Κεφ. ε . περὶ Χολέρης. Ἡ χολέρη παλίνορσός ἐστι φορὴ τῆς ὕλης τῆς ἐν τῳ παντὶ ἐς τὸν στόμαχον καὶ τὴν κοιλίην καὶ τὰ ἔντερα, ὀξύτατον κακόν· διεκθέει δὲ ὕπερθεν μὲν ἐς ἔμετον τὰ ἐν τῷ στομάχῳ ἁλιζόμενα· διὰ δὲ τῆς κάτω διεξόδου τὰ ἐν τῇ κοιλίῃ καὶ τοῖς ἐντέροις ὑγρά. ἰδέην δὲ τὰ πρῶτα μὲν ὑδατώδεα τὰ διʼ ἐμέτου, τὰ δὲ διʼ ἕδρης κόπρανα ὑγρὰ, δυσώδεα· ἀπέψιες γὰρ ξυνεχέες αἱ τῆσδε προφάσιες· ἢν δὲ τάδε ἀποκλυσθῇ, φλεγματώδεα, ἔπειτα χολώδεα· τὰ πρῶτα μὲν Ῥηϊδίως, ἀπόνως· ἔπειτα δὲ ξὺν ἐντάσεσι μὲν ὁ στόμαχος, γαστὴρ δὲ μετὰ στρόφων. ἢν δὲ ἐς τὸ κάκιον ἐπιδιδῷ, καὶ στρόφοι μείζονες, λειποθυμίη , ἔκλυσις μελέων, ἀπορίη, ἀποσιτίη· ἢν δὲ καί τι προσενέγ κωνται, πολλῷ Ῥοίζῳ ξὺν ναυτίῃ ἐς ἔμετον διεκθέει ξανθὴ χολὴ κατακορέως καὶ τὰ διαχωρήματα ὅμοια· σπασμοὶ, ξυνολκαὶ μυῶν τῶν ἐν τῇ κνήμῃ καὶ βραχιόνων· δάκτυλοι καμπύλοι, σκοτόδινος , λὺγξ, ὄνυχες πελιδνοὶ, κατάψυξις, ἄκρεα ψυχρὰ, καὶ τὸ ὅλον Ῥιγώδεες. ἢν δὲ ἐς τελευτὴν ἥκῃ τὸ κακὸν, ἀτὰρ ἱδροῖ ὥνθρωπος, Ermerins places the words ἀτὰρ ἱδροῖ ὥνθρωπος after Ῥιγώδεες , but the necessity for this change is not very clear. χολὴ μέλαινα ἄνω καὶ κάτω. οὖρα σχεθεῖσα κύστις ὑπὸ σπασμοῦ· ἀλλʼ οὐδὲ οὖρον ἁλίζεται ὑπὸ τῆς ἐς τὸ ἔντερον τῶν ὑγρῶν μετοχετεύσεως· ἀφωνίη, σφυγμοὶ σμικρότατοι καὶ πυκνότατοι, ὁκόσοι ἐπὶ ξυγκοπῇ· ἐντάσιες ἐμέτου ξυνεχέες κενεαὶ, προθυμίαι τεινεσμώδεες, ξηραὶ, ἄχυλοι· θάνατος ἐπώδυνος καὶ οἴκτιστος, σπασμῷ καὶ πνιγὶ καὶ ἐμέτῳ κενῷ. φέρει μὲν τὸ πάθος ὥρη μὲν θέρεος, δεύτερον δὲ φθινόπωρον, ἦρἧσσον, χειμὼν ἥκιστα· ἡλικίαι δὲ, αἱ τῶν νέων καὶ ἀκμαζόντων· γῆρας ἥκιστα, παιδία δὲ τουτέων μᾶλλον, ἀλλʼ οὐ θανατώδεα.