Κεφ. β . περὶ Αἵματος Ἀναγωγῆς. αἵματος φορῆς τῆς διὰ στόματος ἰδέαι δύο· ἡ μὲν διὰ στόματος ἀπὸ κεφαλῆς καὶ τῶν τῇδε ἀγγείων· ὁδὸς δὲ ὑπερώη, φαρύγγεθρον, ἔνθα καὶ ἀρχαὶ στομάχου καὶ ἀρτηρίης. ἀναχρέμψισι δὲ καὶ βηχὶ σμικρῇ καὶ προχειροτέρῃ ἐς τὸ στόμα ἀπερεύγονται τὸ αἷμα· ὡς τῇ γε ἀπὸ στόματος, οὐδὲ ἀνάχρεμψις παρομαρτεῖ· ἔμπτυσις ἥδε καλέεται· ἐπὶ δὲ μᾶλλον, ἢν βραχέη ἡ φορὴ τοῦ αἵματος, καὶ στάγδην καὶ ἀθρόον ἀπὸ τῆς κεφαλῆς, ἢ ἀπὸ τοῦ στόματος ἔῃ, οὔ κοτε ἀναγωγὴ καλέεται, ἀλλʼ ἢ τὸ αὐτὸ, ἢ πτύσις, Ermerins suppresses ἢ πτύσις , as I think, unnecessarily. ἢ αἱμορραγίη. ἢν δὲ νέρθεν ἀνίῃ ἀπὸ θώρηκος καὶ τῶν τῇδε σπλάγχνων, πνεύμονος, τρηχείη ς ἀρτηρίης, τῶν παρὰ τὴν Ῥάχιν, ἡ ἀπὸ τουτέων φορὴ οὐ πτύσις, ἀλλʼ ἀναγωγὴ καλέεται, τῆς ἄνω ἴξιος τῆς ὁδοῦ τοὔνομα ἔχουσα. Wigan is not satisfied with τῆς ὁδοῦ ; and Ermerins does not hesitate to expunge these words, as being a gloss on the text. Instead of doing this, I should rather be disposed to read, τῆς ἐξόδου . σημεῖα δʼ ἀμφοῖν τὰ μὲν ξυνὰ σμικρὰ καὶ παῦρα, ὁκόσον καὶ τὸ χωρίον, ἔνθα καὶ ἀναγωγῆς καὶ πτύσιος ἡ ξυναγωγή· τὰ δὲ ἑκάστης ἴδια μεγάλα καὶ πολλὰ καὶ ἐπίκαιρα, οἷσιν ἑκατέρην Ῥηΐδιον διαγνῶναι. ἢν οὖν ἀπὸ κεφαλῆς ἔῃ, ἐπὶ μὲν πολλῷ τῷ αἵματι μέζω καὶ πλέω τὰ παρεόντα, σμικρὰ δὲ ἐν ὀλίγῃ καὶ σμικρῇ τῇ πτύσι· βάρος αὐτέοισι, πόνος, ὤτων ἦχοι, ἐρύθημα προσώπου, φλεβῶν διαστάσιες, σκοτόδινος· καὶ πρὸ τούτων δὲ ἡ αἰτίη εὔσημος, πληγὴ, ψύξιες, ἐγκαύσιες, οἰνοφλυγίη· ἥδε γὰρ ἀθρόον πίμπλησι τὴν κεφαλὴν, ἀθρόον καὶ ἐκχέει ἐκραγέντος ἀγγείου· ἐπὶ δὲ σμικρῇ μέθῃ πτύσιες ἐξ ἀραιώσι ος. ἴσχεταί ποτε διὰ Ῥινῶν αἱμορραγίη ξυνήθης· εἰς ὑπερώην δὲ τρεπομένη ἀναγωγῆς