XV Συνεργεῖ δὲ τοῖς ὑγροῖς πρὸς τὴν θάττω μεταβολήν τε καὶ κρᾶσιν καὶ τὸ εὐδιαίρετον. διαιροῦντα γὰρ ἄλληλα πρὸ τῆς ἑνώσεως καὶ κατὰ μικρὰ παρατιθέμενα ἀλλήλοις, ῥᾷον καὶ θᾶττον ἀντιπάσχοντα ὑπ’ ἀλλήλων, ταχέως ἕν τι γίνεται σῶμα καὶ κατὰ τὸ ὑποκείμενον καὶ κατὰ τὴν ποιότητα, ἐνεργείᾳ μὲν οὐδὲν ὂν τῶν μεμιγμένων, δυνάμει δὲ πᾶν τι, τοσοῦτον ἀπολειπόμενον τοῦ καὶ ἐνεργείᾳ σώζειν τὰ ἐν αὐτῷ μεμιγμένα, ὅσον διὰ τοῦ ποιεῖν τε καὶ πάσχειν ἀφῄρηται διὰ τῆς δυνάμεως αὐτῶν ἑκάστου. διὸ καὶ ὀλίγης δεῖται βοηθείας τῆς πρὸς αὐτὴν εἰς ταύτην μεταβολήν ὃς ἦν γε αὐτῶν τοιαῦτα χωρεῖ μὴ πάντα χωριστὰ τὰ πεπραγμένα. προσθήκης γὰρ δεῖταί τινος εἰς τελειότητα, ἀλλ’ οὐ παντελοῦς γενέσεώς τε καὶ μεταβολῆς. διὸ καὶ προσφερομένων αὐτοῖς τινων, ἃ πρὸς τὴν τοιαύτην τελειότητα συνεργεῖν ἐστιν σἷά τε, ῥᾳδίως ἐπὶ τὴν οἰκείαν ἀνατρέχει φύσιν, οὐ τοῦ πρότερον ὄντος ὕδατος ἢ οἴνου τοῦ ἐκκρινομένου πάλιν (οὐδὲ γὰρ τὴν ἀρχὴν ἐσώζετο ἐν τῷ μίγματι, παράθεσις γὰρ ἄν, οὐ κρᾶσις ἦν· ἐν γὰρ τοῖς κεκραμένοις ἕν τε καὶ ὁμοιομερὲς πᾶν τὸ γεγονὸς ἐκ τῆς κράσεως), ἀλλὰ δυναμένου ἀπὸ τοῦ τοιούτου κράματος εἰς ὕδωρ μὲν ῥᾳδίως μεταβάλλειν μεταβαλόντος εἰς τοῦτο ἀρχήν, μὴ μιχθὲν ἐκ τοιούτων ἐπὶ τοιαύτης ποιότητος. ὡς γὰρ ἐπὶ τοῦ γάλακτος ὄντος ὁμοιομεροῦς σώματος, ἔχοντος δὲ ἐν αὐτῷ τι δυνάμει καὶ ὑγρόν τι καὶ στερεόν, ὁ πεπυρωμένος ἐμβληθεὶς λίθος ἑκάτερον αὐτῶν ἐξ αὐτοῦ δι γεννήσας τρόπον τινά, καὶ τὸ μὲν αὐτοῦ τυρὸν ἐποίησε, τὸ δὲ ὀρρόν, οὐ μέρος τι ἐνυπάρχον αὐτῷ ἐνεργείᾳ χωρίσας, ἀλλ’ ἀπὸ παντὸς μορίου 3 προσήκῃ scripsi: προσῆκε libri ἄλλη Ra 11 περικειμένων Ra 12 θᾶττον A2 13 διαιροῦντα] διαιροῦν Ra πρὸ BCRS: πρὸς APa 14 περιτιθέμενα Ra 17 πᾶν τι Ideler: παντὶ libri τοσοῦτον BCPS: τὸ σοῦτο A¹: τοσούτων A2: τοσούτῳ Ra τοῦ Apelt: τὸ libri: τῷ Ideler 19 αὐτῶν om. PRa ὀλίγης] ὀλιγάκις Ra: ὀλίγης τινὸς Apelt 19. 