Κεφ. β′ . Θεραπεία Αἵματος Ἀναγωγῆ ς. πᾶσαι δὲ ἰδίαι ἀναγωγῆς αἵματος οὐκ εὐήθεες, οὐ τοῦ τρόπου μοῦνον, ἢν ἐκ Ῥήξιος, ἢ διαβρώσιος , ἀλλὰ κἢν ἀραίωσις φέρῃ· οὐδʼ ἢν ἀπὸ θώρηκος, ἢ πνεύμονος, ἢ στομάχου, ἢ ἥπατος, τῶν κινδυνωδέων· ἀλλὰ κἢν ἀπὸ κεφαλῆς ἡ ἀσινεστέρη. αἵματος γὰρ ἡ φορή· αἷμα δὲ πάντων τροφὴ, πάντων δὲ θέρμη, πάντων δὲ χροιή· καὶ φοβερὸν μὲν ἰδεῖν διὰ στόματος ὁκωσοῦν Ῥέον· κακὸν δὲ, ἤν γε ἀπὸ σπλάγχνου καιρίου· κάκιον δὲ ἢν ἐκ Ῥήξιος καὶ διαβρώσιος. χρὴ ὦν τὸν ἰητρὸν τοῦ πάθεος ξυνεπείγειν μᾶλλον ἀρήγοντα. καὶ πρῶτον μὲν ψυχρότερον αἱρέεσθαι ἠέρα ἐς ἀναπνοὴν, σηκὸν ἐπίπεδον, κλίνην ἑδραίην, ὅκως μηδὲν σείηται — ἐρεθιστικὸν γὰρ αἱ σείσιες — κοίτη δὲ στερεὴ, μὴ κάρτα εἴκουσα μηδὲ βαθείη, ἄθερμος· ὄρθιον δὲ τὸ σχῆμα· ἡσυχίη λαλιῆς, ἠδὲ ἀκουσμά των. ψυχῆς ἀταραξίη, εὐθυμίη. πάγχυ δὲ τοῖσι τουτέοισι ξυνομαρτέει δυσελπιστίη. τίς γὰρ ἐμέων αἷμα θάνατον οὐκ ὀρρωδέει; ἢν ὦν πολύαιμοι καὶ ἐπίφλεβοι ἔωσι, ἐπὶ πάσῃ ἰδέῃ ἀναγωγῆς τάμνειν φλέβα· ἤν τε γὰρ ἐκ Ῥήξιος ἢ διαβρώσιος, εὐάρμοστος φλεβοτομίη· ἤν τε ἐπʼ ἀραιώσι, δέος μὴ ἀπορρήξῃ τὸ πλῆθος· τάμνειν δὲ τὴν ἐπʼ ἀγκῶνι κοίλην· εὔροόν τε γὰρ τὸ αἷμα τῆσδε καὶ κατασχά ζεσθαι Ῥηϊδίη, καὶ ἐς πλεῦνας ἡμέρας Ῥέειν ἀσινέως εὔστομος. ἐπὶ πᾶσι δὲ πάντων, ὡς ἔπος εἰπεῖν, τῶν καιρίων σπλάγχνων ὁδὸς ἥδε αἵματος. ἡ δὲ ἀνωτέρη τῆσδε, καὶ ἥδε, ἀποσχίδες ἔασι, μιῆς τῆς ἀπὸ τοῦ βραχίονος, ἄμφω. ὥστε οὐδὲν μέζον ἡ ἀνωτέρω τῆς μέζης ἐς ὄνησιν ἴσχει. ἀΐδριες γὰρ τῶν ἀποσχισίων, ὅσοι στομάχῳ καὶ ἥπατι ξυνῆψαν τὴν ἄνω. ἢν δὲ ἀπὸ σπληνὸς Ῥὲῃ, ταμνεν τῆς ἀριστερῆς χειρὸς τήν μέσην δακτύλων μικροῦτε καὶ παραμέσου. τήνδε γὰρ τῶν ἰητρῶν μετεξέτεροι δοκέουσι ἐπὶ σπλῆνα κραίνειν· ἀτὰρ καὶ ἥδε τῶν ἐπʼ ἀγκῶνι τῆς κάτω ἐστὶ ἡ ἀπόσχισις. τί ὦν πλέον εἰ πρὸς τοῖσι δακτύλοις, καὶ μὴ ἐπʼ ἀγκῶνι τάμνοι τις αὐτέην; μείζων γὰρ τῇδε καὶ εὔροος. τὸ ξύμπαν μὲν ὦν πρόσω λειποθυμίης ἐπισχεῖν· ἀτὰρ μηδὲ πολλὸν ἀφαιρέειν. ἱκανὴ γὰρ καὶ ἡ αἱμορραγίη γυιῶσαι τὸν ἄνθρωπον. ξυνεχὲς δὲ καὶ ἀπὸ σμικρῆς ἀφαιρέσιος ἐπαφαιρέειν, καὶ αὐτῆμαρ, καὶ τῆς ὑστεραίης, καὶ ἐπὶ τῆς ἄλλης ὑστέρης. ἢν δὲ ὁ ἀσθενέων ἰσχνὸς καὶ λείφαιμος ἔῃ, μὴ τάμνειν φλέβα. τάδε μὲν ὦν ἀμφὶ ἀφαιρέσιος αἵματος. ἀρήγειν δὲ καὶ δεσμοῖσι ἄκροις· ποδῶν μὲν, ὑπὲρ σφυρὰ καὶ γούνατα· χειρῶν δὲ, ὑπὲρ καρπὸν καὶ βραχίονα· ταινίη πλατείη, ὅκως ἡ διάσφιγξις κραταιὴ μὲν ᾖ, ἄλγος δὲ μὴ φέρῃ· τοῖσι δὲ αἱμορραγέουσι χωρίοισι ἐπιβάλλειν χρὴ ἔρια μὲν πινόεντα οἰσύπῳ ἀπὸ τῆς ὀΐος· τέγγειν δὲ χυμῷ, οἴνῳ αὐστηρῷ, καὶ Ῥοδίνῳ, ἢ μυρσίνῳ λίπαϊ. ἢν δὲ ξυνεπείγῃ ἡ αἱμορραγίη , ἀντὶ μὲν τῶν ἐρίων σπόγγοισι χρέεσθαι· ὄξεϊ δὲ, ἀντὶ τοῦ οἴνου. ὑπαλειφέσθω δὲ μυρσίνῳ τὸ χωρίον· ἐπιπάσσειν δὲ τοῖσι σπόγγοισι τῆς ἀκακίης, ἢ ὑποκιστίδος ξηρῶν τῶν χυλῶν, ἢ καὶ ἀλόης. ἄριστον δὲ καὶ τὸ ὀμφάκιον ὄξεϊ λυθέν. ἢν δὲ ἡ τέγξις ἄσηρον ᾖ καὶ δύσφορον, ἐμπλάστροισι χρέεσθαι. καὶ γὰρ τὸ δέρμα περιτείνουσι, καὶ οἷον τῇ χειρὶ κρατέουσι. ἀτὰρ καὶ αἱ δυνάμεις αὐτέων στῦψαι καὶ ξηρῆναι δυνατώταται. μυρίαι δὲ καὶ ἄλλοισι ἄλλαι πείρῃ ἔασι πισταί· ἄρισται δὲ ὁκόσαι ὄξος ἴσχουσι καὶ ἰτέης φύλλων χυλὸν, ἠδὲ καὶ ἄσφαλτον, καὶ ἰὸν, καὶ στυπτηρίην, καὶ λιβανωτὸν, καὶ σμύρνην, καὶ χαλκὸν κεκαυμένον καὶ λεπίδα, καὶ ὁκόσαι τοιαῖδε ἐπὶ τοῖσι ἐμπλάστροισι· ἢ ἔρια τὰ πινόεντα, ἢ οἱ σπόγγοι ἐν βραχέϊ δευθέντες ὄξεϊ· ἢν δὲ τὴν τάνυσιν τῶν ἐμπλάστρων μὴ φέρωσι, ἐπίθεμα ποιέειν· φοίνικες οἱ πίονες ἐν οἴνῳ μέλανι αὐστηρῷ δευθέντες ἐς μᾶζαν τρίβονται· ἔπειτα ἀκακίη ἐμπάσσεται λείη καὶ σίδια· ἐγχρισθέντα δὲ ἐς τρύχιον κατὰ τοῦ θώρηκος τίθεται. ἄλφιτα οἴνῳ, ἢ ὄξεϊ δευθέντα, ἠδε φακῆς ἄλητον λεπτὸν, κρησέρῃ σεσησμένον , κηρωτῇ ἢ Ῥοδίνῳ μύρῳ ἀναλαμβάνοντα τιθέναι. μίσγειν δὲ καὶ συμφύτου τῆς Ῥίζης σεσησμένης. ἄλλο· βραβύλων ἀγρίων Ῥίζας ἑψεῖν ἐν ὄξεϊ καὶ τρίψαντα ἐς μᾶζαν, παραμίσγειν Ῥοὸς, καὶ κόμμιος, καὶ μυρσίνης βραχύ. τῶνδε μέντοι γε ἄλλα ἄλλοισι ξυμμίσγειν , ὅκως ἂν ἰσχύος τῆς τῶν φαρμάκων καὶ προσηνείης καὶ ὀσμήσιος δέηται. χρὴ γὰρ καὶ τοῖσι κάμνουσι χαρίσασθαι. τάδε μὲν ἐκτὸς θετὰ ἄκη. Ἡ δὲ τῶνδε καιριωτ έρη ἴησις ἐν τοῖσι ποτοῖσι καὶ καταπότοισι κέεται, ὡς ἄγχιστα τῶν τετρωμένων ἔῃ τὰ φάρμακα. τρισσὴ δὲ τουτέων ἡ ἰδέη· ἢ τοὺς ὀχετοὺς τοῦ Ῥοοῦ δῆσαι, ξυναγωγ ῇ καὶ πιέσι τῶν ἀγγείων, ἢ τὸ Ῥέον παχῦναί τε καὶ πῆξαι ὡς μὴ διαρρέῃ, κἢν παραπέμπωσι οἱ ὀχετοί· ἢ ξηρῆναι τὰς ἐφόδους πρὸς ἕδρην τὴν ἀρχαίην τὸ αἷμα στήσαντα, ὅκως μὴ τῇ ἐπιρροῇ κενεόμενοι οἱ χῶροι προσμενέωσι, πλημμυρῶσι δὲ ἔνθα ἡ ξύνδοσις. ἐπὶ μὲν τῆς ἀραιώσιος τῶν φλεβῶν ἡ στῦψις ἀρκέει. διαρρέει γὰρ, ὡς ὑδρεῖον νέον δευθὲν, Petit was the first to remark, that the common reading, οὐθὲν , is inadmissible. τῇσι ἀραιώσεσι. ἀτὰρ ἠδὲ ἐπὶ τῇσι διαιρέσεσι στῦψις μὲν ἰητρείη ἐς τὴν ξυναγωγὴν τῶν χειλέων· μέζοσι δὲ καὶ δυνατωτέροισι τοῖσι φαρμάκοις χρέεσθαι. ἢν δὲ ὁ τῆς διαβρώσιος ἔῃ τρόπος, καὶ μὴ ξυνάγηται ὑπὸ τῆς στύψιος τοῦ ἕλκεος τὰ χείλεα, σεσήρῃ δὲ τὸ τρῶμα, ἀξύμβατον ἐκ τῆς διαθλίψιος ἐὸν, πάγον χρὴ τοῦ αἵματος, ἀτὰρ ᾐδὲ τῆς θέρμης ποιέειν. ἀκινησίῃ γὰρ τῶνδε καὶ πήξι ἵσταται ὁ Ῥόος. ὀξύκρητον μὲν ὦν τοῖσι ἀραιοῖσι ἱκανὸν ἐς στῦψιν. οὐδὲ γὰρ οὐδὲ αἷμα ἄκρητόν ἐστι τὸ Ῥέον, ἀλλὰ τοῦδε ἰχὼρ διὰ σμικρῶν τῶν στομίων· καὶ τοῦδε οὐ πολλοῦ οὐδὲ πολλάκις χρέος· μετεξετέροισι δὲ καὶ ἡ ἔξωθεν ἰητρείη· ἀτὰρ καὶ φοινίκων ἢ κεράτιων ἐδωδίμων ἕψημα ποθὲν, μοῦνον ἤρκεσε. ἔστω δὲ τὸ ὄξος οἴνων μὲν τῶν στυφόντων τῷ γένεϊ, εἰ μὴ φαρμακείῃ δὲ, ἀλλὰ τῷ χρόνῳ δριμύτε καὶ στῦφον. ἐπὶ δὲ τῇσι διαστάσεσι τῶν τρωμάτων πρὸς τῷ ὀξυκρήτῳ ἔστω φάρμακα ἁπλᾶ τὴν πρώτην, ἀρνογλώσσου χυλὸς, ἢ πολυγόνου, ἢ σέριδος, ἑκάστου μοίρη πρὸς τῷ ὀξυκρήτῳ· ἢν δʼ ἐπὶ μᾶλλον Ῥέῃ, ὑποκιστίδος, ἢ ἀκακίης ξηρῶν ἐμπάσσειν, ἐς γ′ κυάθους τοῦ ὀξυκρήτου, ὁλκῆς τῶνδε δραχμὴν μίην. ἄριστος δὲ καὶ χυλὸς ὄμφακος. ἢν δὲ κρέσσων ἡ ξυμφορὴ τῷδε γίγνηται, κηκίδα λείην καὶ βάτου Ῥίζην ξηρὴν, καὶ λίθον τὴν ἐξ ἁλὸς κουράλλιον λείην ξηρὴν ἐμπάσσειν. δυνατωτέρη δὲ τῶνδε τοῦ Ῥήου ἡ Ῥίζα, ἐμψῦξαι, ξηρῆναι, στῦψαι, τὰ πάντα ποιῆσαι· ἀτὰρ καὶ ἥδε ξὺν τῷ ὀξυκρήτῳ μούνῳ· ἢν δὲ μεζόνων ἀρήγειν χρέος, τοῖσι χυλοῖσι σέριδος, ξὺν ἀρνογλώσσῳ , τῆς Ῥίζης ἐμπάσσειν ὁλκῆς τριώβολον, ἐς κυάθους τοῦ ὑγροῦ τρεῖς ἢ τέσσαρας. ἐπὶ δὲ τῇσι διαβρώσεσι τότε ὅλως ἐν ἐκείνῃ στῦψιν ἐμποιέειν ἐς πάγον τοῦ διαρρέοντος αἵματος· καὶ τοῖσι δεχομένοισι ὅκως ἀπὸ πολλοῦ τοῦ τρώματος μύωσιν αἱ φλέβες· ἀλλὰ καὶ τὰ πινόμενα ἔστω κραταιὰ, δυνατὰ ποιῆσαι πάγον. χυλὸν ὦν κοριάνου ξὺν ὄξεϊ, ἠδὲ λαγοῦ ταμισὸς, ἢ νεβροῦ, ἢ ἐρίφου, μὴ πολλὸν δὲ διδόναι. ἔκτεινε γάρ κοτε τουτέων τι τῷ πλήθεϊ· ἀλλὰ τοῦ μὲν χυλοῦ τοῦ κοριάνου μὴ μεῖον μὲν ἡμικυάθου ἐς τρεῖς τοῦ ὀξυκρήτου, τῆς δὲ ταμισοῦ ὀβολοὶ μὲν τρεῖς, τὸ δὲ πλεῖστον ὀβολοὶ δʼ. ἐς δὲ τὰ τοιάδε εἴδεα τῆς φορῆς, καὶ γῆ ἀρίστη Σαμία, καὶ ἀστὴρ κάρτα λευκὸς, καὶ Ἐρετριὰς, In all the mss. and editions, the words καὶ Ἐρετριὰς come in between the Samian earth, and Samian aster. That they have been transposed by mistake, must be quite obvious to any one who will read the account of these substances given by Dioscorides, M. M. v. 171 and Galen, de