φαντασίην παρέχει. ἢν οὖν ἀπὸ κεφαλῆς ἔῃ, γαργαλισμὸς ὑπερώης, ἀνάχρεμψις πυκνὴ, καὶ ἐπὶ τῇδε ἡ πτύσις βύζεται· θυμὸς ἐγγίγνεται, καὶ εὖ μάλα βήσσουσι. ἢν δὲ ἐς τὴν ἀρτηρίην ἀπὸ τῆς ὑπερώης ἐσρυῇ, τότε βήσσοντες ἀνάγουσι· καὶ ἥδε ἐστὶ ἡ ἀπάτη τοῖσι ἡγευμένοισι ἀπὸ σπλάγχνων τῶν κάτωθεν ἀνάγεσθαι. ἐσρέει δὲ καὶ ἐς τὸν στόμαχον ἀπὸ τῆς κεφαλῆς, εὖτε ξὺν ναυτίῃ ἐμέουσι· ἔστι δὲ καὶ ἥδε ἀπάτη, ὡς ἀπὸ στομάχου φέρεσθαι δοκέειν. ἢν δὲ τὸ ἀπὸ τῆς πτύσιος αἷμα, παχὺ μὲν οὐ κάρτα, χροιῇ δὲ μέλαν, λεῖον, ὁμαλὸν, ἀμιγὲς ἑτέρης οὐσίης. χρεμπτομένοισι γὰρ εὐθὺς ἐπὶ τὴν γλῶσσαν ἔρχεται στρογγύλον , Ῥηϊδίως ἀπολυόμενον· ἢν δὲ καὶ τὴν ὑπερώην καθορέῃς, δασυτέρην καὶ ἑλκώδεα ὄψεαι, καὶ τὰ πολλὰ ὕφαιμον· ἰητρίη δὲ ἀρκέσει ἁπλῆ, σμικρὴ, στύμματα μὲν ἐς τὴν ὑπερώην, καὶ τάδε ψυχρά. ἐπὶ γὰρ τοῖσι θερμαίνουσι καὶ τοῖσι ἀραιοῦσι καὶ εὐρύνουσι ἡ φορὴ μέζων· καὶ τόδε τὸ τέκμαρτῆς ἀπὸ τῆς κεφαλῆς πτύσιος· ἐς δὲ τὴν κεφαλὴν κενώσιες ἢ διὰ φλεβῶν,ἢ διὰ Ῥινέων, ἢ διʼ ἑτέρης διαπνοῆς. καὶ τάδε χρὴ ταχέως δρῆν, ἢν γὰρ τὸ αἷμα ἐπὶ πολλὸν χρόνον ἴῃ, μελέτη μὲν ἐγγίνεται τῇ φορῇ· ἔθος δὲ τοῖσι τῇδε χωρίοισι ἐς ὑπόδεξιν τοῦ αἵματος· ἑλκοῦται δὲ καὶ ἀρτηρία, καὶ βήσσουσι ἀντὶ τῆς χρέμψιος. τοὐντεῦθεν δὲ φθορῆς γίγνεται ἡ ἀρχή. Ἡ δὲ ἀπὸ θώρηκος καὶ τῶν νέρθεν σπλάγχνων αἵματος φορὴ ἀναγωγὴ καλέεται· ἔστι δὲ κάρτα μὲν ὀλεθρίη, ἢν ἀπό του τῶν ἐπικαίρων ἐκραγέν των ἔῃ, ἢ κοίλης φλεβὸς τῆς ἐν καρδίῃ ἀπὸ τοῦ ἥπατος διακονευμένης τὸ αἷμα, ἢ τῆς τῇ Ῥάχι παρατετα μένης παχείης ἀρτηρίης. αἱμορραγίῃ γὰρ ὅκωσπερ ἐν σφαγῇ καὶ δυσπνοῇ ὤκιστος ὄλεθρος· οἷσι δὲ ἀπὸ πνεύμονος, ἢ πλευρῆς, ἢ ἀρτηρίης τῆς τρηχείης, ἧσσον μὲν ὀξέως θνήσκουσι, οὐχ ἥκιστα δὲ ἔμπυαι καὶ φθίσιες