Κεφ. ζ . περὶ τῶν κατὰ τὸ Ἥπαρ ὀξέων παθῶν. τῶν ἀπὸ καρδίης οἱ ἀπὸ ἥπατος οὐκ ὠκύτερον μὲν, ἐπιπονώτερον δὲ θνήσκουσι. ἔστι γὰρ αἵματος πάγος τὸ πλεῖστον ἧπαρ· ἢν δὲ ἐν τῇσι πύλῃσι αὐτέου ξυμπέσῃ τις θανάτου αἰτίη, οὐ μεῖον ὀξέως ἢ οἱ ἀπὸ καρδίης θνήσκουσι. ὑμέσι γὰρ, καὶ τόνοισι ἐπικαίροισι καὶ λεπτοῖσι, καὶ φλεψὶ μεγάλῃσι ἐξύφανται τάδε τὰ μέρεα. ὡς δὲ καὶ τῶν σοφῶν ἀφηγέον ταί τινες, καὶ ψυχῆς ἐπιθυμίη τῇδε ἐγκάθηται. αἱμορραγίῃ μὲν γὰρ ὑπερίσχει πάντα πολλόν· Ῥίζωσις γὰρ φλεβῶν ἧπαρ. Hippocrat. de Aliment. γίγνεται ὦν ἐν αὐτέῳ μεγάλη μὲν φλεγμονὴ, οὐ κάρτα ξυνεχέως, οὐδὲ ἐν τοῖσιν ἐς τὰ ἐπίκαιρα χωρία. I have followed Ermerins in substituting ὦν for ὧν , and τοῖσιν for τισίν . Still neither the reading nor the punctuation is satisfactory. φθάνει γὰρ ἐξελθὼν τοῦ ζῆν ὥνθρωπος. σμικροτέρη δὲ θαμινά· τοὔνεκεν διαδιδράσκουσι μὲν τὸν ὄλεθρον, μακρότερα δὲ νοσέουσι. ἔργου γὰρ αὐτέου τοῦ κατὰ τὴν ἐξαιμάτωσιν οὐκ ἔστιν ἀνάπαυλα, οὐδὲ ἀμβολή· ἐπὶ δὲ τὴν καρδίην καὶ τὰ νέρθεν τοῦ διαφράγματος ἐντεῦθεν γὰρ τοῦ αἵματος ἀφέσιες. ἢν ἐπὶ μέζονι αἰτίῃ, πληγῇ, ἢ διαφθορῇσι ξυνεχέσι πολλῶν καὶ κακῶν σιτίων, καὶ οἰνοφλυγίῃ , ἢ ψύξι καρτερῇ, καὶ ἐν τῇσι πύλῃσι γίγνεται φλεγμονὴ, ὤκιστος ὄλεθρος. πῦρ μὲν γὰρ ὑποβρύχιον, ἀλαμπὲς , δριμὺ, σφυγμοὶνωθροὶ, πόνου ἰδέη ποικίλη καὶ παντοίη, ἄλλοτε μὲν ἡ ὀδύνη ἐπὶ τὰ δεξιὰ διεληλαμένη, ὡς δοκέειν ὀξὺ βέλος ἐγκέεσθαι, ἄλλοτε δὲ στρόφῳ ἰκέλη· αὖθις δέ κοτε πόνος βαρὺς, βαρύτατος· μεσηγὺ δὲ τῆς ὀδύνης ἀτονίη καὶ ἀφωνίη· διάφραγμα καὶ ὑπεζωκὼς ἕλκονται· ἀπὸ τῶνδε γὰρ ἄχθος τὸ ἧπαρ ἤρτητο· διὰ τόδε ἐς τὴν κατʼ ἴξιν κληΐδα ὀδύνη καρτερή· βὴξ δὲ ἀτελής· προθυμίη δὲ μοῦνον· κἢν ἐς τέλος κοτὲ ἀφίκηται, ξηρή. ἀναπνοὴ κακή· οὐ γὰρ ξυντιμωρέει τῷ πνεύμονι τὸ διάφραγμα, ξυνομαρτέον ἐς ξυναγωγὴν καὶ διάστασιν. πνεῦμα σμικρὸν ἕλκουσι, ἐκπνέουσι μέζον· χροιὴν μελάγχλωροι, μολιβδοειδέες· ἀπόσιτοι· ἢν δέ τι προσενέγκωνται φυσώδεες τῷ ὑποχονδρίῳ, ἐρεύξιες χολώδεες, ὀξίζουσαι, βρωμώδεες· ναυτίη, διάστασις κενεὴ, γαστὴρ ἀπολελυμένη τὰ πολλὰ, χολώδεα, γλίσχρα, βραχέα· Ermerins reads ἀπολελημμένη , introduces ἢ before χωλώδεα and διαδιδοῦσα after βραχέα . But, after comparing the chapter of Paulus aegineta on hepatic diseases (iii. 46), I resolved not to alter the text. ἀεὶ δὲ ἐπαυξέα γίγνεται τὰ πάθεα· γνώμη οὐ κάρτα παράφορος, νωθρὴ, μετέωρος, τετυφωμένη , ὄκνος πουλὺς, ψύξις ἀκρέων, τρόμοι, Ῥίγεα, λὺγξ κενὴ, σπασμώδης, ἴκτερος, χολὴ ἄκρητος, χολόβαφοι τὸ πᾶν. ἢν δὲ καὶ πρὸ ἑβδόμης φανῇ, καὶ ἄλλους ἔκτεινε συχνούς. Hippocrat. Aph. iv. 63; iv. 62; Epidem. iii. 1, 2. ὁκόσοι δὲ ἢ αἱμορραγίῃ, ἢ κοιλίης ταράχῳ πολλοῖσι χολώδεσι, ἢ οὔροισι ἀκρήτοισι συχνοῖσι τὸν ὄλεθρον διηλλάξαντο, τουτέοισι δὲ μετὰ τρεῖς ἑβδομάδας ἐς ἀπόστασιν πύου τὸ ἧπαρ τρέπεται· ἢν δὲ ἔτι πολλὸν ὑπερβάλλῃ χρόνον ἄνευ ἀποστάσιος, ἐς ὕδρωπα ἄφυκτον τελευτᾷ· διψαλέοι, βραχυπόται , ξηροὶ τὸ σκῆνος, ἀλιπέες. ὀξέων ἐπιθυμίη, ἄποιος ἡ γεῦσις. τίκτει δὲ τόδε τὸ πάθος φθινόπωρον σὺν πλήθους ὡραίων, καὶ ποικίλων ἀπεψίη· ἡλικίη δὲ, πασέων μᾶλλον ἀκμή. Ermerins reads ἀκμαίη . But the common reading is quite in accordance with the usage of our author, and is retained by Ermerins himself in chap. x. of this book, near the end. It is, in short, an Attic anacoluthon, very common in the works of that age, such as those of aelian and Arrian.