XI Ἀλλὰ γὰρ ἐοίκασιν, ὡς εἶπον, οἱ οὕτω λέγοντες τῷ μὴ δυνηθῆναι διαλαβεῖν τῷ λόγῳ τῆς ὕλης τὸ εἶδος, καθὸ εἶδος ἕκαστόν τ’ ἐστὶ τῶν ὄντων ὅ ἐστι, καὶ πρὸς τἆλλα διαφορὰν ἔχει, κατὰ τὴν ὕλην οὐδὲν ἀλλήλων διαφέροντα, καθὸ εἶδὸς ἔχει, καὶ τῷ σώζεσθαί τε καὶ μένειν ταῦτα, ἅ ἐστι, πνεύματι ὡς διὰ πάντων διήκοντι ἀνάπτειν τό τε εἶναι ἑκάστου καὶ τὸ σώζεσθαί τε καὶ συμμένειν. αἰτιάσαιτο δ’ ἄν τις εὐλόγως αὐτῶν ἐνταῦθα τοῦ λόγου γενόμενος καὶ τὸ δύο ἀρχὰς τῶν πάντων λέγοντας εἶναι ὕλην τε καὶ θεόν, ὧν τὸν μὲν ποιοῦντα εἶναι 1 δι’ scripsi: δ’ libri 2 ἀπαθὲς δὲ] εὐπαθὲς Schwartz 3 δ’ om. BCPS 4 μάλλιστα AB 5 ἀρεστὴν] ἀρίστην Diels τὴν s. v. A 8 ἔχοιτο Ra 11 πάντων scripsi: τῶν libri 11. 12 πάντα φαίνοιτο] fortasse ἀπεμφαίνοι τὸ 12 ἀλλήλων om. Ra: ἀλλήλοις BS 13 λέγειν del. Ideler 14 ἀλλήλοις ldeler 16 ⟨τῷ〉 πᾶσιν ldeler 21 τοῦ om. Ra 22 ἂν τὸ] αὐτὸ a 23 ἡ om. Ra 24 τὸ] τὸν a αὐτοῦ Apelt: αὐτοῖς; οὐ libri συνέχει Idelet: συνέχειν libri CPRSa: ἢ AE ὂν Apelt: ὧν libri 25 πνεύματος ldeler κινούμενον Apelt: κινουμένου libri τί Apelt: τι libri 26 γίνεται] λέγεται Ideler: fortasse κινεῖται 28 διαλαλεῖν Ra 29 ἔχει] ἔχειν Ideler 32 alt. τε om. a αἰτιάσαιτο] αἰτιᾶσαι a: αἰτιάσαι Ideler 33 εὐλόγως om. Ideler ἐνταῦθα] ἐνθάδε Ra 34 ποιοῦντα scripsi: ποιοῦν libri τὴν δὲ πάσχουσαν, μεμῖχθαι τῇ ὕλῃ λέγειν τὸν θεόν, διὰ πάσης αὐτῆς διήκοντα καὶ σχηματίζοντα αὐτήν, καὶ μορφοῦντα καὶ κοσμοποιοῦντα τούτῳ τῷ τρόπῳ. εἰ γὰρ θεὸς κατ᾿ αὐτοὺς σῶμα, πνεῦμα ὢν νοερόν τε καὶ ἀίδιον, καὶ ἡ ὕλη δὲ σῶμα, πρῶτον μὲν ἔσται πάλιν διῆκον σῶμα διὰ σώματος, ἔπειτα τὸ πνεῦμα τοῦτο ἤτοι τι τῶν τεσσάρων τῶν ἁπλῶν ἔσται σωμάτων, ἃ καὶ στοιχεῖά φασιν, ἢ ἐκ τούτων σύγκριμα (ὥς που καὶ αὐτοὶ λέγουσιν· καὶ γὰρ ἀέρος καὶ πυρὸς ὑφίστανται τὴν οὐσίαν ἔχειν τὸ πνεῦμα), ἤ, εἰ ἄλλο τι εἴη, ἔσται τὸ θεῖον αὐτοῖς σῶμα πέμπτη τις οὐσία, χωρὶς ἀποδείξεώς τινος καὶ παραμυθίας λεγομένη τοῖς πρὸς τὸν μετὰ τῶν οἰκείων τιθέμενον τοῦτο ἀντιλέγουσιν ὡς λέγοντα παράδοξα. εἰ δὲ ἢ τῶν τεσσάρων τι εἴη ἤ τι ἐξ ἐκείνων σύγκριμα, ἔσται τὸ ἐκ τῆς ὕλης γεννώμενον σῶμα πρὸ τοῦ γενέσθαι πεφοιτηκὸς δι’ αὐτῆς καὶ τεκνοῦν ἐξ ἐκείνης ὁμοίως τοῖς ἄλλοις καὶ ἑαυτό. ἔτι τε ὕστερον ἂν ὁ θεὸς τῆς ὕλης εἴη, εἴ γε πᾶν μὲν τὸ ἔνυλον σῶμα τῆς ὕλης ὕστερον. τὸ γὰρ ἐκ τῆς ἀρχῆς ὕστερον, ὁ δὲ θεὸς τοιοῦτον σῶμα· οὐ γὰρ δὴ τῇ ὕλῃ ὁ αὐτός. τοιοῦτος δὲ ὢν εἴη ἂν μέχρι φωνῆς ἀίδιος αὐτοῖς μόνης· εἰ γὰρ γέγωνε (γέγονε δὲ ἐκ τῆς ὕλης), εἴτε τι τῶν πλῶν ἐστι σωμάτων. εἴτε ἐκ τούτων σύγκριμα. πρὸς δὲ τούτοις ἐπιζητήσαι τις ἄν, εἰ τῶν ἐκ τῆς ὕλης γενομένων σἷόν τε δημιουργὸν λέγειν τὸν διαπεφοιτηκότα τῆς ὕλης καὶ ὄντα ἐν αὐτῇ θεόν. φέρουσι μὲν γὰρ εἰς τὴν κατασκευὴν τοῦδε τὸ μὴ ὁμοίως τοῖς φύσει γινομένοις γίνεσθαι τὰ κατὰ τὰς τέχνας. τὰ μὲν γὰρ ἀπὸ τῆς φύσεως ἀποτελέσματα οὐκ ἐπιπολῆς, ἀλλὰ δι’ ὅλων εἰδοποιεῖταί τε καὶ διαπλάττεται, καὶ τὰ ἔνδον αὐτῶν γλαφυρώτατα πεφιλοτέχνηται, τὰ δὲ τῶν τεχνῶν διαμεμόρφωται, ὡς ἐπὶ τῶν ἀνδριάντων ἔχει· τὰ γὰρ ἔνδον τούτων ἀδιάπλαστα. διὰ δὴ τοῦτό φασιν τῶν μὲν γινομένων κατὰ τέχνην ἔξωθεν εἶναι καὶ κεχωρισμένον τὸ ποιοῦν, ἐπὶ δὲ τῶν γινομένων φύσει ἐν τῇ ὕλῃ εἶναι τὴν δύναμιν τὴν μορφοῦσάν τε καὶ γεννῶσαν αὐτά. ταῦτα δὲ οὐχ ὁρῶμεν τοῖς γινομένοις συνᾴδοντα. ἐπὶ γὰρ πάντων τῶν γινομένων φύσει ἔξωθέν τί ἐστι τὸ τὴν ἀρχὴν τῆς γενέσεως αὐτῶν ἔχον καὶ τῆς πρώτης ἐν τῇ ὕλῃ μεταβολῆς