XIII Ἐπανίωμεν δὲ ἐπὶ τὸν ἐξ ἀρχῆς λόγον. εἰ γὰρ τὰ εἰρημένα οὕτως περὶ κράσεως παντελῶς ἄτοπα, ἀναγκαῖον ἄλλως πως τὰς κράσεις γίνεσθαι λέγειν. λείπεται δὲ παρὰ ταύτας, ὧν ἄξιον ποιεῖσθαι λόγον τινά, ἡ ὑπ’ Ἀριστοτέλους εἰρημένη δόξα. εἴπωμεν δὴ καὶ περὶ ταύτης, καὶ δείξωμεν τίς ποτ’ ἐστίν, ἐπεὶ μηδὲ γνώριμός ἐστι τοῖς πολλοῖς τῶν φιλοσοφούντων διὰ συντομίαν τῶν περὶ αὐτῆς εἰρημένων ὑπὸ τοῦ φιλοσόφου. πρῶτον μὲν ὁρίσωμεν, τίνα ἐστὶν ἀλλήλοις κιρνᾶσθαι λεγόμενά τε καὶ δυνάμενα. ὁρισθὲν γὰρ ἡμῖν τοῦτο ἀποσκευάσεται πολλὰ τῶν ἐνοχλούντων τὸν περὶ κράσεως λόγον. ἔστι δὴ ἡ μῖξίς τε καὶ ἡ κρᾶσις ἐν τοῖς καθ’ αὐτὰ ὑφεστάναι φύσιν ἔχουσι. διὸ καὶ δοκεῖ δύνασθαι χωρίζεσθαι πάλιν ἀλλήλων τὰ μεμιγμένα ὅτι ἐκ τούτων συνῆλθεν. εἰ δὲ μηδὲν ἄλλο χωριστὸν παρὰ τὴν οὐσίαν, οὐσιῶν ἂν ἡ μῖξίς τε καὶ ἡ κρᾶσις εἴη. εἰ δὲ τοῦτο, οὐκ ἂν Ἀναξαγόρας εἴη καλῶς λέγων, πάντα ἐν πᾶσιν μεμῖχθαι. οὔτε γὰρ τὰ πάθη χωριστά, ὡς καθ’ αὐτὰ εἶναι δύνασθαι (διὸ οὐδὲ μῖξίς τε καὶ κρᾶσις ἂν εἴη παθῶν πρὸς ἄλληλα, ἢ παθῶν πρὸς τὰ ὧν ἐστι πάθη), ἀλλ’ οὐδὲ τὰ εἴδη τῶν οὐσιῶν. καὶ γὰρ εἰ οὐσίαι καὶ ταῦτ’, ἀλλ’ οὐ καθ’ αὐτὰ συνυφίστανται. οὐ γὰρ οἷόν τε χωρὶς ὕλης εἶναί τι αὐτῶν. ἀλλ’ οὐδὲ ἡ ὕλη μικτή. οὐδὲ γὰρ αὕτη χωρὶς εἴδους ἐνεργείᾳ ποτ’ ἐστίν. οὔτ’ οὖν ἐν ἄλλοις τισίν, ἢ ἐν οὐσίαις ἡ μῖξίς τε καὶ κρᾶσις, οὔτε ἄλλαι τινὲς τῶν οὐσιῶν εἰσὶ μικταὶ παρὰ τὰς χωριστάς τε καὶ κατ’ ἰδίαν ὑφεστάναι δυναμένας καὶ κατεχούσας τόπον. τοιαῦτα δὲ τὰ σώματα. τούτου τοίνυν διωρισμένου μετὰ ταῦτα ἄξιον ἐπιστῆσαι, πότερον ταὐτόν ἐστι μῖξίς τε καὶ κρᾶσις, ἢ διαφορὰν ἔχει τινά. ἔοικε δὴ διαφέρειν, τὸ μὲν κοινότερόν ἐστιν ἡ μῖξις, ἡ δὲ κρᾶσις ἰδικώτερον. ποιὰ γὰρ μῖξις ἡ κρᾶσις. τῶν γὰρ μίξεων ἡ μέν τις κατὰ παράθεσιν τῶν οὐσιῶν καὶ ἁφὴν γίνεται, ἣν λέγομεν τῆς μίξεως γίνεσθαι κατὰ σύνθεσιν (οὐ πᾶσα μὲν γὰρ σύνθεσις μῖξις· σύνθεσις μὲν γὰρ καὶ τῶν ὁμοίων τε καὶ ὁμοειδῶν γίνεται, ἡ δὲ μῖξις ἐκ διαφερόντων τε καὶ ἐν διαφέρουσι· διὸ ὁ μὲν τῶν πυρῶν σωρὸς κατὰ μόνην σύνθεσιν, ὁ δὲ τῶν πυρῶν τε καὶ κυάμων ἤδη τῇ συνθέσει καὶ τὴν μῖξιν προσείληφεν), ἡ δὲ ὡς κρᾶσις μῖξις γίνεται, οὐ σωζομένων ἔτι τῶν μιγνυμένων καὶ οὕτως ἀλλήλοις παρακειμένων, ἀλλ’ ἑνουμένων κατὰ τὸ ὑποκείμενον. διὸ ἐν τοῖς εὐορίστοις τε καὶ ὑγροῖς ἡ ὡς κρᾶσις μῖξίς ἐστιν. ὥσπερ δὲ οὐχ ἡ τῶν τυχόντων σύνθεσις μῖξις ἦν, οὕτως οὐδὲ 1 πυρὶ γίνεται] περιγίνεται a τις corr. ex τῆς A 7 ἀνάξιον Ideler ἡ add. Ideler 8 εἰρημένα A1 δὴ] δὲ Ideler 9 ποι᾿  ἐστίν Ra: τότ᾿ ἔσται A: τότεστιν Η BCPS 10 αὐτῆς] αὐτῶν Ra 12 ἀποσκευάσεται Diels: ἀποσκευάσαι τε libri 13 〈δὲ〉 δὴ ldeler 15 τοιούτων PSRa χωριστὸν Apelt: χωρὶς τῶν libri 16 ἂν om. a 23 οὔτε scripsi: οὐδὲ libri 25 τόπον] τότε BPS 30 fortasse σύνθεσιν ⟨γένεσιν⟩ 32 πυρῶν corr. ex πυρὸς A 35 περικειμένων Ra 36 εὐχωρίστοις vel εὐδιαιρέτοις Diels 37 τῶν om. ldeler ἡ τῶν τυχόντων ὑγρῶν ἕνωσις κρᾶσίς τε καὶ μῖξις. οὐ γὰρ ὕδωρ ὕδατι κιρνᾶται, καίτοι ἑνούμενον αὐτῷ, οὐδὲ ἔλαιον ἐλαίῳ, ἀλλ’ οὐδὲ ἔλαιον ὕδατι ἀλλὰ τοῦτο μὲν διὰ γλισχρότητα. ὅταν δὲ ἢ τοιαῦτα τὰ ἑνούμενα, ὡς ἔχειν ποιότητας, καθ’ ἅς τὰ μιγνύμενα ποιεῖν τε καὶ πάσχειν ὑπ’ ἀλλήλων ἐστὶν οἷά τε (ἡ γὰρ κρᾶσις ἐν τοῖς ποιεῖν τε καὶ πάσχειν ὑπ’ ἀλλήλων δυναμένοις), τότε καὶ τούτων κρᾶσις γίνεται. διὰ τοῦτο γὰρ ἄμικτον πᾶν τὸ θεῖον σῶμα τὸ ποιητικὸν ὂν μηκέτ’ ἀντιπάσχειν ὑπὸ τοῦ πάσχοντος ὑπ’ αὐτοῦ δύναται. μόνα γὰρ τὰ ἔνυλα πάσχει. διὸ ταῦτα μόνα τῶν ποιούντων ἀντιπάσχει ὅσα τῆς αὐτῆς κεκοινώνηκεν ὕλης. ταῦτα δὲ τῶν τῆς αὐτῆς ὕλης κεκοινωνηκότων ὑπ’ ἀλλήλων ἀντιπάσχειν οἷά τε, ὅσα ἐναντίωσιν ἔχει τινὰ πρὸς ἄλληλα. οὐ γὰρ τὸ τυχὸν ὑπὸ τοῦ τυχόντος οἷόν τε πάσχειν· οὐδὲ γὰρ τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου. ἀπαθῆ γὰρ ὑπ’ ἀλλήλων τὰ ὅμοια. ἐν διαφέρουσι γὰρ καὶ ὑπὸ διαφερόντων τὸ ποιεῖν τε καὶ πάσχειν γίνεται. ἀλλ’ οὐδὲ τὰ ἕτερα πάντῃ πάσχει τι ὑπ’ ἀλλήλων. οὐδὲ γὰρ παθεῖν οἷόν τε φωνὴν ὑπὸ γραμμῆς, τῷ μηδὲν ὑπ’ ἀλλήλων ἀντιπάσχειν, κοινὴν ὑποκεῖσθαί τινα φύσιν τῶν ἑκατέρων παθῶν ἐπιδεκτικήν. διό ἐστιν ἐν τούτοις τὸ ποιεῖν τε καὶ πάσχειν, ὅσα τὴν αὐτὴν ὕλην ὑποκειμένην ἔχοντα ἐναντίωσίν τινα ἔχει πρὸς ἄλληλα. οὔτε γὰρ ὑπὸ χρώματος τὸ γλυκύ, καθὸ γλυκύ, πάθοι ποτ᾿ ἄν, οὔτε ὑπὸ θερμοῦ τὸ ξηρόν, ἀλλ’ οὐδὲ ὑπὸ ψυχροῦ τὸ ὑγρόν καθὸ ὑγρόν, ὅτι μὴ ἔστι ταῦτα ἀλλήλοις ἐναντία, ἀλλὰ ἐναντίοις τε καὶ τοῖς μεταξύ. οὐ γὰρ μόνον τὸ θερμὸν ὑπὸ τοῦ ψυχροῦ καὶ τὸ ψυχρὸν ὑπὸ τοῦ θερμοῦ μεταβάλλεταί τε καὶ πάσχει, οὐδὲ τὸ ὑγρὸν ὑπὸ τοῦ ξηροῦ καὶ τὸ ξηρὸν ὑπὸ τοῦ ὑγροῦ, ἀλλὰ καὶ τὰ μεταξὺ ἑκατέρου τῶν ἄκρων, ὅτι κατὰ μῖξίν ἐστι τῷ πρὸς ἑκάτερον τῶν ἐναντίων τὸ μεταξὺ τὸν θατέρου τῶν ἐναντίων σώζειν λόγον. τοῖς γὰρ προειρημένοις συμβέβηκε τὴν αὐτὴν ὕλην ἔχουσιν καὶ ἐναντίωσιν κατὰ τὸ εἶδος ἔχειν πρὸς ἄλληλα. τῆς γὰρ ὕλης ἴδιον τὸ τὴν αὐτὴν εἷ τῶν ἐναντίων ἐπιδεκτικήν. πάντα γὰρ τὰ ἐν γενέσει τε καὶ φθορᾷ σώματα ἐπὶ τῆς αὐτῆς ἀλλήλοις ἐστὶν ὕλης, ἡ δὲ διαφορὰ αὐτῆς κατά τε εἴδη καὶ συμβεβηκότα πάθη. τὰ γοῦν τέσσαρα σώματα, ἃ στοιχεῖα λέγεται, ἔστι ταῦτα· γῆ καὶ ὕδωρ, ἀήρ τε καὶ πῦρ, ἃ ὕλην τὴν αὐτὴν ἀλλήλοις ἔχοντα κατὰ τὰ εἴδη τὴν πρὸς ἄλληλα σώζει διαφοράν. διαφέρουσι γὰρ ἀλλήλων τῷ τὸ μὲν αὐτῶν θερμόν τ’ εἶναι καὶ ξηρόν (ἐν γὰρ τούτοις τὸ εἶναι τῷ πυρί πυρί· ἐστὶ μὲν γὰρ καὶ ἐν τῇ ὕλῃ αὐτῷ τὸ εἶναι τῇ ταῦτα 2 καίτοι BR2a: καἰ τι rel. 3 μὲν] fortasse μένει τοιαῦτα CPRS ταῦτα ABa 5 οἷόν τε Ra: διά τε S 5. 