Ἐὰν μαρμαρύσσωσιν οἱ ὀφθαλμοὶ ὅμοιοι, κἂν φῶς ἐν αὐτοῖς ἐστιν, οὐκ ἀγαθοί· μαρμαρυγὴ γὰρ εἰ ἔσται ἐν γλαυκοῖς καὶ αἱματώδεσιν ὀφθαλμοῖς, θερμῶς ὀργιζόμενον δηλοῖ καὶ ἐν ἑκάστῳ θερμὸν πάντολμον ἄνδρα καὶ ἐγγὺς μανίας εἶναι· εἰ δὲ ἐν χαροποῖς εἴη, δειλίαν σημαίνει· πᾶν γὰρ χρῆμα οὗτοι φοβοῦνται καὶ πίπτουσι καὶ πάντα ὑπονοοῦσιν· ὀφθαλμοὶ δὲ μέλανες μαρμαρύσσοντες κάκιστοι καὶ δειλοὶ Matr. 8. μαρμαρύσσωσιν] μαρμάροις ὦσιν Ma 10. ὀργι- ζόμενον| ἐργαζόμενον? 12. χαροποῖς εἴη] χαροποῖσι Ma δει- λίαν] δηλίαν Ma πᾶν γὰρ χρῆμα| παραχρῆμα Ma Matr. καὶ κακομήχανοι σφόδρα, καὶ τοιούτους εἶναι δηλοῦσι τοὺς ἄνδρας. οἱ δὲ τοιούτους ὀφθαλμοὺς ἔχοντες καὶ γελώδεις τουτέστιν ὑπογελῶντας εἰς ἀκρότητα πάσης κακίας ἔρχονται. ὀφ θαλμοὶ γοργὸν βλέποντες ἔνυγρον θυμώδεις, ἰχυρούς, μανικούς, ταχυλόγους, ταχυέργους, ἀπρονοήτους, ἀτόλμους δὲ πρὸς τὸ λέγειν καὶ κακοὺς τοὺς τοιούτους σημαίνουσιν ἄνδρας. οἱ δὲ ξηροὶ ὀφθαλμοὶ κακίστους καὶ ἀνόνμους ση- Matr. 10. γοργὸν βλέποντες] γοργοβλέποντες Ma ἔνυγρον] ἔνυδρον Ma ἰσχυρούς] ἰσχυρῶς Ma 11. ἀτόλμους] ἀτραύ- λους Ma 12. καὶ inser. m. rubr. Ma κακοὺς] ἀκάκους Matr. μαίνουσιν, οἱ δὲ μικρότεροι καὶ κοῖλοι χείρους, ὠμὸν τὸ φρόνημα ἔχοντας, ἐπιβούλους, κρυψινόους τουτέστι τὸν σκοπὸν αὐτῶν ὑποκρύπτοντας καὶ ἄλλους ὑποσυλῶντας. εἰ δὲ ἐπὶ τοιούτοις ὀφθαλμοῖς ἐπισκύνιον ἔχουσιν ἐννεῦον ταῖς ὀφρῦσι τραχείαις, βλέφαρα ἔχουσιν ὀρθά, θυμὸν καὶ δύναμιν καὶ ἀβουλίαν ἀκακίαν τε καὶ εὐτολμίαν σημαίνει. ὅσοι δὲ τὸ Matr. 5. κοῖλοι] ἴουλοι Ma 7. αὑτῶν| αὐτῶν Ma ὑπο- κρύπτοντας] ὑποκρύβοντας Ma ἄλλους ὑποσυλῶντας] πάντων ἐπιθυμοῦντας? 8. ἐπισκύνιον| ἐπιστοίβιον Ma ι m. rubr. supra prius ο pos. ἐννεῦον] ἐννενεύοντες Ma 9. βλέφαρα] βλέφαρά τε? Matr. μὲν ἐπισκύνιον τά τε βλέφαρα καὶ τὰς ὀφρῦς μὴ οὕτως ἔχουσι, τὸ δὲ βλέμμα αὐτῶν ἐφʼ ἑαυτῶν πικρὸν καὶ τραχύ, χείρους οὗτοι τῶν προρρηθέντων. , Ὅσοις ὀφθαλμοῖς ἡδονὴ καὶ γέλως ἐγκατοικεῖ, ἐπ- αινετοί, ἀλλʼ οὐ πάντη· εἰσὶ γὰρ καὶ ἐν τούτοις δολεροὶ κρύπτοντες τὸν νοῦν καὶ τὸν σκοπὸν αὐτῶν, κακομήχανοι, Matr. 7. ἐπισκύνιον| ἐπιχείμιον Ma 8. πικρὸν| μικρὸν Ma 10. post Ὅσοις inser. δʼ m. rubr. Ma ἐπαινετοί] ἐπ- αινετόν Ma 12. αὐτῶν| αὐτῶν Ma Matr. κακοῦργοι. ὅσοι δὲ ἄμα τῷ γέλωτι ὑποβλέποντές εἰσι καὶ ξηροί, οἱ τοιοῦτοι κακίστους ὑποσημαίνουσιν ἄνδρας. Ὀφθαλμοὶ κοῖλοι γέλωτα ἔχοντες ὥσπερ λοχῶντες κακόν τι βουλεύονται· εἰ τὰ ἐκτὸς τῶν ὀφθαλμῶν κινεῖ τὸ μέτωπον καὶ παρειαὶ καὶ ὀφρύες καὶ χεῖλος, κακὸς ὁ γέλως οὗτος· βουλὴν ἐπιτείνων ἐλθεῖν πονηρὰν καὶ ἄδικον. κἂν μὲν πρὸς τῷ σεσηρότι τούτῳ μύωσί τε καὶ ὁρῶσιν ἀτενές, βουλεύονται Matr. 10. ante Ὀφθαλμοὶ titulus περὶ ὀφθαλμῶν γελώντων m. rubr. Ma κοῖλοι m. rubr. in marg., in textu κύκλοι Ma λοχῶντες] λέγοντες Ma 11. εἰ τὰ] εἶτα Ma κινεῖ τὸ μέτωπον| κινεῖται, οἷον μέτωπον? 14. σεσηρότι] σεσειρότι Ma μύωσί τε καὶ] ὀμοιώσαιτο. εἰ δʼ Μa Matr. ἔργα ἄδικα· εἰ δὲ ἀνοικτοὺς καὶ σεσηρότας τουτέστιν ἀποτεινομένους τοὺς ὀφθαλμοὺς ἔχουσιν, αἱ τούτων πράξεις εἰς ἄνομα ἔργα κινοῦνται. τοὺς δὲ πάνυ ἀναγελῶντας ὀφθαλ- μοὺς ἐπιβουλοτέρους μαντεύου· εἰ δὲ ξηρότεροί εἰσιν, ἄκακα μὲν ἤθη, μάταια δέ, κακῶν ἀπαθῆ, καὶ ἄστοργοι δὲ καὶ ἀκόλαστοι οἱ τοιοῦτοί εἰσιν. ὀφθαλμοὶ μειδιῶντες ἄμα ὑγρό- Matr. 7. σεσηρότας| σεσειρότας Ma τουτέστιν - 8 ἔχου- σιν videntur post ὁρῶσιν ἀτενές collocanda esse 9. ἀνα- γελῶντας] ἀνεῳγμένους καὶ γελῶντας? 10. μαντεύου] μαντεύει Ma 12. ἅμα ὑγρότητι] ἀμαυρότητι Μa Matr. τητι, βλέφαρα ἀνειμένα, μέτωπον μαλακόν, τὰ ἀμφὶ τὰ βλέφαρα λαγαρὰ ἤθη δηλοῦσι μεγαλοπρεπῆ, δίκαια, ἥμερα, εὐσεβῆ, φιλόξενα, συνετά, εὔβουλα, εὐμαθῆ, ἔρωτος πλήρη τυγχάνοντα. Ὀφθαλμοὶ σκυθρωπάζοντες τουτέστι στυγοῦντες ἅμα ὑγρότητι φροντιστὴν ἢ φιλότεχνον μαρτυροῦσιν· ἐὰν δὲ συμ- Matr. 7. ἀνειμένα| ἀνήμερα Ma ἀμφὶ τὰ βλέφαρα| ἀμ- φότερα Ma 8. λαγαρὰ] λιγυρά, Ma 9. συνετά] συνεχῆ Ma 11. ante Ὀφθαλμοὶ titulus περὶ ὀφθαλμῶν σκυθρωπῶν m. rubr. Ma ἅμα ὑγρότητι] ἀμαυρότητι Ma Matr. μύωσι καὶ αἱ ὀφρύες χαλῶσι καὶ τὸ μέτωπον χαλαρὸν φαίνοιτο ἄμα τῇ σκυθρωπότητι, πιστὰ τούτων τὰ ἤθη καὶ βέβαια εὔβουλά τε καὶ σώφρονα. ζηροὶ δὲ ὀφθαλμοὶ λυ- πηρὸν βλέποντες φιλοφροσύνης εἰσὶ πλήρεις. εἰ καὶ τὸ μέτωπον τραχὺ καὶ βλέμμα ἀτενὲς βλέφαρά τε ὀρθά, ἀγριό- βουλον ἄνδρα σημαίνουσιν. Matr. 9. φιλοφροσύνης] οὐ πολυφροσύνης? cf. p. 329, 12 et 15 11. post σημαίνουσιν quae sunt in Po a πᾶν (l. 17) usque ad σπεύδοντα (p. 339, 14) in Ma exciderunt Οἱ συγκλειόμενοι ὀφθαλμοὶ καὶ αὖθις ἐπανοιγό- μενοι ἐπίβουλον καὶ ἐπίκλοπον ἄνδρα σημαίνουσιν, εἰ μέντοι ὑγροί εἰσι, φροντιστὴν καὶ φιλότεχνον. εἰ δὲ τρόμος αὐτοῖς ἐστι καὶ ἅμα ὠχρότης, μανίαν σημαίνει ἐπιληψίαν τε δηλοῖ τῷ ἀνδρί. ὅσοις δὲ ὀφθαλμοῖς ἡ στάσις ἐστὶν ἀεί, εἰ μὲν πρὸς Matr. 8. ante Οἱ titulus περὶ συγκλειομένων καὶ μυούντων ὀφθαλμῶν m. rubr. Ma ἐπανοιγόμενοι] ἐπαναγόμενοι Ma 12. ἐστὶν] ἔστι Ma πρὸς] εἰς Ma Matr. τὸ συγκλείεσθαι ὑπορρέοιεν καὶ εἰς τὸ ἄνω χωροῦσιν, ἀκολασίαν τουτέστιν ἄσωτον τὸν ἄνδρα δηλοῦσι καὶ μάταιον καὶ μαινόμενον κατηγοροῦσιν· εἰ δὲ ὀρθοὶ ὄντες συγκλείονται καί εἰσιν ὑγροὶ μετὰ μεγέθους καὶ τοῦ εὐλαμποῦς καὶ με- τώπου λείου, εὐλαβῆ καὶ εὔβουλον καὶ φιλομαθῆ γλυκύ- νουν τε καὶ ἐρωτικὸν τὸν τοιοῦτον ἄνδρα σημαίνουσιν, εἰ δὲ ξηροί εἰσι, θρασύν καὶ κακομήχανον ἄνδρα καὶ ἄδικον. Matr. 7. ὑπορρέοιεν| ὑπορρέοι Ma χωροῦσιν| χωρεῖ Ma 10. τοῦ om. Ma 11. γλυκύνουν| γλυκόνουν Ma Matr. εἰ δὲ πρὸς τούτῳ μέτωπον τραχύ, ὀφρῦς συντετα- μένας, βλέφαρα σκληρὰ πεπηγότα ἔχοι τις, ἀγριώτερος τὸν θυμόν, τολμᾶν ἑτοιμότερος, χαυνούμενος μέντοι ἐπαίνοις καὶ τιμαῖς, πειθόμενος δὲ καὶ δώροις ὁ τοιοῦτος ἀνὴρ φαίνεται. ὅσοι δὲ τὰ βλέφαρα οὐκ ἔχουσιν ὀρθὰ οὐδὲ τὰς ὀφρῦς ἀκλινεῖς, ἀλλὰ τρόμος αὐτοῖς ἔνεστι καὶ ἅμα τὸ βλέμμα ὑπο- κινεῖται, οὗτοι ἀνδρόγυνοι ὄντες ἄνδρες εἶναι βιάζονται. Matr. 10. πεπηγότα] πεπληγότα Ma Ὀφθαλμοὶ ἀνοιγόμενοι ἐπὶ μέγα καὶ ἅμα ἱστά- μενοι ὡς ἐννοοῦντές τι, τὴν γὰρ αὐτῶν ὁποία ἐστί, σημαίνουσιν ἔννοιαν, δηλοῦσιν ὡς εἴρηται, τὸ [γὰρ] ξηρόν, τὸ ὑγρόν, τὸ σκοτεινόν, τὸ λαμπρόν, μικρὸν καὶ μέγα, κοῖλον, ὑψηλόν, μαλακόν, ἀτενές, τὰ ἄλλα τὰ ἐπὶ τούτοις, ἃ πολλάκις διείληπται. Matr. 8. iuxta Ὀφθαλμοὶ titulus περὶ ὀφθαλμῶν ἀνοιγο- μένων m. rubr. in marg. Ma 9. ἐννοοῦντές τι] ἐννοοῦντες τί Ma ὁποία] ὁποῖα Ma 10. ad δηλοῦσιν m. rubr. in marg. δηλοί εἰσιν Ma num καὶ δηλοῦσιν? γὰρ uncis inclusi 12. ad διείληπται m. rubr. in marg. Ma ἐπί τισι σημείοις ἐτάχθησαν Matr. ὅσοι οὖν ὀφθαλμοὶ ἀεὶ ἀνεῳγμένοι εἰσὶ σκοτεινοὶ μὲν ὄντες καὶ ὑγροί, φροντιστάς, εἰ δὲ πρὸς τούτῳ ἥμερον βλέπουσι, καὶ χρηστοὺς σημαίνουσιν. ὀφθαλμοὶ ἐκπεπετασμένοι ζηροὶ μαρμαρύσσοντες καθαρὸν καὶ λαμπρὸν βλέποντες ἀν- αισχύντους καὶ παντόλμους δηλοῦσιν ἄνδρας.