αἴτιον. τά τε γὰρ ἁπλᾶ σώματα τῆς τε εἰς ἄλληλα μεταβολῆς ἔξωθεν ἔχει τὴν αἰτίαν. ψῦξις γὰρ καὶ θερμότης ἡ γινομένη διὰ τὴν τῶν οὐρανίων σωμάτων ἄλλοτε ἀλλοίαν πρὸς αὐτὰ σχέσιν τῆς γενέσεως αὐτοῖς καὶ τῆς φθορᾶς καὶ τῆς εἰς ἄλληλα μεταβολῆς αἴτια. ἀλλὰ καὶ τῶν φυτῶν καὶ τῶν ζῴων ἕκαστον ὑπό τινος ἔξωθεν 1 λέγειν Apelt: λέγει libri: λέγουσι Ideler 6 ὥσ που] ὥσπερ Ra 8 εἰ add. Apelt 9 λεγομένη Apelt: λεγομένης libri τοῖς] τῆς Ra 10 λέγοντα Idelet: λέγοντι libri 12 πεφοιτηκώς Idelet δι] τι Ra τεκνοῦν Apelt: τέκνων libri 13 ἑαυτό Apelt: ἑαυτῷ libri τε] δὲ Ideler 16 μέχρι φωνῆς ἀίδιος αὐτοῖς Schwartz: μέχρι φωνῆς αἰδοῖος αὐτοῖς A: μέχρι φωνῆσαι δ’ αὐτοῖς BCPS: μέχρι φωνῆσαι δύο αὐτοῖς Ra: εἰ χρὴ φωνῆσαι, δι’ αὐτῆς Apelt μόνοις Ideler 17 δὲ] δὴ Apelt sive del. 21 τὰ κατὰ τὰς] τὰς κατὰ Ra ἀπὸ] ὑπὸ Ideler 22 ἐπιπολῆς A: ἐπιπολλῆς BPCS: ἐπὶ πολλῆς Ra: ἐπιφανείᾳ Ideler 25 φασιν scripsi: φησάντων libri: ἔφησαν Apelt 26 ⟨εἶναι⟩ τὸ ποιοῦν Ideler 28 τῶν om. Ra 32 ἡ γινομένη] ἡγουμένη Ra ἄλλοτε om. a ὄντος κεχωρισμένου τῆς ὕλης, ἐξ ἧς ἕκαστον αὐτῶν γίνεται, τὴν ἀρχήν τε τῆς γενέσεως λαμβάνει καὶ τὰ κατ᾿ αὐτῆς πηγνύμενα πάντα καὶ τὰ ἐν τοῖς μετεώροις συνιστάμενα κεχωρισμένα κεχωρισμένον ἔχει τὸ ποιοῦν. οὔτε γὰρ τὸ θερμαινόμενον καὶ διὰ τοῦτο μεταβάλλον αὐτὸ θερμαίνει· ψυχρὸν δὲ καθὸ θερμαίνεται. ἀλλὰ καὶ οἷς ἡ γέννησις ἀπὸ σπέρματος, ἔξωθεν τὸ γεννῶν διὰ τῆς προέσεως τοῦ σπέρματος. εἰ δ’ οὕτως τὰ ἐκ τῆς ὕλης γινόμενα γίνεται, πῶς ἂν αἴτιος ἔτι ὁ θεὸς αὐτῶν εἴη διὰ τοῦ τῇ ὕλῃ μεμῖχθαί τε καὶ κεκρᾶσθαι; τοῦ γὰρ οὕτως ἐν τοῖς γινομένοις φύσει ποιοῦντος ἄλλο τι πρῶτόν ἐστιν αἴτιον ἔξωθεν ὄν. οὐδὲν δὲ ποιητικὸν πρῶτον τοῦ θεοῦ. ἐοίκασι