X Πῶς δ’ οὐκ ἄτοπον καὶ τὸ λέγειν ἡνῶσθαι τὴν σύμπασαν οὐσίαν πνεύματός τινος διὰ πάσης αὐτῆς διήκοντος, ὑφ’ οὗ συνέχεταί τε καὶ συμμένει τὸ πᾶν καὶ συμπαθές ἐστιν αὐτῷ; τὴν γὰρ κυριωτάτην αἰτίαν τῆς τοῦ παντὸς ἑνώσεως οὐκ εἰδότες (αὕτη δ’ ἐστὶν ἡ τοῦ θείου τε καὶ κυκλοφορητικοῦ καὶ αἰθερίου σώματος φύσις, ἥτις περιέχουσα πᾶσαν τὴν ἔνυλόν τε καὶ παθητὴν καὶ μεταβλητὴν οὐσίαν τῇ συνεχεῖ τε καὶ διηνεκεῖ κινήσει καὶ ἄλλοτε ἀλλοίᾳ σχέσει πρὸς αὐτὰ τὰς εἰς ἄλληλα τῶν ἐν γενέσει σωμάτων μεταβολὰς ἐν ὡρισμένῃ τάξει ποιουμένη συνέχει καὶ σώζει τὸ πᾶν), ταύτην μήτ’ ἰδόντες ἑαυτοῖς, μήτε τοῖς ἰδοῦσιν ἀκολουθῆσαι δυνηθέντες, διὰ τὸ ὑπὸ πολλῶν τινων δοξῶν προειλῆφθαι δεσμοῖς τισι καὶ ὑλικαῖς αἰτίαις καί τινι πνεύματι διὰ πάσης τῆς οὐσίας διήκοντι ἀνατιθέασιν αὐτοῦ τὴν ἕνωσιν. ἥτις δόξα, πρὸς τῷ κεχρῆσθαι τῷ ψευδεῖ σῶμά τι διὰ σώματος διήκειν, καὶ διὰ τῶν ἄλλων, ὅτι ἐστὶ ψευδής, ἤδη ἐλέγχεται· φανερῶς γὰρ ἔνια τῶν σωμάτων οὐχ οἷά τε ἐνεργείᾳ τι ὂν ἔχειν πνεῦμα ἐν αὐτοῖς· τὸ γοῦν ὕδωρ τοσοῦτον ἀποδεῖ τοῦ ἔχειν διὰ παντὸς αὐτοῦ μεμιγμένον πνεῦμά τι, ὡς μηδ’ ἂν τὸ τυχὸν ἐν αὐτῷ γένηταί ποτε, ἢ ἀποπνιγέντος ἐν αὐτῷ ζῴου τινὸς τῶν ἀναπνευστικῶν ἢ καὶ δι’ ἄλλην αἰτίαν τινὰ γενομένου, μηδ’ ἐπ’ ὀλίγον ἐν αὐτῷ δύνασθαι μένειν, ἀλλὰ παραχρῆμα μετὰ βίας ἀναφέρεσθαί τε καὶ ἐκκρίνεσθαι, κἂν ἐν βυθῷ γενόμενον τύχῃ. τούτου δ’ οὕτως ἔχοντος, πῶς ἂν ἔτι ἀληθὲς εἴη τὸ πᾶν ἡνῶσθαί τε καὶ συνέχεσθαι, πνεύματός τινος διὰ παντὸς διήκοντος αὐτοῦ; ἔπειτα δ’ εὔλογον μὲν ἦν, ὁποίαν τὴν ἀπὸ τοῦ πνεύματος συνοχὴν γινομένην ἐν πᾶσιν εἶναι τοῖς σώμασιν· οὐχ οὕτως δ’ ἔχει. τῶν γὰρ σωμάτων τὰ μέν ἐστι συνεχῆ, τὰ δὲ διωρισμένα. διὸ εὐλογώτερον, ἕκαστον αὐτῶν ὑπὸ τοῦ οἰκείου εἴδους συνέχεσθαί τε καὶ ἡνῶσθαι λέγειν πρὸς ἑαυτό, καθό ἐστιν αὐτῶν ἑκάστῳ τὸ εἶναι, τὴν δὲ συμπάθειαν αὐτῶν σώζεσθαι τὴν πρὸς ἄλληλα διά τε τὴν τῆς ὕλης κοινωνίαν καὶ τὴν τοῦ περικειμένου θείου σώματος αὐτῷ φύσιν, ἢ τὸ διὰ τοῦ πνεύματος· δεσμώτης γὰρ καὶ ὁ τόνος τοῦ πνεύματος, ὑφ’ οὗ συνδούμενα τήν τε συνέχειαν ἔχει τὴν πρὸς τὰ οἰκεῖα μέρη καὶ συνῆπται τοῖς παρακειμένοις. βιαζόμενον μὲν γὰρ ὑπό τινος τὸ πνεῦμα, διὰ 4 ἀμείωτα ldeler: ἀμείω τὰ libri 7 καὶ om. Ideler 10 αὕτη ldeler: αὐτὴ libri 13 αὐτὰ] αὐτὰς Ra γενέσει] γένεσι Ideler 14 συνέχει RSa: συνεχεῖ ABCP 15 αὐτοὶ Diels 16 ὑλικαῖς] ὑτικαῖς BCPS: om. a 17 οὐσίαις a 18 τῷ scripsi: τὸ libri σώματι Ra 19 ψευδεὶς A1 20 τι ὂν] τινι Ra 22 ποτε ldeler: τότε libri 27 fortasse ⟨ἂν⟩ ἦν 28 ὁποίαν] ὁποία ἂν ⟨ᾖ⟩ Diels: ὁποιαντινοῦν (om. τὴν) Schwartz γενομένην ldeler 32 δὲ addidi alt. τὴν Apelt: τῇ libri tert. τὴν om. a 34 τὸ] τῷ Ra: fortasse del. τοῦ om. a δεσμώτης—πνεύματος om. Ra 35 συνδεόμενα Apelt 36 μὲν s. v. A τὴν πρὸς τοῦτο εὐφυΐαν, τῷ μηδεμίαν ἀντίβασιν ἔχειν τῷ κινοῦντι δι’ εὐπάθειαν δύνασθαι, ὑπὸ τῆς ἀθρόας κινήσεως ἰσχύν τινα λαμβάνει, ἀπαθὲς δὲ ὂν κατὰ τὴν οἰκείαν φύσιν. ὑγρὸν δ’ ἐστὶ καὶ εὐδιαίρετον, ὡς καὶ τῶν ἄλλων, ἐν οἷς ἄν τοῦτο μεμιγμένον, κατὰ τοῦτο μάλιστά τε καὶ ἀρεστὴν γίνεσθαι τὴν διαίρεσιν. διὰ τοῦτο γοῦν οἱ μὲν κενόν τι αὐτὸ ᾿ᾠήθησαν εἶναι καὶ φύσιν τινὰ ἀναφῆ, οἱ δὲ πολλὰ ἔχειν ἐν αὐτῷ κενά. καὶ γὰρ εἰ τοῦ μὴ διαπίπτειν, ἀλλὰ συμμένειν τὰ σώματα, αἴτιον τὸ συνέχον αὐτὰ πνεῦμα, τὰ διαπίπτοντα τῶν σωμάτων δῆλον ὡς οὐκ ἂν ἔχοι τὸ πνεῦμα τὸ συνδέον. πῶς δ’ ἂν τὴν ἀρχὴν ἡ διαίρεσις σώζοιτο τῶν σωμάτων, εἴ γε ἡ μὲν διαίρεσις χωρισμός ἐστι τῶν ἡνωμένων, μένει δὲ κατ’ αὐτούς, πάντων ἡνωμένων ὁμοίως ἀλλήλοις, πάντα, κἂν διαιρεθῇ; πῶς δ’ οὐκ ἂν πάντα φαίνοιτο τὰ παρακείμενα ἀλλήλοις καὶ ῥᾳδίως ἀλλήλων χωρίζεσθαι δυνάμενα ὑπ᾿ αὐτοῦ καὶ ὁμοίως ἀλλήλοις ἡνῶσθαι λέγειν, τοῖς συνεχέσι τε οὖσι καὶ χωρὶς διαιρέσεως μὴ δυναμένοις τινὸς ἀλλήλων χωρισθῆναί ποτε; πρὸς δὲ τούτοις, εἰ τὸ πνεῦμα γεγονὸς ἐκ πυρός τε καὶ ἀέρος διὰ πάντων πεφοίτηκε τῶν σωμάτων τῷ πᾶσιν αὐτοῖς κεκρᾶσθαι καὶ ἑκάστῳ αὐτῶν ἐκ τούτου ἠρτῆσθαι τὸ εἶναι, πῶς ἂν ἔτι ἁπλοῦν τι εἴη σῶμα; πῶς δ’ ἄν, εἰ ὕστερον τὸ ἔκ τινων συγκείμενον τῶν ἁπλῶν, τὸ πῦρ ἂν καὶ ὁ ἀὴρ εἴη, ἐξ ὧν μιγνυμένων τὸ πνεῦμα γίνεται, οὗ χωρὶς ἀδύνατον εἶναί τι σώμα; εἰ γὰρ ἐξ ἐκείνων μὲν ἡ γένεσις τῷ πνεύματι, ἀδύνατον δὲ ἐκείνων εἶναί τι χωρὶς πνεύματος, οὔτ᾿  ἂν ἐκείνων τι εἴη πρὸ τῆς τοῦ πνεύματος γενέσεως, οὔτ’ ἂν τὸ πνεῦμα γίνοιτο, οὐκ ὄντων, ἐξ ὧν ἡ γένεσις αὐτῷ. πῶς δ’ ἄν τις ἐν τῷ ψυχρῷ ἐνεργείᾳ τι θερμὸν εἶναι λέγοι; τίς δὲ καὶ ἡ εἰς τὸ ἐναντίον ἅμα κίνησις αὐτοῦ, καθ’ ἣν συνέχει τὰ ἐν οἷς ἂν ἦ, ὂν ὥς φασι, πνεῦμα κινούμενον ἅμα ἐξ αὐτοῦ τε καὶ εἰς αὐτό; καὶ κατὰ τί εἶδος κινήσεως γίνεται; κατ’ οὐδὲν γὰρ οἷόν τ’ ἐστὶ νοῆσαί τι ἅμα εἰς τὰ ἐναντία κινούμενον καθ’ αὐτό.