6 ἐστὶν— ἀλλήλων om. Ideler 8 δύναται Ideler: δύνασθαι libri 9 ἐκκοινώνηκεν] R Ideler: ἐκκοινώνημεν a 10 τῆς αὐτῆς] τῆς B: τοιαύτης a: τῆς τοιαύτης Ideler ἐκκοινωνηκότων Ra 11 ἐναντίωσιν] αἰτίωσιν Ra 12 οὐδὲ scripsi: οὔτε libri 14 πάντῃ] πάντα Ra 16 ἀντιπάσχειν ⟨μηδὲ〉 ldeler: fortasse ἀντιπάσχειν εἰ μὴ διὰ τὸ〉 18 ἔχει] ἔχε A: ἔχειν B οὔτε scripsi: οὐδὲ libri 20 καθὸ ὑγρόν om. a 21 ἐναντία A1 Apelt: ἐναντίοις rel. ἐναντίοις] ⟨ἐν⟩ ἐναντίοις Apelt: ἐναντίους ldeler: ante ἐναντίοις fenestra 15 litterarum A: 20 litterarum BC: fortasse ἀλλ’ 〈ἔστι τὸ ἀντιπάσχειν μόνον ἐν τοῖς⟩ ἐναντίοις 24 ἐστι τῷ] fortasse ἔνεστι τὴν 30 γοῦν] γὰρ in ras. C 34 πυρὶ semel ldeler μὲν s. v. A: om. BCPS τὸ εἶναι om. Ideler δεδεγμένῃ, ἀλλ’ ἐν τούτοις ὡς πυρί τε καὶ τῶν ἄλλων διαφέροντι· κατὰ 61B γὰρ τὴν ὕλην τὰ αὐτὰ ἀλλήλοις τὰ τέσσαρα), τὸ δέ τι αὐτῶν ἐστιν ὑγρόν τε καὶ θερμόν (ἐν τούτοις γὰρ πάλιν τὸ εἶναι τῷ ἀέρι), τὸ δὲ ψυχρόν τε καὶ ὑγρόν (τῷ γὰρ ὕδατι ἐν τούτοις τὸ εἶναι), τὸ δὲ ξηρόν τε καὶ ψυχρόν (τοιοῦτον γὰρ ἡ γῆ). ἃς ἔχοντα διαφοράς τε καὶ ἐναντιώσεις πρὸς ἄλληλα, ποιοῦντά τε καὶ πάσχοντα εἰς ἄλληλα ποιεῖ τὰς μεταβολάς, τῆς ὕλης με ταβαλλούσης εἰς τὸ τῶν ποιούντων κρατοῦν. ὅταν γάρ τι αὐτῶν πλεονάσαν τινὸς τῶν ἐναντίωσιν ἐχόντων πρὸς αὐτὸ κατισχύῃ ταῖς ἐναντιώσεσι ταῖς ἐν αὑτῷ ἐπὶ τοσοῦτον, ὡς ἀποβάλλουσαν τὴν ὑποκειμένην ὕλην, ἣν πρότερον εἶχε ποιότητα μεταλαβεῖν τὸ τοῦ κρατήσαντος εἶδος, τότε γίνεται τοῦ μὲν οὕτω μεταβάλλοντος φθορά, γένεσις δέ, εἰς ὃ γένονεν ἡ μεταβολή. αἱ μὲν οὖν γενέσεις καὶ φθοραὶ τῶν σωμάτων αἱ γινόμεναι κατὰ μεταβολὴν τὴν κατὰ τὸ ποιεῖν τε καὶ πάσχειν τοῦτον γίνονται τὸν τρόπον.