Simpl. viii. t. ii. p. 118, ed. Basil. On these medicinal earths, see further, Paulus aegineta, t. iii. pp. 83 — 85, Syd. Soc. Edit. καὶ Σινῶπις, καὶ σφραγὶς ἡ Λημνίη. τουτέων δὲ ὁλκὴ σταθμοῦ, τὸ μεῖον, ά. τρεῖς δὲ τὸ πλεῖστον· ξύν τινι τῶν ἑψημάτων, φοινίκων, ἢ κερατίων ἐδωδίμων, ἢ Ῥιζῶν βάτων· ἢν δὲ τρηχύνηται ἡ ἀρτηρίη καὶ ἐπὶ τῷδε βήσσῃ, σιραίῳ τῷ Κρητικῷ ἐμπάσσειν τάδε. ἄριστον ἐς λείωσιν ἀρτηρίης καὶ ἄμυλος ξὺν τοῖσι δευθείς· ξὺν γὰρ τῷ λείῳ καὶ τὸ παγερὸν ἴσχει. ἢν μὲν ὦν μὴ ξυνεπείγῃ ἡ φορὴ, ἅπαξ τῆς ἡμέρης πρὸ τῆς προσάρσιος δοτέον· ἢν δὲ, καὶ δὶς καὶ τρίτον ἐς τὴν ἑσπέρην. I have ventured to transpose the negative, μὴ , from the second clause of this sentence to the first; the sense absolutely requiring it. ἐκ δὲ τῶν φαρμάκων καὶ κατάποτα ποιέειν ξηρῶν ἐν μέλιτι ἑφθῷ ἐς σύστασιν· κηκὶς λείη· ἄριστον δὲ καὶ Ῥόος ἐς τὰ ὄψα, γίγαρτα, καὶ ὁ ὀξυλαπάθου καρπὸς, καὶ ἰδίῃ ἑκάστου, καὶ ξυνῇ. τάδε μέντοι καὶ ὑπὸ τῇ γλώσσῃ ἔχειν ἐς τὸ διηνεκὲς τῆς συντήξιος. ἀτὰρ καὶ κόμμι ξὺν τῷ φυτῷ καὶ τράγου τῆς ἀκάνθης τὸ δάκρυον · On this form of circumlocution, see below. Morb. Diuturn. Curat. II 7. ποικίλων δὲ φαρμάκων μυρίη μὲν ἡ πείρη, ποικίλαι δὲ καὶ χρήσιες, τροχίσκων, τοῦ διὰ τῆς Αἰγυπτίας ἀκάνθης, καὶ ἑτέρου διʼ ἠλέκτρου, καὶ ἄλλου τοῦ κροκώδεος, ὧν ἡ σκευασίη ἰδίῃ λέλεκται. ἄνευ μὲν ὦν πυρετῶν ἅπαντα τολμέειν ἐπὶ τοῖσι φαρμάκοισι , καὶ πολλὰ καὶ πολλάκις διδόντα· ἢν δὲ ἐπιπυρεταίνωσι, — τὰ πολλὰ καὶ ἐπὶ τῇσι φλεγμασίῃσι τῶν τρωμάτων γίγνονται πυρετοὶ, — μήτε ἀθρόον ἴσχειν τὴν φορὴν, μήτε ἐν τοῖσι παροξυσμοῖσι φάρμακα πιπίσκειν. πολλοὶ γὰρ ὑπὸ πυρετῶν θᾶσσον ὄλλυνται ἢ ὑπὸ τῆς τοῦ αἵματος φορῆς. τροφαὶ ποικίλαι καὶ τὴν ἰδέην ὁκοῖα τὰ φάρμακα. ἀτὰρ καὶ τὰ φάρμακα ἐν τροφῇ. οὔτε