Κεφ. ς . περὶ Εἱλεοῦ. ἐντέροισι γίγνεται μὲν φλεγμονὴ, ὀδύνην ὀλεθρίην ἐμποιοῦσα. θνήσκουσι γὰρ μυρίοι στρόφοισι καρτεροῖσι· ἐγγίγνεται δὲ καὶ πνεῦμα ψυχρὸν, ἀργὸν, οὔτε κάτω περῆσαι Ῥηΐδιον οὔτε ἄνω ἀνελθέμεναι· μίμνει δὲ ἐπιπολὺ ἑλισσόμενον ἐν ὀλίγῃσι τῶν ἄνω ἑλίξεσι· τοὔνεκεν καὶ τὸ πάθος ἐπίκλησιν ἔσχεν εἵλεόν. κἢν πρὸς τοῖς στρόφοις δὲ καὶ πίεσις καὶ μάλθαξις τῶν ἐντέρων ἔῃ, καὶ πουλὺ τὸ ὑπογάστριον ὑπερίσχῃ, χορδαψὸς τὸ τοιοῦτόν ἐστι οὔνομα· ἕψησις μὲν γὰρ ἡ μάλθαξις· χορδὴ δὲ ἐντέρων ἐπώνυμον. καὶ γὰρ καὶ ἐπιχορδί δα τὸ μεσεντέριον ἐκίκλησκον οἱ πρόσθεν, τά τε μεσηγὺ νεῦρα καὶ τὰ ἀγγεῖα καὶ τοὺς ὑμένας τοὺς ἀνοχῆας τῶν ἐντέρων. αἰτίη τοῦ εἱλεοῦ συνεχὴς μὲν διαφθορὴ σιτίων πολλῶν τε καὶ ποικίλων καὶ οὐ ξυνηθέων, καὶ ἄλλη ἐπʼ ἄλλῃ ἀπεψίη, μάλιστα δʼ ἐπὶ τοῖσι εἱλεώδεσι, ὁκοῖόν τι μελὰν σηπίης. οὐκ ἀδόκητος δὲ πληγὴ, ἢ ψύξις, ἢ ψυχροποσίη ἐφʼ ἱδρῶτι, ἄδην ἢ χανδόν· καὶ οἷσι δὲ ἔντερον ἐς τὸν ὄσχεον ξὺν κόπρῳ κατέβη, καὶ οὐκ ἀνώσθη ἐς τὴν κοιλίην, ἀλλʼ ἀνελήφθηβίῃ, Should we not read ἤ ? See the Notes of Wigan and Ermerins, which explain the difficulties about the text without removing them. τουτέοισι ἔθος ἐπιφλεγμαίνειν τὰ κάτω ἔντερα. ξύνηθες δὲ τὸ πάθος παιδίοισι, οἷσίπερ ἂν καὶ ἀπεψίη ᾖ, καὶ τὸ βλάβος διαδιδράσκουσι μᾶλλον διά τε τὸ ἔθος καὶ τὴν ὑγρότητα τῶν ἐντέρων· ὀλισθηρὰ γάρ· γέροντες δὲ οὐ μάλα μὲν πάσχουσι, περιγίγνονται δὲ ἥκιστα. ὥρη θέρεος τίκτει μᾶλλον ἦρος, φθινόπωρον δὲ χειμῶνος, ἀμφοῖν δὲ ἐπὶ μᾶλλον θέρος. πολλοὶ μὲν οὖν ἐπὶ τούτοισι στρόφοισι θνήσκουσι αὐτίκα· μετεξετέροισι δὲ καὶ πῦον ἐγγίγνεται , καὶ αὖθις μελανθὲν τότε τὸ ἔντερον καὶ διασαπὲν ἐξέπεσε, καὶ οὕτως ἐξέλιπον. ξύνεστι δὲ αὐτέοισι, εἰ μὲν ἐπιεικὴς εἱλεὸς εἴη, πόνος ἑλισσόμενος, στομάχου πλάδος, ἔκλυσις, μαλακίη, ἐρεύξιες