Κεφ. θ′ . Θεραπεία τῶν κατὰ τὴν Φάρυγγα λοιμικῶν παθῶν. πῆ μὲν ξυνὴ καὶ τῶνδε πρὸς τἄλλα πάθεα τὰ ἐν τοῖσι παρισθμίοισι ἰητρειη, πῆ δὲ ἰδίη. ἐπὶ φλεγμασίῃ καὶ ἀγχόνῃ, κλυσμοὶ, φλεβοτομίη , τέγξιες, ἐπιπλάσιες, πυρίη, διάδεσμοι, σικύη, πάντα τωὐτά. χρίσιες δὲ φαρμάκων δυνατωτέρων· οὐ γὰρ ἀτρεμέει τὰ ἕλκεα, οὐδὲ ἐσχάραι γίγνονται ἐπιπολῆς· ἀλλὰ κἢν ἰχὼρ ἀπὸ τουτέων εἴσω στάξῃ, ὤκιστα μὲν ἑλκοῦται τὰ μέρη, κἢν ἀσινέα ᾖ· ὤκιστα δὲ εἰς τὸ εἴσω νέμεται καὶ κτείνει. πυρὶ μὲν ὦν καίειν τὸ πάθος ἀρωγὸν, ἀλλʼ ἀξύνετον διὰ τὸν ἰσθμόν· φαρμάκοισι δὲ πυρὶ ἰκέλοισι χρέεσθαι ἔς τε τὴν ἐπίσχεσι ν τῆς νεμήσιος, ἀτὰρ ἠδὲ ἐς τὴν τῶν ἐσχαρέων ἔκπτωσιν. ἔστι δὲ στυπτηρίη ξὺν μέλιτι, κηκὶς, βαλαύστιον , ξηρὰ, ἢ ξὺν μελικρή τῳ. τοῖσι δὲ αὐτοῖς καὶ ἐμφυσῆν καλάμῳ, ἢ πτίλῳ, ἢ καυλῷ παχέϊ καὶ ἐπιμήκεϊ, ὡς τῶν ἑλκέων θιγγάνειν τὰ φάρμακα. Ermerins introduces most extensive alterations in this passage; but I have not ventured to adopt any of them. I have merely introduced ἢ after ξηρὰ , which the sense absolutely requires. ἄριστον δὲ καὶ χαλκῖτις ὀπτὴ ξὺν καδμίῃ λείῃ ξὺν ὄξεϊ· ἔστω δὲ μοίρης διπλάσιον τῆς καδμίης, καὶ Ῥήου ἡ Ῥίζα ξύν τινι ὑγρῷ. φυλάσσεσθαι δὲ χρὴ τῶνδε τὰς ἐπιθλίψιας· ὑγραίνει γὰρ τὰ ἕλκεα καὶ ἐπὶ μᾶλλον νέμεται. χρὴ ὦν πτερῷ τὰ ξηρὰ καταπάσσειν· τὰ δὲ ὑγρὰ ὑγρότατα ποιέοντα ἐς τὸν γαργαρεῶνα ἐγχέειν. ἢν δὲ αἱ ἐσχάραι ἤδη τε ἀπολύωνται, τὰ δὲ ἕλκεα ἐρυθρὰ γίγνηται, κίνδυνος τότε μάλιστα σπασμοῦ. ἐπιξηραίνε ται γὰρ ὡς ἐπίπαν τὰ ἕλκεα, καὶ τοῖσι δὲ τὰ νεῦρα ξυντείνετα ι. χρὴ ὦν γάλακτι ξὺν ἀμύλῳ καὶ χυλῷ πτισάνης, ἢ τράγου, ἢ λίνου σπέρματι, ἢ τήλιος μαλθάσσειν καὶ ὑγραίνειν. μετεξετέροισι δὲ καὶ ἡ κιονὶς διεβρώθη μέχρις ὀστέου τοῦ τῆς ὑπερώης, καὶ τὰ παρίσθμια ἄχρι βάσιος καὶ ἐπιγλωττίδος, καὶ ἐπὶ τῇ ὠτειλῇ καταπίνειν οὔτε στερεὸν, οὔτε ὑγρὸν ἠδύναντο, ἀλλὰ καὶ τὸ ποτὸν ἀνακοπτόμενον ἀπέπνιγέ κοτε τὸν ἄνθρωπον λιμῷ.