20 πρὸς αὖ τὴν Apelt 20 ὃς ἦν γε αὐτῶν ABCPS: ὅς ἦν γε Ra: ἤν γε Idelet, qui ante ἢν lacunam esse statuit: ὅση γε Apelt χωριεῖ Apelt 20, 21 πάντῃ ἀχώριστα Apelt recte ut videtur, reliqua ita constituerim [τῆς] πρὸς ⟨τὴν⟩ αὐτῶν εἰς ταύτην (scil. δύναμιν) μεταβολήν, ὅσα γε αὐτῶν τοιοῦτο χωρεῖ, 〈ἐπεὶ⟩ μὴ πάντῃ ἀχώριστα τὰ κεκραμένα 21 τὰ om. Ra εἰς] πρὸς Ra 24 τοῦ circumscripsi 26 καὶ οὐ Ra 27 ἀπὸ circumscripsi τοιούτου corr. ex τοσούτου A 28 μεταβάλλοντος (sc. τοῦ κράμ.) εἰς τὸ τὴν ἀρ. Diels 30 τι delevi γεννήσας αὐτῶν ἑκάτερον, οὕτως ὑποληπτέον ποιεῖν καὶ τὴν καθιεμένην σπογγίαν εἰς τὸ ἀγγεῖον τὸ ἔχον ἐν αὐτῷ κεκραμένον οἶνον ὕδατι. τῇ γὰρ οἰκείᾳ ποιότητι ἀπὸ παντὸς τοῦ μίγματος γεννῶσα τὸ δυνάμενον ῥᾳδίως ὕδωρ καθαρὸν ὑπ’ αὐτοῦ γενέσθαι ὑπὸ τοσαύτης τε καὶ τοιαύτης δυνάμεως χωρίζον ἀναφέρει. ὡς γὰρ ἐπὶ τοῦ γλεύκους, ὁμοιομεροῦς ὄντος σώματος, ἡ ὀλίγη πέψις προσελθοῦσα ἐξ ἅπαντος αὐτοῦ γεννᾶ τε καὶ διακρίνει πνεῦμά τε καὶ οἶνον (ὅτι γὰρ μὴ πρότερον ἦν ἐν αὐτῷ ταῦτα ἐνεργείᾳ, δῆλον ἐκ τοῦ μὴ δύνασθαι μὲν οὕτως ὑγρῷ κατέχεσθαι ἐνεργείᾳ πνεῦμα, ὡς εἴρηται καὶ πρὸ ὀλίγου, ἀλλὰ τὸ γενόμενον ἐκκρίνεσθαι παραχρῆμα πᾶν ἐπὶ τῆς πέψεως), οὕτως ὑποληπτέον καὶ τὰ χωρίζοντα ἀπὸ τῶν κεκραμένων, ἐξ ὧν κέκραταί τινα, οὐκ ἐνυπάρχοντα ἐνεργείᾳ χωρίζειν, ἀλλὰ μεταβάλλοντα δυνάμει τινὶ καὶ τελειοῦντα τὰ δυνάμει διὰ τὴν κρᾶσιν ἐνυπάρχοντα αὐτοῖς. ὡς γὰρ ἐπ’ ἐκείνων ἐπιπόλαιός τινος γένεσις γίνεται (οὐ γὰρ τοῦ γάλακτος εἰς ἐναντίας τινάς, αἷς ἔχει, μεταβαλόντος ποιότητας τὸ μὲν ὀρρὸς τὸ δὲ τυρὸς γίνεται, ἀλλὰ τῶν ὑπαρχόντων αὐτῷ δυνάμει οὕτως, ὡς ὀλίγης τινὸς πρὸς τὸ ἐνεργείᾳ εἶναι δεῖσθαι βοηθείας, εἰς τὸ ἐνεργείᾳ εἶναι γίνεται), οὕτως μεταβολὴν ἡγητέον γίνεσθαι καὶ ἐπὶ τῶν κεκραμένων. ἕπεται δὲ τῇ ἐπὶ τῶν κεκραμένων τοιαύτῃ μεταβολῇ ἢ τὸ διακρίνεσθαι δύνασθαι δοκεῖν αὐτά, ὅτι καὶ τὴν ἀρχὴν ἐκ μίξεως τοιούτων ἡ γένεσις τῷ ταῦτα πάσχοντι σώματι. καὶ ἔστιν ὁ χωρισμὸς λεγόμενος τῶν κεκραμένων οὔτε ὅμοιος τῷ ἐπὶ τῶν ἀλλήλοις παρακειμένων, οὔτ᾿  αὖ τῷ πάλιν τῶν κατὰ φθορὰν καὶ γένεσιν καὶ τὴν εἰς τοὐναντίον μεταβολὴν ἀποκρινομένων, ὡς ἐξ ὕδατος ὁρῶμεν εἰς ἀέρα γινομένην ἀπόκρισιν, ἀλλ’ ἔστι τὸ γινόμενον μεταξὺ τούτων. οὔτε γὰρ ἐνεργείᾳ ἐνυπάρχοντα διακρίνεται οὔτε εἰς τοὐναντίον τῷ ὑποκειμένῳ μεταβάλλοντα ἀποκρίνεται. ἐπὶ μὲν γὰρ τούτων ταὐτὸν κατὰ τὸ εἶδος μένει μετὰ τὴν ἀπόκρισιν τὸ ὑπομένον τῷ πρὸ τοῦ, μόνον κατὰ ποσὸν ἐλαττούμενον, ἐπὶ δὲ τῶν κεκραμένων οὐχ ὁμοίως, τῷ ἕκαστον τῶν ὄντων δυνάμει ἐν τῷ ἐκ τοῦ κράματος γεγονότι σώματι ἐκκρίνασθαι, μεταβάλλον εἰς τὴν τελειότητα, ἧς ἀφῃρέθη διὰ τοῦ ἐπ’ ἴσης αὐτὰ ἀντιπαθεῖν ὑπ’ ἀλλήλων, δι’ ὃ πάθος καὶ ἐπὶ τούτων τὸ χωρίζεσθαι κατηγορεῖται. εἰ οὖν τά τε διὰ τῆς τοιαύτης μεταβολῆς τελειούμενα οὐ γενέσθαι, ἀλλὰ χωρίζεσθαι λέγειν εὔλογον, τά τε ἄλλα περὶ τῆς γενέσεως τῆς κράσεως εἰρημένα ἀκόλουθά τε ταῖς ὑποτων ἀρχαῖς καὶ συνῳδὰ ταῖς μεταβολαῖς τε καὶ γενέσεσι τῶν σωμάτων 5 χωριζόμενον Apelt τοῦ γλεύκους] τοὺς λευκοὺς A1 ὁμοιομεροῦ ldeler 6 προελθοῦσα Ra αὐτοῦ] αὐτῶν Ra γεννᾶ τε Apelt: γεννᾶται libri 8 fortasse κατέχεσθαι ⟨σώματι τὸ⟩ 9 εἴρηται] 223,19 πρὸς Ra γεννώμενον Apelt 10 ἀπὸ] fortasse ἐπὶ 14 ἔχει] εἶχε ldeler μεταβάλλοντος BRa 18 τοιαύτης a ἢ del. Apelt 19 διακρίνασθαι a 21 ὅμοιος ldeler: ὁμοίως libri ἐπὶ τῶν ἀλλήλοις scripsi: ἐπὶ τοῖς ⟨τῆς a) ἀλλήλων (ἀλλήλοις A2) libri: ἐπιπολῆς ἀλλήλων Apeit παρακειμένων] περικειμένων Ra: περιθέσεως κειμένων Ideler 22 αὖ τῷ scripsi: αὐτὰ lilbri: ὁ αὐτὸς Ideler: αὐ Apelt τῶν scripsi: τῷ libri 25 τὸ ἐναντίον Ra 26 ταὐτὸν] ταὐτὰ ldeler 27 ὑποκείμενον BCP τοῦ] τούτου Ideler πόσον ldeler 29 ἐκκρίνεσθαι Apelt 30 ὑπ’ δι’ a ldeler 32 fortasse γίνεσθαι καὶ σώζοντα τὰς περὶ τῆς κράσεως κοινὰς προλήψεις, μόνος Ἀριστοτέλης εἴη ἂν τὸν ἀληθῆ περὶ τῆς κράσεως ἀποδεδωκὼς λόγον. ὅτι δὲ τὰ κιρνάμενα διαιροῦντά τε πρῶτον ἄλληλα καὶ τῇ κατὰ μικρὰ παραθέσει εὐπαθέστερα γινόμενα ἑνοῦταί τε καὶ ὁμοιοῦται κατὰ τὸ εἶδος καὶ τὰς ὁμοιότητας, καὶ κατὰ τὴν αἴσθησίν ἐστι γνώριμον. ἕως γὰρ ἔτι μένει τῶν κιρναμένων ἑκάτερον ἐπὶ τῆς οἰκείας οὐσίας, ἡ ὑπ’ ἀλλήλων γινομένη διάκρισις αὐτῶν καὶ ἀπὸ τῆς τῶν χρωμάτων διαφορᾶς γίνεται γνώριμος· ὑγρὰ ὄντα καὶ εὐδιαίρετα καὶ ἀνόμοια ὑπὸ τῆς πληγῆς τῆς κατὰ τὴν ἐπίχυσιν θατέρῳ θάτερον ἀρχὴν λαβόντα τοῦ διαιρεῖν ἄλληλα, ὄντα καὶ ἀνισόρροπα, εἰ οὕτως τύχοι, τὸ μὲν βαρύτερον αὐτῶν διαιροῦν φέρεται κάτω, τοῦ δὲ κουφοτέρου τὰ μόρια ὑποχωροῦντα τοῖς βαρυτέροις ἐπιπολῆς αὐτῶν σπεύδει γενέσθαι. ἣν τοπικὴν μετάβασιν αὐτῶν ἵστησι φθάνουσαν ἡ κατὰ πάθη μεταβολή, ἑνοῦσα αὐτὰ τῇ κατὰ πάντα ὁμοιότητι, ὃ καὶ αὐτὸ τῇ ὄψει γίνεται γνώριμον.