δὲ δι’ ὧν λέγουσιν εἶδος τῆς ὕλης λέγειν τὸν θεόν. εἰ γὰρ οὕτως ὁ θεὸς μέμικται τῇ ὕλῃ κατ’ αὐτούς, ὡς ἐν τοῖς ζῴοις ἡ ψυχὴ τῷ σώματι, καὶ ἡ δύναμις τῆς ὕλης ἐστὶ ὁ θεὸς (φασὶ γὰρ τὴν ὕλην ποιεῖν τῇ ἐν αὐτῇ δυνάμει), εἶδός πως ἂν λέγοιεν αὐτῆς τὸν θεόν, ὡς τὴν ψυχὴν τοῦ σώματος καὶ τὴν δύναμιν τοῦ δυνάμει. ἀλλ’ εἰ τοῦτο, πῶς ἂν ἔτι ἡ ὕλη ἀνείδεος εἴη κατὰ τὸν αὐτῆς λόγον, εἴ γε τὸ συμμένειν αὐτῇ καὶ εἶναι ὕλῃ παρὰ τῆς οὔσης ἐν αὐτῇ δυνάμεως; μάλιστα δ’ ἐν τῇ ἐκπυρώσει φαίνεται κατ’ αὐτοὺς ὁ θεὸς τῆς ὕλης εἶδος ὤν, εἴ γε ἐν τῷ πυρί, ὃ μόνον ἐστὶ κατ’ αὐτοὺς τότε, ἡ ὕλη καὶ ὁ θεὸς τῆς ὕλης σώζονται μόνοι. εἴη γὰρ ἂν ὁ θεὸς τότε εἶδος τὸ ἐπὶ τῇ ὕλῃ τοῦ πυρὸς. εἰ δὲ τοῦτο, μεταβάλλει δὲ τὸ πῦρ εἰς ἄλλα τινὰ σώματα, τὸ εἶδος ἀλλάσσον εἴη ἂν ὁ θεὸς φθειρόμενος τότε, εἴ γε κατὰ φθορὰν τοῦ προυπάρχοντος εἴδους ἡ μεταβολὴ εἰς ἄλλο σῶμα τῇ ὕλῃ γίνεται. καὶ εἰ τῆς τοιαύτης μεταβολῆς ὁ θεὸς αἴτιος, εἴη ἂν ὁ θεὸς κατ᾿  αὐτοὺς φθείρων ἑαυτόν, οὗ τί ἂν ἀτοπώτερον ῥηθείη ποτ’ ἄν; πῶς δ’ οὐκ ἀνάξια τῆς θείας προλήψεως τό τε τὸν θεὸν διὰ πάσης τῆς ὑποκειμένης πᾶσιν ὕλης κεχωρηκέναι λέγειν καὶ μένειν ἐν αὐτῇ, ὁποία ποτ’ ἂν ἦ, καὶ τὸ προηγούμενον ἔχειν ἔργον, τὸ ἀεί τι γεννᾶν τε καὶ διαπλάσσειν τῶν ἐξ αὐτῆς γενέσθαι δυναμένων, καὶ ποιεῖν τὸν θεὸν δημιουργὸν σκωλήκων τε καὶ ἐμπίδων, ἀτέ ὥσπερ κορόπλαθόν τινα τῷ πηλῷ σχολάζοντα καὶ πᾶν τὸ δυνάμενον ἐξ αὐτοῦ γενέσθαι τοῦτο ποιοῦντα; πρὸς δὲ τούτοις εἰ τὰ κιρνάμενα ἀλλή σώματα ἀντιπάσχειν ὑπ’ ἀλλήλων ἀνάγκη (διὰ τοῦτο γὰρ οὐδέτερον αὐτῶν φθείρεται, ὅτι ἑκάτερον αὐτῶν πάσχον ὑφ’ ἑκατέρου ἐν τῷ πάσχειν ἀντιποιεῖ), τὰ δὲ δι’ ἀλλήλων χωροῦντα σώματα κιρνᾶται ἀλλήλοις, εἴη τ’ ἂν ἄλληλα