Κεφ. ς′ . Θεραπεία τῶν κατὰ τὸ Ἥπαρ ὀξέων παθῶν. ἐν ἥπατι τοῦ αἵματος ἡ γέννα, καὶ ἐς τὸ πᾶν ἔνθεν ἡ τοῦδε ἄφεσις. This reading, instead of the common one, τοῦ ἀφεχή , was first suggested by Petit. καὶ τὸ ξύμπαν ἧπαρ ὁκοῖον αἵματος πάγος. ὀξύταται ὦν αἱ τῇδε φλεγμοναί. ἐγκέεται γὰρ τῷ χωρίῳ τῷδε ἡ τροφή. ἢν μὲν ἑτέρωθί πη φλεγμονὴ συστῇ, οὐ κάρτα γίγνεται ὀξέη· ζέει γὰρ ἡ τοῦ αἵματος ἐπιρροή. The common reading is νέει , which Ermerins makes νέη , having adopted it from Bernard, ad Nonnum, i. p. 52. It occurs also in Cod. Harley. But neither the one nor the other furnishes any meaning suitable to the place. To my mind, there can be no doubt that the proper reading is ζέει , which occurs in Alexander's description of inflammation of the liver, as follows: — Ὅτι μὲν ὥσπερ ἅπασα φλεγμονὴ ἐκ ζέοντος αἵματος ἔχει τὴν γένεσιν, οὕτω καὶ ἡ ἐν τῷ ἥπατι, κ. τ.λ. (vi. 19). The meaning, then, obviously is, that in inflammations of other parts, the blood, which is the pabulum of the inflammation, has to come from another place to the part inflamed; whereas in inflammations of the liver, the blood is inflamed in the place where it is originally formed. ἐπὶ δὲ τῷ ἥπατι οὐ χρέος ἑτέρωθεν ἥκειν· ἢν γάρ τις ἔμφραξις τὰς ἐξόδους ἐπίσχῃ, πίμπραται τὸ ἧπαρ τῆς ἐκροῆς ἀμερθέν· ὁ δὲ τῆς τροφῆς εἴσρους ἐς τὸ ἧπαρ ἔτι μίμνει· οὐχ ἑτέρη γὰρ ὁδὸς τῆς τροφῆς ἐς τὸ πᾶν σκῆνος ἀπὸ τῆς κοιλίης καὶ τῶν ἐντέρων. The negative, οὐχ , is wanting in all the mss.; but, as Wigan remarks, it is evidently required by the sense. εὐπόρως ὦν χρὴ τὴν κένωσιν ἐμποιέειν, τάμνοντα φλέβας τὰς ἐπʼ ἀγκῶνι, συχνὸν μὲν ἀφαιρέοντα , μὴ ἀθρόον δέ. ἀποσιτίη μὲν τὰ πρῶτα, ὀλιγοσι τίη δὲ αὖθις, ὅκως καὶ τοῖσι εἰσιοῦσι τὸ ἧπαρ κενεὸν ᾖ. χρὴ δὲ καὶ τοῖσι ἐπιθέτοισι διασκιδνάναι τὰ ἐν τῷ ἥπατι σταθέντα. The common reading, στάθεα , has no meaning. I have adopted the conjectural emendation of Wigan, in preference to στεριχθέντα , which is the reading of Ermerins. τέγξις μὲν ὦν ξὺν ἀλόῃ ἤ λίτρῳ· εἴρια πινόεντα οἰσύπῳ. χρέος ὦν ἐμψύξιος, οὕνεκα τῷ αἵματι αἴθεται τὸ ἧπαρ· θερμὸν γὰρ τὸ αἷμα. τοιάδε χρὴ καὶ τὰ ἐπιπλάσματα ἔμμεναι, ἀλήτων μὲν αἰρίνων, ἢ ἐρυσίμων, ἢ κριθῆς, καὶ λίνου σπέρματος· χυμῶν δὲ, οἴνου ὀξέος, μήλων τοῦ χυλοῦ, ἑλίκων τῆς ἀμπέλου, οἰνάνθης τῆς ὡραίης, ἢ τοῦ σὺν τῇδε λίπαος· πυρίη, σπόγγοισι καρποῦ δαφνῆς ἑψήματος, σχίνου, γλήχωνος, ἴριδος. ἐπὴν δὲ τουτέοισι πρηο̈́νῃς, σικύην προσβάλλειν μέζονα ὡς ἀμφιλαβεῖν πάντη τὸ ὑποχόνδριον, ἐντάμνειν δὲ βαθύτερα ὡς πολλὸν ἑλκύσειας αἷμα· μετεξετέροισι δὲ αἱ βδέλλαι, ἢ σχάσαι, κρέσσον. παρεισδύεται δὲ τοῦ ζῴου ἡ δῆξις· ἀτὰρ ἠδὲ μέζονας διαβρώσιας ποιέεται· τῇδε καὶ δυσεπίσχετος ἡ ἀπὸ τῶν ζῴων αἱμόρροια· κἢν ἄδην πιὸν ἐκπέσῃ τὸ θηρίον, σικύην προσβάλλειν· νέρθεν γὰρ ἕλκει τὸ νῦν. κἢν ἅλις ἔχῃ κενώσιος, ἐς μὲν τὰ τρώματα ἰσχαίμασι χρέεσθαι ἀδήκτοισι, ἀραχνίων ὑφάσμασι, μάννῃ, ἀλόῃ, ἐπιπάσσειν· ἠδὲ ἄρτῳ ἑφθῷ ξὺν πηγάνῳ ἢ μελιλώτῳ, ἀλθαίης Ῥίζῃσιν. ἐς δὲ τὴν τρίτην ἡμέρην, κήρωμα ξὺν μυροβαλάνῳ , ἢ ἀψινθίου κόμῃ καὶ ἴριδι. ἀτὰρ καὶ τὰ μαλάγμα τα τοιάδε χρὴ ἔμμεναι ὁκοῖα λεπτῦναι, ἢ ἐξαραιῶσαι , ἢ οὔρησιν τρέψαι. ἄριστον μὲν ὦν τὸ διὰ τῶν σπερμάτων, ὧν ἅπασι ἰητροῖσι ἡ πείρη εὔγνωστος. ἀγαθὸν δὲ καὶ ἔνθα ἡ σάμψυχος, ἢ τὸ μελίλωτον ἐγκέεται. τροφαὶ δὲ λεπταὶ, εὔδρομοι, οὐρήσιος προκλητικαὶ, εὐδίοδοι· χόνδροι ξὺν μελικρήτῳ, καὶ Ῥόφημα ἐκ τῶνδε ξὺν ἁλσὶ ἠδὲ ἀνήθῳ. πτισάνης δὲ χυλὸς καὶ σμηγματώδης. ἢν δὲ καὶ δαύκου τοῦ καρποῦ ἐγχέῃς τι, κρέσσον ἐς οὔρησιν. ὑπεξάγει γὰρ διὰ τῶν ὀχετῶν, οἵπερ ἀπὸ ἥπατος ἐς νεφροὺς κραίνουσι· καιρίη δὲ τοῖς ἀπὸ ἥπατος ἐκρέουσι ἡ τῇδε ἔξοδος, εὐρύτητίτε τῶν ἀγγείων καὶ ἰθύτητι τῆς ὁδοῦ. χρὴ ὦν καὶ σικύῃ τῇδε ἕλκειν ἐς τὴν χώραν προσβάλλοντα τῶν νεφρῶν κατʼ ἰσχίον Ermerins alters the last two words to κατ’ ἰξύων . ἀτὰρ καὶ τέγγειν τάδε λίπαϊ ξὺν πηγάνῳ, ἢ σχοίνῳ, ἢ καλάμῳ τῷ ἀρωματικῷ. ἐπὶ δὲ τοῖσδε ἐλπὶς τὸν νοσέοντα διαδρᾶναι τὸν ὄλεθρον. ἢν δὲ ἐς ἐμπύησιν τρέπηται, τοῖσι πυοποιοῖσι χρέεσθαι, ὁκόσα μοι ἐπὶ κωλικοῖσι λελέξεται. ἢν δὲ καὶ πῦον γένηται, ὅκως μὲν τάμνειν, ὅκως δὲ ἰητρεύειν, ἄλλῃ πηγεγράψεται· τάδε μοι καὶ ἐπὶ σπληνὶ γεγράφθω, ἤν κοτε ξυμφορὴ φλεγμασίης ὀξέης καὶ τόνδε καταλάβῃ.