κεναὶ καὶ οὐδὲν ὠφελοῦσαι, κοιλίη ὑποβορβορίζουσα φύσῃσι, ὁδοιπορίη μεσφὶ ἕδρης, διέξοδοι δὲ ἀτελέες. ἢν δὲ ἐπίτασιν ἴσχῃ ὁ εἱλεὸς, πάντων ἄνω ἡ φορὴ, πνευμάτων, φλέγματος, χολῆς. ἐμοῦσι γοῦν τάδε· ἔξωχροι, ψυχροὶτὸ πᾶν σκῆνος· πόνος πουλὺς, ἀναπνοὴ κακὴ, διψαλέοι· ἢν δὲ καὶ θνήσκειν μέλλωσι, ἱδρὼς ψυχρὸς, δυσουρίη, ἕδρη ἀπολελημμένη, ὡς μηδὲ ἰσχνὸν ἔλασμα διελάσαι· κόπρων ἔμετοι, ὥνθρωποι ἄφωνοι, σφυγμοὶ πρόσθεν μὲν ἀραιοὶ, σμικροί· πρὸ θανάτου δὲ σμικρότατοι, καὶ πυκνότατοι καὶ ἐκλείποντες. τάδε μὲν οὖν τοῖσι λεπτοῖσι ἐντέροισι ξυμπίπτει. ἀτὰρ καὶ κώλῳ τὰ αὐτὰ πάθεα γίγνεται, καὶ τὰ ξυνόντα ὅμοια, καὶ ἡ αὐτὴ συμφορή. τουτέων δὲ μετεξέτεροι διαδιδράσκ ουσί κοτε, ἢν πῦον ἐγγένηται τῷ κώλῳ. αἰτίη δὲ τὸ βάθος τὸ σαρκοειδὲς τοῦ ἐντέρου. πόνος δὲ ἰσχνὸς μὲν, ἠδὲ ὀξὺς ἐπὶ τοῖσι λεπτοῖσι ἐντέροισι, πλάτος δὲ καὶ βάρος ἴσχων ἐπὶ τῷ κώλῳ. Ermerins deserves great credit for his ingenious emendation of this passage. The common reading is πλάδος and ἴσχον , from which no suitable meaning can be drawn. In the Askew ms. we read ἰσχνὸν and κώλω . In it, by the way, the iota subscriptum is generally wanting. διαΐσσει δὲ ὁ πόνος, ἄλλοτε μὲν ἐπὶ τῇσι πλευρῇσι, εὖτε φαντασί η ἐγγίγνεται πλευρίτιδος· καὶ γὰρ καὶ πυρεταίνουσι οἵδε· ἄλλοτε δὲ ὑπὸ τῇσι νοθῇσι ἐνθάδε καὶ ἔνθα, ὡς δοκέειν τὴν ὀδύνην ἥπατος ἢ σπληνὸς ἔμμεναι· αὖθίς κοτε ἐν τοῖσι κενεῶσι, πολλὸν γὰρ τὸ κῶλον καὶ πάντη ἕλικας ποιεύμενον· μετεξετέροισι δὲ καὶ ἐς τὸ ἱερὸν ὀστέον ἐρείδει, καὶ ἐς μηροὺς, καὶ διδύμων κρεμαστῆρας. ἐπὶ δὲ τοῖσι κωλικοῖσι ἔμετοι πλεῦνες κενοὶ, τὰ δὲ ἐμεύμενα λεπτὰ, χολώδεα, ἐλαιοει δέα. ἔστι δὲ ὁ ἐντεῦθεν κίνδυνος τοσόνδε ἀσινέστερος, ὁκόσον καὶ τὸ κῶλον τῶν λεπτῶν ἐντέρων σαρκοει δέστερον καὶ παχύτερον καὶ ἀνεξικα κώτερον.