Κεφ. γ′ . περὶ Σκοτωματικῶν. ἢν ζόφος τὰς ὄψιας σχῇ, καὶ δῖνος ἀμφὶ τὴν κεφαλὴν ἑλίσσηται, καὶ ὦτα βομβέῃ ὅκως Ῥεόντων καναχηδὸν ποταμῶν, ἢ οἷον ἄνεμος ἱστίοισι ἐγκυβερνῆ, This word can scarcely be the right reading; but it is difficult to find a proper substitute for it. Were I disposed to bold attempts at emendation, I should propose to substitute ἐμβρέμεται in place of it; for, considering how fond our author is of Homeric diction, nothing seems so natural as to suppose that he had in mind the celebrated passage in the Iliad, — — ἀνέμοιο δὲ δεινὸς ἀήτης Ἱστίῳ ἐμβρέμεται (xv. 627) . Wigan suggests ἐγκυρκανέῃ or ἐγκυκανέῃ ; but these words are at least as objectionable as the one they are intended to supply a substitute for. In the MS. in the British Museum, we read εὐεργέι νηί · and this, perhaps, is the true reading. ἢ αὐλῶν, ἢ καὶ συρίγγων ἐνοπὴ, ἢ τρισμοῦ ἁμάξης ἰαχὴ, ὀνομάζο μεν σκότωμα τὸ πάθος, κακὸν μὲν, κἢν σύμπτωμα κεφαλῆς, κακὸν δὲ, κἢν ἐκ διαδέξιος κεφαλαίης, ἢ ἐξ ἑωυτέης χρονίου νούσου φύῃ. ἢν γὰρ τάδε μὲν μὴ ἀπογίγνηται, μίμνῃ δὲ ἡ σκοτοδίνη, ἢ χρόνῳ μακρῷ τελεωθῇ τοῖσι ἰδίοισι συμπτώμασι οὔ τινος ἀκεομένου, πάθος τὸ σκότωμα γίγνεται, ἐπʼ αἰτίῃ ὑγρῇ τε καὶ ψυχρῇ· ἀλλὰ καὶ ἀρχὴ παθέων ἄλλων, ἢν ἐς ἀνήκεστον τραπῇ, μανίης, μελαγχολίης, ἐπιληψίης, προσεπιγιγνομένων ἑκάστῃ τῶν ἰδίων ξυμπτωμάτων· σκοτάματος δὲ ἡ ἰδέα, βάρος τῆς κεφαλῆς, ὀφθαλμῶν μαρμαρυγαὶ ἐπὶ πολλῷ τῷ σκοτώδεϊ· ἀγνωσίη ἑωυτέων τε καὶ τῶν πέλας· καὶ ἢν ἐπʼ αὐξήσει ἡ νοῦσος γίγνηται, τά τε γυῖα λύονται, καὶ ἕρπονται χαμαί· ναυτίη καὶ ἔμετος φλέγματ ος, ἢ χολωδέων, ξανθῶν, ἢ μελάνων. εὖτε ἐπὶ μὲν ξανθῇ χολῇ, μανίαι γίγνονται· ἐπὶ δὲ τοῖσι μέλασι, μελαγχολίη · ἐπὶ δὲ τῷ φλέγματι, ἡ ἐπιληψίη. πασῶν γὰρ ἥδε νούσων τροπή. Ermerins finds great difficulty in explaining the exact meaning of the last sentence. He does not seem to have adverted that our author had in view § 75, 76, 77, 78, 79, 80, of the seventh section of the Aphorisms of Hippocrates. See the Commentary of Galen, and the English edition, Syd. Soc. Ed. t. ii. p. 773. I must say, however, that τῶνδε seems wanting in this place.