γίγνονται. τουτέων δὲ ἀσθενεστέρη ἡ ἀπὸ τῆς τρηχείης ἀρτηρίης· ἢν δὲ ἀπὸ στομάχου ἢ κοιλίης ἐμέηται, οὔτε κάρτα ὀλεθρίως ἴσχουσι, κἢν πάνυ πολλὴ αἱμορραγίη ἔῃ, οὔτε ἡ ἄλθεξις μακρὴ καὶ ποικίλη· ἢν δὲ ἀπὸ ἥπατος καὶ σπληνὸς, οὐ Ῥηϊδίη μὲν, οὐδὲ ξυνεχής· ἐς γὰρ τὴν κοιλίην καὶ ἔντερα τουτέων ἡ ἀπόκρισις ἑτοιμοτέρη. οὐ μὴν οὐδὲ ἡ ἄνωθεν διὰ πνεύμονος καὶ ἀρτηρίης, ἀδύνατος, ἢ ἄπιστος. καὶ γὰρ ἐν πυρετοῖς ἀπὸ σπληνὸς καὶ ἥπατος διὰ Ῥινῶν αἱμορρα γέουσι, κατʼ ἴξιν τοῦ σπλάγχνου τοῦ μυκτῆρος Ῥέοντος. τόποι μὲν οὖν ἀφʼ ὧνπερ ἡ ἀγωγὴ οἵδε· καὶ ἡ ἐς κίνδυνον ἢ ὄλεθρον διαφορή. οἱ δὲ τρόποι τρεῖς ἔασι· ἢ γὰρ ἀπὸ Ῥήξιος ἀγγείου, ἢ διαβρώσιος , ἢ ἀραιώσιος ἀνάγεται. ῥήγνυται μὲν οὖν ἐξαπιναίως, ἢ πληγῇ, ἢ ἐντάσι ἄχθεος, ἢ ἀνωθήσει, The common reading is ἀναθέσει . Ermerins reads ἢ ἐντάσι ἄχθεος ἀναθέσει , a very equivocal emendation. My conjectural reading, I feel confident, will be admitted to be the true one by any impartial critic. ἢ ἀπὸ ὕψους ἅλματι, ἢ καὶ βοῇ, καὶ ὀργῇ μεγάλῃ, ἤ τεῳ ἄλλῃ ὁμοίῃ αἰτίῃ, εὖτε αὐτίκα ἐπὶ τῇ ἀρτηρίᾳ λάβρως τὸ αἷμα ἐκχέεται· ἢν δὲ ἀπὸ βρώσιος, χρὴ ἐπανερωτῆν, εἴ κοτε πρόσθεν ἔβηξε ὥνθρωπος, ἢ δύσπνους γέγονε, ἢ ναυτίη, ἢ ἔμετος ἦγχε πάρος. ἐκ γὰρ τοιῶνδε πολυχρονίων διεσθίεται τὰ ἀγγεῖα Ῥεύματι ξυνεχέϊ καὶ πολλῷ καὶ δριμέϊ. ἐπὴν οὖν πολλὸν ξυντακέντα καὶ λεπτυνθέντα ἐς τέλος ἀπαναλωθῇ τὰ ἀμπέχοντα ὑμένια, τὸ αἷμα ἐκχέει· ἡ δὲ ἐξ ἀραιώσι ος ἀρραγὴς μὲν, διὰ τόδε οὔτε πολλὴ, οὔτε ἀθρόη, οὔτε παχέος αἵματος· ἀραιώσι δὲ τῶν ἀγγείων τὸ λεπτὸν ἀποτιθέεται· ἢν δὲ πολλὸν αὐλισθὲν ἐν κοίλῃ χώρῃ αὖθις ἀνάγηται, παχύτερον μὲν ἑωυτοῦ γίγνεται, οὐ μὴν παχὺ κάρτα, οὐδὲ μέλαν, ὁκοῖον αἱμάλωψ· πλεῖον δὲ τῷ πλήθεϊ, ὡς ἀπὸ ἀθροίσιος, εὐθὺς ἀναφέροιτο. τόδε τὸ εἶδος τῆς ἀγωγῆς, γυναιξὶ ὡς ἐπίπαν οὐ καθαιρομένῃσι τάδε ἐπιμήνια γίγνεται, καὶ ἐν τῇσι αὐτῇσι περιόδοισι τῆς καθάρσιος ἐπιφαίνεται, καὶ ἐπὶ τῇσι προθεσμίῃσι τῆς ἀποπαύσιος ἴσχεται· κἢν μὴ ἰηθῇ ἡ γυνὴ, ἐς πολλὰς περιόδους ἀντιπεριεῖσι ἡ ἀναγωγή· μετεξετέρῃσι δὲ καὶ ἀπερράγη τὰ ἀγγεῖα τῷ πλήθεϊ. διαφορὴ τῆς ἀναγωγῆς, καὶ εἰ ἐξ ἀρτηρίης, ἢ φλεβὸς ἀνάγοιτο. μέλαν μὲν γὰρ καὶ παχὺ καὶ Ῥηϊδίως πηγνύμενον, ἢν ἀπὸ φλεβὸς, καὶ ἧσσον ἐς κίνδυνον Ῥέπει, καὶ ἐπίσχεται θᾶσσον. ἢν δὲ ἀπʼ ἀρτηρίης, ξανθὸν καὶ λεπτὸν, καὶ οὐ μάλα πήγνυται, καὶ ὁ κίνδυνος ὠκύτερος, καὶ ἡ ἐπίσχεσις οὐ μάλα Ῥηϊδίη. αἱ γὰρ διασφύξιες τῆς ἀρτηρίης αἱμορραγίης πρόκλησιν ποιέονται, καὶ τὸ τρῶμα οὐ συμφύει τῇ πολυκινησίῃ. ἄλθεξις δὲ, ἢν μὲν ἀπὸ διαβρώσιος μακρὴ, καὶ οὐ Ῥηϊδίη, καὶ σφαλερή· ὑπὸ γὰρ ἐλλείψεως ἐς σύμφυσιν τὸ ἕλκος οὐκ ἀφικνέεται· ἕλκος γὰρ, οὐ τρῶμα γίγνεται· ἐπὶ δὲ τῇσι Ῥήξισι ἡ σύμφυσις ἑτοιμοτέρη. ψαύει γὰρ ἀλλήλων τοῦ τρώματος τὰ χείλεα· ἔστι ἥδε ὦν ἡ διαφορὴ δευτέρη ἐς κίνδυνον. ἀσινεστάτη δὲ ἡ ἐπὶ τῇσι ἀραιώσισι· ἴσχεται γὰρ αὐτομάτως, καὶ ἰητρίη στύψις καὶ ἔκψυξις ἱκανή. Σημαντέ οι δὲ καὶ οἱ τόποι, ἀφʼ ὧνπερ ἀνάγεται. ξυνὰ γὰρ πολλὰ σημεῖα, καὶ ἡ ἀπάτη Ῥηϊδίη, καὶ ἰητρίη ἑτέρη. ἀπὸ στομάχου μὲν οὖν οὔτε λίην ἐξ ἀραιώσιος ἀνάγεται· ἡ γὰρ τῶν βρωμάτων τε καὶ τῶν πομάτων ψύξις τε καὶ στύψις ἐς πύκνωσιν ἄγει τὰ μέρεα· ἀτὰρ οὐδὲ διαβρώσιες ξυνεχέες εἰσὶ, καί τοι μᾶλλον τῆς προτέρης· τὰ γὰρ ἀναδάκνοντα τῶν Ῥευμάτων οὐ προσίσχεται πολλὸν χρόνον, ἀλλʼ ἤ ἀπεπτύσθη, ἢ διηλάθη κάτω. συνηθεστέρη δὲ στομάχῳ ἐστὶν ἡ Ῥῆξις. εἰ οὖν ἀπορραγῇ κοτε, αἱμορραγίαι οὐ κάρτα μεγάλαι, ὁκοῖαι ἀπὸ θώρηκος. ἰσχνὰ γὰρ τῇδε τὰ φλεβία, σμικραὶ δὲ καὶ ἀρτηρίαι· ἰδέῃ δὲ τὸ αἷμα οὐ κάρτα μέλαν, ἢ ὑπόξανθον οὐ κατακορέως , λεῖον, ἢ σιάλοισι μεμιγμένον , ξὺν ναυτίῃ καὶ ἐμέτῳ ἀναφερόμενον. βὴξ μικρὴ, ἄλλοτε μὲν ξύν τῳ, ἄλλοτε δὲ μούνη ἄνευθεν ἀναγωγῆς· ξυνταλαιπωρέει γὰρ ἡ ἀρτηρίη τῷ στομάχῳ, παρατεταμένη καὶ ξυνημμένη· δῆξις, ἢ στύψις τοῦ ἕλκεος ἐπὶ τοῖσι καταπινομένοισι· πολλὸν δὲ μᾶλλον, ἢν ψυχρὰ κάρτα ἢ θερμὰ ἢ στρυφνὰ ἔῃ· ἐγγίγνεται δὲ καὶ πόνος τοῦ στομάχου, μετεξετέροισι δὲ μέσφι μεταφρένου· ἔμετοι φλεγματώδεες· ἐπαναφέρουσι δέ κοτε, ἐπὴν ἐς μῆκος ἡ νοῦσος ἐπιταθῇ, καὶ μέζων ἔῃ ἀποσιτίη, τουτέων πλῆθος πολύ· πυρετοὶ οὐ μάλα ξυνεχέες, ἀλλὰ Ῥεμβώδεες. ἀπὸ δὲ κοιλίης ἀνάγοιτο μέλαν καὶ πηγνύμενον, κἢν ἀπὸ ἀρτηρίης ᾖ· ἢν δὲ ἀπὸφλεβὸς, πολλόν τι μελάντερον , πολλὸν δὲ καὶ παγετώτερον· ναυτίη πολλὴ καὶ ἔμετος φλεγμάτων καὶ χολωδέων, τοῖσι σιτίοισι συμμιγνύμενον τὸ αἷμα, ἢν προβεβρώκῃ ὥνθρωπος· ἐν γὰρ τῇ αὐτῇ χώρῃ ἄμφω ἅμα ἀλίζεται καὶ ἡ τροφὴ καὶ τὸ αἷμα. ἐξερεύξιες πολλαὶ, βρωμώδεες· κἢν μὲν πολλὴ ξυλλεγῇ, ἀπορίη, σκοτόδινος· ἢν δὲ ἐμεθῇ τάδε, Ῥηΐζουσι. ἔκλυτοι, καυσώδεες τὸ σύμπαν, πόνος ξυνεχὴς τῆς κοιλίης. ἀπὸ δὲ τῆς τρηχείης ἀρτηρίης μικρὸν καὶ σφόδρα ξανθὸν τὸ αἷμα καὶ ξὺν βηχὶ ἀνάγουσι· κἢν μὴ ἀνάγωσι δὲ, διηνεκέως βήσσους ι· αἴσθησις δὲ καὶ πόνου, ἔνθα ὁ βρόγχος, ἢ μικρόν τι νέρθεν ἢ ὕπερθεν· φωνὴν βραγχώδεες , ἀσαφέες· ἢν δὲ ἀπὸ πνεύμονος ᾖ, ἀθρόως ἡ ἀναγωγὴ, ἐπὶ δὲ μᾶλλον, εἰ ἐκ διαβρώσιος , ξὺν βηχὶ πολλῇ ξανθὸν κατακορέως , ἀφρῶδες, στρογγύλον , ὡς ἄλλην ἀπʼ ἄλλης ἀναγωγὴν διακεκρίσθαι· ἀλλὰ καὶ ἡ ἐν ξυνῷ ἀγγείῳ φορὴτῶν τοῦ θώρηκος ἀναγομένων ἄλλη· καὶ διαστήσαις ἂν τὰ ξυμμεμιγμένα ἐκ παραθέσιος, ὡς ὄντα μέρεα