<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0732.tlg001.1st1K-grc1"><div type="textpart" subtype="section" n="12"><p><note type="marginal">XII</note>Ταῦτα μὲν εἰπεῖν προήχθην διὰ τοὺς
                            ἀντιλέγοντας μὲν <lb n="35"/> Ἀριστοτέλει περὶ τοῦ πέμπτου σώματος καὶ
                            τοῖς μόνοις κατ’ ἀξίαν τῶν <note type="footnote">2 γεννέσεως AC lacunam
                                indicavi κατ’ αὐτῆς] κατὰ γῆς Apelt 3 κεχωρισμένα suspectum 5
                                γένεσις RSa 6 προέσεως Apelt: προθέσεως libri διὰ τοῦ σπ. Ra 7
                                αἴτιος add. Diels τῇ ὕλῃ] τὴν ὕλην Ra 12 φασὶ] φύσει Ra Apelt 13
                                ποιεῖν Ideler: ποιεῖ libri τῇ Apelt: τὴν libri πως Apelt: ὡς libri
                                16 ὕλῃ A: ὕλη rel. παρὰ AB: περὶ rel. 18 τῷ] τῇ a ἐστὶ om. Ra τῆς
                                ὕλης del. A: om. a 19 ἂν om. Ra 20, 21 ἀλλάσσον R: ἀλάσσον rel. 22
                                εἰ R2a: ἡ rel. 29 κορόπλασθόν C¹a: κορόπλαστόν Ideler 33 χωροῦντα
                                om. Ideler 34 lacunam indicavi. sententia quae ecidit legitur
                                227,23—25 προήχθω a μὲν] τῷ Ideler 35 τοῖς τοὶ a μόνοις Schwartz:
                                νόμοις libri</note>
                            <pb n="227"/> θείων εἰρημένοις ἐνίστασθαι πειρωμένους διὰ φιλοτιμίαν,
                            τῆς δὲ ἀτοπίας <lb n="25"/> τῶν ὑφ’ αὐτῶν λεγομένων μηδὲ τὴν ἀρχὴν
                            συνιέντας, οἷς καὶ τὰ κυριώτατα καὶ μέγιστα τῶν κατὰ φιλοσοφίαν δογμάτων
                            ἤρτηται καὶ τὴν κατασκευὴν ἀπὸ τοῦ θαυμαστοῦ δόγματος ἔχει τοῦ σῶμα
                            χωρεῖν διὰ σώματος·’ <lb n="5"/> ὅ τε γὰρ περὶ κράσεως αὐτοῖς λόγος οὐκ
                            ἐν ἄλλῳ τινί, ἀλλὰ καὶ τὰ περὶ <lb n="30"/> ψυχῆς ὑπ’ αὐτῶν λεγόμενα
                            ἐντεῦθεν ἤρτηται τε πολυθρύλλητος αὐτοῖς εἱμαρμένη καὶ ἡ τῶν πάντων
                            πρόνοια δὲ τὴν πίστιν λαμβάνουσιν, <lb n="609"/> ἔτι τε τὸ περὶ ἀρχῶν τε
                            καὶ θεοῦ καὶ ἡ τοῦ παντὸς ἕνωσίς τε καὶ συμπάθεια πρὸς αὐτό. πάντα γὰρ
                            αὐτοῖς ταῦτ’ ἐστὶν ὁ διὰ τῆς ὕλης διήκων <lb n="10"/> θεός. τούτου δὲ
                            τοῦ σῶμα χωρεῖν διὰ σώματος, ἐξ οὗ σχεδὸν πάσης τῆς φυσιολογίας αὐτοῖς
                            ἀνήρτηται τὰ πείσματα, παρά τε τὰς κοινὰς προλήψεις <lb n="5"/>
                            λεγομένου καὶ παρὰ τὰς ἁπάντων δόξας τῶν φιλοσόφων, τὴν πίστιν κατ’
                            αὐτοὺς λαμβάνει ὡς ἂν ἀπὸ ἐναργοῦς τοῦ τὸν σίδηρον, ὅταν ἢ πεπυρωμένος
                                <del>μὲν</del> μὴ αὐτὸν ἐξάπτεσθαί τε καὶ πυροῦσθαι λέγειν ὁμοίως
                            τοῖς <lb n="15"/> οἷς ὕλη τὸ πῦρ, ἀλλὰ διὰ παντὸς αὐτοῦ χωρεῖν τὸ πῦρ
                            ὑπολαμβάνειν μετὰ <lb n="10"/> τῆς ὕλης ἐκείνης, ἐφ’ ἧς ὂν γειτνιᾶσαν τῷ
                            σιδήρῳ ἐθέρμαινέ τε καὶ ἐξῆψεν αὐτόν. καίτοι πῶς οὐ πρὸς τοῖς ἄλλοις καὶ
                            τοῦτο παντάπασιν ἄτοπον τὸ τὴν τῆς φλογὸς ὕλην, μὴ κατέχουσαν τὴν ἔξωθεν
                            χορηγίαν, μὴ καταναλίσκεσθαι, σώζεσθαι δὲ ἐπὶ τοσοῦτον λέγειν ἐν τῷ πυρὶ
                            τῷ μεμιγμένῳ <lb n="15"/>
