Κεφ. α′ . Θεραπεία Περιπνευμονίης. κάτοξυ καὶ ἐπίκαιρον κακὸν φλεγμασίη καὶ πρῆσις τοῦ πνεύμονος, ἐφʼ οἷσι πνὶξ ὀλιγοχρονίη. χρὴ ὦν ἀντίξοα ἠδὲ ὠκέα ἔμμεναι τὰ ἀλεξήμα τα· τάμνειν αὐτίκα τὰς ἐπʼ ἀγκῶνι φλέβας· ἠδʼ ἄμφω ἅμα ἐπὶ δεξιὰ καὶ ἀριστερὰ μᾶλλον, ἢ ἐκ μιῆς μέζονος, — ὡς ἀφʼ ἑκατέρης τῆς χώρης τοῦ πνεύμονος ἡ ἀντίσπασις τῶν ὑγρῶν ἔῃ· μὴ μέσφι λειποθυμίης· προστιμωρέει γὰρ τῇ πνιγὶ ἡ λειποψυχίη. ἀλλὰ κἢν σμικρὸν ἀναπνεύσωσι, ἐπισχόντα χρὴ τὴν Ῥοὴν αὖθις ἀφαιρέειν. ἢν γὰρ ἐξ αἵματος αἱ προφάσιες ἔωσι, αὐτὴν τὴν αἰτίην ἡ φλεβοτομίη ἄγει· ἤν τε φλέγμα, ἢ ἀφρὸς, ἤ τι ἄλλο τῶν ὑγρῶν πρήσσῃ, αἱ τῶν φλεβῶν κενώσιες εὐρυτέρην τὴν τοῦ πνεύμονος ποιέουσι χώρην ἐς δίοδον τῆς ἀναπνοῆς. χρὴ δὲ καὶ κάτω ἄγειν ὑγρὰ καὶ φύσας, ἐπὶ μὲν φλεβοτομίης διαχρίοντα τὴν ἕδρην λίτρῳ, μέλιτι, πηγάνῳ, Ῥητίνῃ τῇ ἀπὸ τῆς τερμίνθου τῇ ὑγρῇ. ἀντὶ δὲ τῆς φλεβοτομίης, εἰ μέζων ἡ κώλυσις ἔοι, ὑποκλύζειν χυλῷ δριμέϊ, ἁλσὶ μὲν πρὸς τῷ λίτρῳ, ἡ Ῥητίνη δὲ τῆς τερμίνθου ξὺν τῷ μέλιτι· πήγανον δὲ ἐν τῷ ἐλαίῳ καὶ ὕσσωπον ἐν τῷ ὕδατι ἑψηθέντα. καὶ κολοκύντης δὲ τῆς ἀγρίης αἱ σάρκες, αἱ εἴσω, ἑψηθεῖσαι ξὺν ὕδατι, ἄρισται. Σίκυαι κοῦφαι ἐς τὰ μετάφρενα καὶ τὸν νῶτον καὶ τὰ ὑποχόνδρια πάντη ξύμφοροι. ἢν δέ πως ὁ θώρηξ εὔσαρκος ἔῃ, ὅκως μὴ ἀμφὶ τοῖσι ὀστέοισι τὸ δέρμα ἡ σικύη ἀμφιθλάσῃ ἐρείδουσα, καὶ τῷδε προσβάλλειν· ἢν γὰρ πάντη τοῦ σώματος τά τε ὑγρὰ ἐφέλκηται καὶ τὸ πνεῦμα ἔξω τιταίνηται , οἷσί περ ὁ πνεύμων πνίγεται, ἀνάπνευσις ἂν γίγνοιτο τοῦ κακοῦ. πάντη γὰρ πολιορκέειν χρὴ τὴν περιπνευμονίην. ἀτὰρ μηδὲ τῶν διὰ στόματος ὠφελούν των φαρμάκων ὑπερορῆν μηδέν. ἕλκει γὰρ ὁ πνεύμων καὶ ἐν ὑγείῃ ὑγρὸν, καὶ ἢν νοσῇ. φαρμάκων διδόναι ὦν ὁκόσα λεπτύνει τὰ ὑγρὰ ἐς διαπνοὴν, ἠδὲ ὀλισθηρὰ καὶ εὔροα ἐς ἀναγωγὴν τεύξει· πίνειν