θώρηκος· τὴς τὰ δὲ ἰδέην σαρκοει δέα δοκοίης ἂν πλεύμονος ἔμμεναι μέρεα. θώρηκος βάρος, ἀπονίη, ἐρύθημα προσώπου πολλόν τι μᾶλλον τουτέοισι. ἢν δὲ ἀπὸ θώρηκος ἐπανίῃ, ἐς τὸ πρόσθεν κατὰ τὸ στέρνον πόνος διασημαίνει τοῦ ἐρρωγότος μέρεος. βὴξ σύντονος καὶ μόλις ἀνάγουσα. τὸ δὲ αἷμα ξανθὸν οὐ κάρτα, μέσως παχὺ, ἄναφρον. ἢν δὲ καὶ πνεύμων ἐκ τῆς παρόδου ξυμπαθήσῃ, προσδιδοῖ τοῦ ἀφρώδεος· ὁδὸς γὰρ θώρηκος ἐς ἀρτηρίην πνεύμων. ἢν δὲ ἀπὸ πλευρῆς, ξὺν βηχὶ μὲν, μέλαν δὲ καὶ λεῖον, κάκοδμον, βρωμῶδες, ὁκοῖον τῆς σηπεδόνος, πόνος τῆς πλευρῆς ὀξύς. πολλοὶ γοῦν θνήσκουσι πλευριτικὸν τρόπον ξὺν πυρετῷ. ὥρη δὲ φέρει ὑγρὴ καὶ θερμή. τοιόνδε τὸ ὑγρὸν καὶ θερμὸν ἔαρ. δεύτερον τὸ θέρος· μετόπωρον ἧσσον, χειμὼν δὲ ἥκιστα· θνήσκουσι δὲ θέρους μὲν μάλιστα αἱμορραγίῃ· φλεγμοναὶ γὰρ οὐ κάρτα μεγάλαι γίγνονται τότε· ἔαρος δεύτερον, φλεγμον ῇ καὶ πυρετοῖσι καυσώδεσι. φθινοπώρῳ δὲ ὡς ἐπίπαν Ῥηϊδίως φθόαι γίγνονται. ἀθρόον δὲ εἰρῆσθαι, ἐπὶ πάσῃ αἵματος ἀναγωγῇ, κἢν μικρὴ ἔῃ, κἢν ἤδη μεμύκῃ τὰ Ῥαγέντα, ἕπεται δυσθυμίη, δυσελπιστίη, ἀπόγνωσις τοῦ βίου. τίς γὰρ οὕτως εὐσταθὴς ὡς ὁρῆν μὲν ἑωυτὸν σφαγῇ ἴκελον πεπονθότα, μὴ ὀρρωδέῃ δὲ ἀμφὶ θανάτου; καὶ γὰρ καὶ τὰ μέζω τῶν ζῴων καὶ τὰ ἀλκιμώτ ερα , ὁκοῖον οἱ ταῦροι, αἱμορραγίῃ θνήσκουσι ὤκιστα. ἀλλὰ τόδε μὲν οὐ μέγα τὸ θώϋμα. θώϋμα δὲ μέγα τόδε. ἐπὶ γὰρ τῇ ἀπὸ πνεύμονος φορῇ μούνῃ χαλεπωτά τῃ ἐούσῃ οὐκ ἀπογιγνώσκουσι ἑωυτῶν οἱ ἄνθρωποι, κἢν ἐν τῷ ἐσχάτῳ ἔωσι. δοκέω δὲ ἔγωγε τὴν τοῦ πνεύμονος ἀπονίην αἰτίην ἔμμεναι· πόνος γὰρ κἢν σμικρὸς ἔῃ, θάνατον ὀρρωδέει· καὶ ἔστι ἐν τοῖσι πλείστοισι φοβερώτερος ἢ κακίων· ἀπονίη δὲ καὶ ἐν τοῖσι μεγάλοισι κακοῖσι, ἀφοβίη θανάτου, καὶ ἔστι κακίων ἢ φοβερωτέρη.