                            <lb n="20"/> τῷ σιδήρῳ, ἕως ἂν ὁ σίδηρος πεπυρωμένος μένῃ, ἐναργοῦς
                            ὄντος τοῦ τὴν φλόγα συνεχοῦς δεῖσθαι τῆς κατὰ τὴν ὕλην χορηγίας, ὡς
                            ἔχουσαν ἐν τῷ γίνεσθαι τὸ εἶναι διὰ τὴν τῆς ὑποβεβλημένης ὕλης αὐτῇ
                            ταχεῖαν φθοράν. <del>καὶ ὁ θεὸς κιρνάμενος τῇ ὕλῃ· εἰ δὲ τοῦτο, καὶ
                                ἀντιπάσχων ὑπ’ αὐτῆς· οἷς ἕπεται τό τε τὸν θεὸν πάσχειν καὶ τὸ τὴν
                                ὕλην ποιεῖν, ἀλλὰ ταῦτα <lb n="20"/>
                                <lb n="25"/>
                                <gap reason="omitted"/></del>. εἰ γὰρ μὴ ὁ σίδηρος ὕλη ποτὲ τῷ πυρί,
                            τίνα χρὴ τὴν καιομένην ὕλην λέγειν εἶναι; ὅλως δὲ ἐπεὶ ὁ σίδηρος ὑπό
                            τινος ἐξάπτεται πυρὸς ὄντος ἐφ’ ὕλης τινός, εἰ διὰ τοῦ σιδήρου δίεισι τὸ
                            πῦρ, δεῖ φυλάσσον αὐτὸ τὴν ὕλην, ἐφ’ ἧς ὂν ἐπλησίασε τῷ σιδήρῳ, χωρεῖν
                            δι’ αὐτοῦ, ἀλλ’ οὕτε <lb n="25"/> τὰ ξύλα οὔτε οἱ ἄνθρακες οὔτε τις ἄλλη
                            τῶν ὑποκειμένων ὕλη τῷ πυρὶ <lb n="30"/> τῷ πυροῦντι τὸν σίδηρον ἐν τῷ
                            σιδήρῳ γίνεται. λείπεται δή, χωριζόμενον <lb n="610"/> αὐτὸ τῆς ὕλης
                            γίνεσθαι ἐν αὐτῷ. ἀλλ’ εἰ χωρίζοιτο, ἀναγκαῖον αὐτὸ ἐν τῇ μεταβάσει ὕλην
                            τινὰ μεταλαμβάνειν, καὶ ἔστιν οὐκ ἄλλη τις ἢ ὁ σίδηρος αὐτός. καθόσον
                            γὰρ ἡ ὑγρότης ἐστὶν ἐν αὐτῷ, κατὰ τοσοῦτον ὕλη τῷ <note type="footnote">1 πειρωμένους AR: πειρωμένοις Ra: πειρωμένου CPS τῆς δὲ BCP: τῆσδε
                                AARSa 5 λόγος RS: λόγοις ABCPa 6 πολυθλύλλητος A 7 δὲ] fortasse
                                τήνδε 8 ἔτι τε] εἴτε Ra: εἴ γε Apelt τὸ scripsi: ὁ libri: ὁ ⟨λόγος⟩
                                Apelt 9 αὐτοῖς om. Ra 10 τούτου δὲ ibi τοῦτο δὲ Apelt τοῦ scripsi:
                                τὸ libri 11 πείσματα] πύσματα Ra περὶ BGPSa 12 λεγόμενον Ideler περὶ
                                BCPSa 13 ἂν Apelt:  αἱ libri ᾖ] εἰ a 14 μὲν delevi 16 ἐθέρμανε Diels
                                18 ἔξωθεν] ἔξω μὲν Ra 19 δὲ om. Ra 20 τῷ σιδήρῳ om. Ideler 21 φλόγα
                                RSa: φλόγαν ABCP 23. 24 καὶ—ταῦτα circumscripsi, cf. 226,34 24 τὸ
                                ante τὴν om. Ideler ταῦτα ⟨ἄτοπα〉 Ideler 26 πυρὸς ἐξάπτεται Ra 27
                                τινός om. Ra εἰ Apelt: ἢ libri φυλάσσειν A2Ra 28 ⟨καὶ〉 ἐφ’ Ideler ἧς
                                ὂν Schwartz ὅσον libri ἐπλησίαζε Ra 28, 29 οὕτε τὰ scripsi: οὐ τά τε
                                libri: οὐδὲ τὰ ldeler 29 pr. οὔτε scripsi: οὐδὲ libri 30 δὴ
                                χωριζόμενον scripsi: διαχωριζόμενον libri 32 ἢ] ἡ A 33 αὐτός Ideler:
                                αὐτή libri</note>
                            <pb n="228"/> πυρὶ γίνεται, σκληρότερος γοῦν ὁ πυρούμενος σίδηρος μετὰ
                            τὴν σβέσιν τοῦ <lb n="5"/> πρώτου γίνεται, ὡς ἀναλισκομένης ὑπὸ τοῦ
                            πυρὸς τῆς ὑγρότητος τῆς ἐν αὐτῷ, καὶ ἐξάπτεταί τε μέχρις ἂν ὑγρότης ἢ
                            τις ἐν αὐτῷ, ὥσπερ οὖν καὶ ξύλα. ἀλλὰ τούτων μὲν ἅλις.</p></div></div></body></text></TEI>