γὰρ ἐπὶ μιῇ μούνῃ ἅπαντα εὑρεῖν τὰ τροφῆς ἀγαθὰ εὔπορον, οὔτε, ἢν μὲν οὖν μούνη ἐς ἰητρείην ἀρκέῃ, μιῇ μούνῃ χρέεσθαι, διὰ τὸν κόρον Ῥηίδιον. καὶ γὰρ τὰ ποικίλα εἴκειν, εἰ δὴ ἀπὸ χρόνιον γίγνεται. Ermerins, in this sentence, has amended the text most felicitously, by a few slight alterations. o, omnia si sic! The common reading is ἤδη δὲ ἀπὶ χρονίων . ἔστω ὦν στύφουσα καὶ ἐς δύναμιν ψύχουσα· ἀτὰρ ἠδὲ ἐς θίξιν· θέρμη γὰρ αἵματος πρόκλησις. χόνδροι πλυτοί· ὄρυζα ἐς ὀξύκρητον· ἢν δὲ τὸ ὄξος βῆχας ἐμποιέῃ, φοινίκων ἕψημα, ἄρτος ὀπτὸς, κατάξηρος, κοπεὶς, ἠδὲ καὶ ἐς ἄλητον σεσησμένος. ἁπάντων ὦν Ῥόφημα ξὺν λίπαϊ· θύμβρη ἁλσὶ ἡδυνθεῖσα, Ῥοὸς ἐπίπασμα. ἢν δὲ καὶ χαρίσασθαί τι κάμνοντι ἐθέλῃς, κορίανον ἔστω ἐς ἡδονὴν ὅτῳ φίλον, ἤ τι τῶν οὐρητικῶν ἠδὲ εὐπνόων σπερμάτων. φακὸς, ἢν μὲν ἡ αἱμορραγίη ἐπείγῃ, ξὺν ἀρνογλώσσου χυλῷ· ἢν δὲ μὴ, τοῦ χυλοῦ ἔστω φειδώ. οὐ γὰρ εὔπεπτον οὐδὲ προσηνὲς ἐς γεῦσιν. χρὴ δὲ τουτέοισι ἥκιστα πάντων δύσπεπτα διδόναι. ἢν δὲ ἐξ αἱμορραγίης θάνατον ὀρρωδέῃς, καὶ ἀτερπὲς καὶ δύσπεπτον· ἠδὲ ἀπηνέα ἔστω τὰ σώζοντα. κηκὶς ὦν ξηρὴ, λείη, προσεπιπασσέσθω φακῷ τῷ ξηρῷ καὶ ψυχρῷ· ὠὰ ἑψήσι παχέα, ξὺν Ῥοιῆς σιδίοισι, ἢ κηκῖδι. ἥδε ἐστὶ ὑπʼ ἀνάγκης ἐν φαρμάκῳ τροφή· ποτὸν δὲ τὸ ξύμπαν ὀλίγον ἔστω· ξηρῇ γὰρ διαίτῃ ὑγρὸν ἀξύμφορον. τοιάδε μὲν, στῦψαι καὶ ψῦξαι εἰ ἐθέλεις· ἢν δὲ παχῦναι καὶ αἷμα καὶ πνεῦμα, γάλα καὶ ἄμυλος καὶ χόνδροι, ἄλλοτε μὲν ξὺν ἀμύλῳ, ἄλλοτε δὲ ξὺν χόνδρῳ γάλα· ἐς πῆξιν δὲ ἡ σύστασις ὡς μὴ Ῥόφημα ὑγρὸν ᾖ. ἢν δὲ ἐπὶ μᾶλλον παχῦναι καὶ στῦψαι ἐθέλῃς, οἱ χόνδροι μὲν ξὺν φοίνιξι ἑψείσθωσαν· ἐς δὲ τὴν σύστασιν, ἄμυλος ἔστω, καὶ γάλα, ἄριστον καὶ φὰρ τὸ Τυρρηνικὸν , παχὺ ἐὸν καὶ γλίσχρον, καὶ κολλῶδες ξὺν τῷ γάλακτι· The gar of the Romans was a variety of the spelt. See Appendix to the Edinburgh Lexicon. ταμισοῦ δὲ τοῦ ἐρίφου ὑγροῖσι τοῖσι ἑψήμασι προσεγχέειν ἐς πῆξιν, ὅκως ἐπὶ γάλακτι ἐς νέου τυροῦ ξύστασιν ἴσχει· παχύτερον δὲ τουτέων, κέγχρος ἑφθὸς ξὺν γάλακτι ὡς τὸ φὰρ, καὶ τὸ ἐπίπαστον ἡ κηκὶς καὶ τὰ σίδια. τεκμαίρεσθαι δὲ τὰς ξυμμετρίας τῶν ξηραινόντων ἢ παχυνόντων· καὶ γὰρ βηχώδεα ταῦτα, ὑπερβολῇ τε ξηρότητος μετεξετέροισι προσέρρηξε τὰς φλέβας. ἢν δὲ εὖ πρήσσηται μὲν, I have ventured to read πρήσσηται instead of πρήσηται , on the suggestion of Petit; and to add εὐ on my own authority — supported, indeed, by that of the Latin translation of Crassus. ἴσχηται δὲ τὸ αἷμα, ἐς τἀναντία ἐκ προσαγωγῆς ἡ μεταβολή· καὶ μηδὲν ἄγαν. φιλόστροφα γὰρ τάδε καὶ κακοήθεα. χρὴ δὲ σαρκοῦν ἤδη τὸν ἄνθρωπον καὶ τὰς ὠτειλὰς ἐς τὸ πιηρὸν ἄγειν, αἰώρῃς, ἢ τρίψεσι μαλθακῇσι, περιόδοισι , θυμηδίῃσι, τροφῇ ποικίλῃ καὶ ξυνήθεϊ. Ermerins boldly changes πιηρὸν to στερεὸν , a word bearing no resemblance whatever to the one in the text. I prefer leaving matters as they are, although I must say, I have a strong wish to expunge the words τὰς ὠτειλὰς altogether, as being quite out of place. Our author seems to say, that in hæmoptysis it is a good thing to put flesh and fat on the patient. Of course, πιηρὸς is intended as the Ionic of πιαρός . Wigan uses τὸν πῶρον instead of τὸ πιηρὸν ; but I am not aware that there is any authority for this term being applied to a cicatrix in the fleshy parts. τάδε μὲν ὦν, ἢν ἐκ τῆς φορῆς τοῦ αἵματος τὸ τρῶμα ξυμπεσῃ, καὶ ὁ χῶρος ὑγιασθῇ εὐακέως· ἢν δ͵ ἐγκαταλείπηται ἕλκος, καὶ διάπυον γίγνηται, ἑτέρης μελέτης χρέος· καὶ γὰρ καὶ ἑτέρων διαδέχεται ἡ φορή. περὶ τῆσδε μέντοι ἐν τοῖσι χρονίοισι λελέξεται.