπτον εἰς αὐτὸν ὕδωρ οἶνον ποιοῦσα, σώζει τε καὶ αὔξει τὸν οἶνον. ὅπερ ὁρᾶται καὶ τὸ πῦρ ποιοῦν, ἐπειδὰν αὐτῷ γειτνιάσῃ τι τῶν καυστῶν. οὕτως δὲ γινομένης τῆς αὐξήσεως οἶμαι φανερὸν εἶναι τὸ μηδὲ τὴν αὔξησιν συντελεῖν τοῖς σῶμα διὰ σώματος χωρεῖν λέγουσιν πρὸς τὴν κατασκευὴν τοῦ παραδόξου τε καὶ θαυμαστοῦ δόγματος. 1 fortasse ἀλλ’ ⟨ἀεὶ〉 πλεῖον a 3 οὕτως om. A1 4 fortasse δεῖν 10 συμμεταπίπτοντος] σὑμμετρα πίπτοντος Ra 12 γενομένην a 13 ἡ ldeler: ἢ libri 14 ἐναίμων om. cum indicio lacunae BCPS 15 φερόμενα Ra 18 οἴνῳ ἐπιχεομένου Apelt: οἶνον, ὧ ἐπίχεον οὗ libri: οἶνον ᾧ ἐπιχεομένη Ιdeler 19 αὐτὸ Ra σώζει τε Apelt: σώζεται libri 21 μηδὲ] μὴ Ideler 22 σώματα Ra 23 τε om. a