μὲν ἐς τάχος τῆς ὠφελείης λίτρον ξὺν ὑσσώπου ἑψήματι, ἢ ἅλμην ξὺν ὄξεϊ καὶ μέλιτι, ἢ σίνηπι ὑγρὸν ξὺν μελικρή τῳ. ἐμπάσσειν δὲ ἑκάστῳ καὶ τῆς ἴριδος τῆς Ῥίζης καὶ πεπέριος εὔτολμον· ἀτὰρ καὶ τάδε ξηρὰ σήσαντα ξὺν μέλιτι διδόναι. ἢν δὲ ἄϋπνοι ἔωσι διʼ ἡμέρης, ἠδὲ ἐγρηγορῶσι πάννυχοι, δέος μὴ ὁ ἄνθρωπος μανῇ, καὶ ποικίλων φαρμάκων ὑπνωτικῶν χρέος, ἢν μή τι ἐνδιδῷ ἡ νοῦσος, ὅκως καὶ τὴν ταλαιπωρίην ὁ τῶν φαρμάκων καιρὸς εὐνάσῃ. τὰ πολλὰ γὰρ γίγνεται καρώδεα. ἢν δὲ ἐν ἀκμῇ τῆς πνιγὸς καὶ ὑπὸ τῷ ὀλέθρῳ φάρμακον διδῷς, θανάτου ἂν εἴης παρὰ τοῖσι δημότῃσι αἴτιος. χρὴ δὲ καὶ τὰ σιτία ἴκελα ἔμμεναι, δριμέα, λεπτὰ, διαλυτικὰ παχέος, σμηγματώδεα· λαχάνων, πράσον, ἢ κορωνόπους, ἢ κνίδη, ἢ κράμβη ἐν ὄξεϊ ἑψηθεῖσα. αὐστηρῶν δὲ, πτισάνης ὁ χυλὸς, τῆς ὀριγάνου ἢ ὑσσώπου προσλαβὼν, ἠδὲ πεπέριος καὶ λίτρου πλεῖον ἀντὶ τῶν ἁλῶν· χόνδροι ξὺν μέλικρήτῳ κάθεφθοι. Ermerins, on the authority of one Parisian ms., reads κάτεφθοι , to avoid the recurrence of aspirates. The other reading is retained by Littre, the latest editor of Hippocrates, t. vii. p. 176. ἄφυσα δὲ πάντα ἐν τῇ ἑψήσι ἔστω. κακὸν γὰρ περιπνευμονικοῖσι φῦσαι. οἶνος ποτὸν, ἢν ἄπυροι ἔωσι, μὴ πολλόν τι τῆς στύψιος ἔχων. πυκνωτικὸν γὰρ σωμάτων ἡ στῦψις. χρὴ δὲ τουτέοισι ἀραιοῦν μὲν τὰ μέρεα μᾶλλον. πολλὸν δὲ ἄγειν τὰ πτύελα· τὸ ξύμπαν δὲ, ὀλίγον ἔστω ποτόν πνεύμονι γὰρ τέγξις κακὸν, οὕνεκεν πνεύμων ἀπὸ στομάχου ἕλκει καὶ κοιλίης. θώρηξ δὲ ἐσκεπάσθω εἰρίοισι ξὺν λίπαϊ, καὶ λίτρῳ, ἢ ἁλσί. ἄριστον δὲ χρῖσμα τὸ διὰ τῆς λιμνήστιδος, σίνηπι ξηρὸν ξὺν κηρωτῇ ὑγρῇ. καὶ τὸ ξύμπαν ἔξω ἄγειν καὶ ὑγρὰ καὶ θερμασίην καὶ πνεῦμα. ἀρήγει καὶ ὄσφρησις δριμέων, χρίσιες, ἄκρων δεσμός. τάδε μέντοι ποιέοντι ἢν μὴ εἴκῃ ἡ νοῦσος, ἀνέλπιστος ὁ ἄνθρωπος.