XIV Ἐπεὶ δὲ ἄλλο γένεσις καὶ φθορά, καὶ ἄλλο κρᾶσις (ἡ γὰρ κρᾶσις σωζομένων τινῶν μῖξις εἶναι δοκεῖ· οὔτε γὰρ ὑπὸ τοῦ ἑτέρου φθαρέντος καὶ μεταβάλλοντος εἰς τὸ κρατῆσαν κρᾶσις, ἀλλὰ τοῦ μὲν αὔξησις, τοῦ δὲ φθορά — διὸ οὐδὲ ἡ τροφὴ λέγεται κιρνᾶσθαι καὶ τὸ τρεφόμενον — οὔτ’, εἰ ἀμφότερα παντάπασιν φθαρείη τὰ μιγνύμενα, τὰ μεμιγμένα κρᾶσις ἔτι· σωζομένων γάρ τινων μῖξις ἡ κρᾶσις), ἀκόλουθον ἂν εἴη τὴν τῆς κράσεως πρὸς τὴν γένεσίν τε καὶ φθοράν (λέγειν διαφοράν⟩. κοινὸν μὲν γὰρ αὐταῖς τε κατὰ τὴν ὕλην κοινωνία, καθ’ ἣν ὥσπερ φθείρεταί τι, οὕτως καὶ κιρνᾶται, καὶ ἡ διὰ ἐναντίωσιν διὰ τοῦ ποιεῖν τε καὶ πάσχειν μεταβολή. ἴδιον δὲ κράσεως πρὸς τὴν γένεσίν τε καὶ φθορὰν τὸ ἐπὶ μὲν τούτων τέλεον θάτερον εἰς θάτερον μεθίστασθαι καὶ μεταλαμβάνειν τὰς ἐναντιώσεις, καθ’ ἃς παθὸν ἀπέβαλε τέλεον, ἃς εἶχε πρὸ τούτου, ἐπὶ δὲ τῶν κιρναμένων οὐ τοῦτον ἔτι γίνεται τὸν τρόπον. ἀλλ’ ὅταν πλείω σώματα τοῦ ποιεῖν καὶ πάσχειν ὑπ’ ἀλλήλων ἔχοντα δύναμιν ἀλλήλοις συνέλθῃ, ἔχῃ δὲ οὕτως, ὡς μὴ ὑπερέχειν κατὰ τὰς ἐναντιώσεις ἄλλο ἄλλου δύνασθαι ὡς φθεῖραν αὐτὸ εἰς τὴν ἑαυτοῦ μεταστῆσαι φύσιν, τότε ταῦτα διὰ τὴν τῶν δυναμένων ἰσότητα, καθ’ ἃς ποιεῖ καὶ πάσχει, ὁμοίως ὑπ’ ἀλλήλων ἀντιπάσχοντα μέχρι τούτου πρόεισιν, ἕως ἀποβαλόντα τὰς κατὰ ἐναντιώσεις ὑπεροχάς, δι’ ἃς ἕτερά τε ἦν ἀλλήλων καὶ ἐναντία, μίαν ἐξ πασῶν τῶν δυνάμεων γεννήσει ποιότητα, ἑνωθείσης καὶ μιᾶς γενομένης τῆς ἀμφοτέροις ἢ πᾶσιν αὐτοῖς ὕλης ὑποκειμένης. γίνεται δὲ ἡ τοιαύτη μῖξις, ἣν κρᾶσιν καλοῦμεν, ἐν τοῖς ὑγροῖς τῶν σωμάτων. καὶ γὰρ ἡ ἐν τοῖς ξηροῖς γίνεσθαι δοκοῦσα κρᾶσις οὐ γίνεται χωρὶς ὑγρότητος. ἑνοῦται γὰρ τὰ ὑγρὰ συντιθέμενα καὶ 1 ὡς πυρί τε scripsi: ὡς πῦρ ἐστι Apelt: ὥσπερ είτε libri διαφέροντι] διαφέρον τι Apelt 6 ποιεῖ τὰς Apelt: ποιεῖται libri 8 αὑτὸ scripsi: αὐτὸν libri 8 κατισχύῃ Apelt: καὶ ἰσχύει libri 11 fortasse δὲ 〈τοῦ,〉 εἰς 16 ἀλλὰ] fortasse οὔτε 17 καὶ del. Apelt τὸ τρεφόμενον scripsi: τῷ τρεφομένῳ libri 18 μεμιγμένα Apelt: μὴ μιγνύμενα libri 20 λέγειν διαφοράν addidi 26 ὅταν] ὅτε Ra 27 ἔχῃ scripsi: ἔχει libi 31 ἀποβάλλοντα Ra τὰς κατὰ Apelt: κατὰ τὰς libri: καὶ τὰς Ideler 33 γενήσει Ra οὐ φυλάσσει τὰς οἰκείας ἐπιφανείας, ἐὰν μὴ ἢ γλισχρόν. ὅταν δὴ τοῖς κατὰ τὴν ὕλην διὰ τὴν ὑγρότητα κατὰ τὴν παράθεσιν ἑνουμένοις σώμασιν προσήκῃ τὸ ἐναντίωσιν ἔχειν ἰσοκρατῆ πρὸς ἄλληλα, γίνεται αὐτοῖς κατὰ τὰς ποιότητάς τε καὶ δυνάμεις ἕνωσις, ὅπερ ἐστὶν ἡ κρᾶσις. ἑκάτερον γὰρ τῶν οὕτως ἐχόντων διὰ μὲν τὴν ἐνυπάρχουσαν ἐν αὐτοῖς ἐναντίωσιν καὶ τὴν τῆς ὕλης κοινωνίαν μεταβάλλει τε καὶ πάσχει, διὰ δὲ τὴν ἰσότητα τῶν ἐναντιώσεων οὐκ ἐπὶ τοσοῦτον ποιεῖ τὴν μεταβολήν, ὡς ταὐτὸν γενέσθαι θατέρῳ θάτερον. ἀντιπάσχον γὰρ τὸ ποιοῦν ὑπὸ τοῦ πάσχοντος πρὸς αὐτοῦ καὶ μὴ μένον ὅμοιον αὑτῷ, παύεται τοῦ ποιεῖν ἔτι δύνασθαι πρὸ τοῦ κρατῆσαι τέλεον αὐτοῦ. καὶ τοῦτ’ ἐστὶν ἡ κρᾶσις· ἡ γὰρ διὰ τοῦ ποιεῖν καὶ πάσχειν τῶν παρακειμένων ἀλλήλοις σωμάτων διὰ μεταβολῆς χωρὶς φθορᾶς αὐτῶν τινος ἕνωσις.