Κεφ. ι . περὶ τῶν κατὰ τὴν Κύστιν ὀξέων παθῶν. κύστις χαλεπὴ μὲν ἐν νούσοισι ὀξέῃσι πονῆσαι· κἢν ἄλλοισι ξυμπεπόνθῃ· χαλεπωτέρη δὲ καὶ θανατωδεστέρη, ἢν ἀφʼ ἑωυτῆς ἄρξηται. καὶ γὰρ καὶ δυνατωτάτη πάντα ξυμπαθέα ποιῆσαι, καὶ νεῦρα, καὶ γνώμην. νεῦρον γὰρ ἡ κύστις ψυχρὸν καὶ λευκὸν, ἀτὰρ καὶ πορρωτάτω τοῦ οἰκείου θάλπεος· ἐγγυτάτω δὲ τῆς ἔξω ψύξιος. ἐν γὰρ τῇ νειαιρῇ γαστρὶ κατωτάτω ἵζει προσωτάτω τοῦ θώρηκος· ἀλλὰ καὶ ἔργον αὐτέης ἐπίκαιρον ἡ τῶν οὔρων ἔξοδος. κἢν οὖν μοῦνον ἥδε ἐπισχεθῇ λίθοισι, ἢ θρόμβοισι, ἤ τεῳ ἄλλῃ ἰδίῃ, ἢ ἀλλοτρίῃ ξυμφορῇ, θανατῶδες. ἐπὶ γυναικῶν μὲν γὰρ αὐτέων καὶ ὑστέρων φλεγμονὴ ἀναπιέζει, In all the mss. the common reading is φλεγμονὰς , from which no suitable meaning can be elicited. Ermerins introduces many changes; thus he reads, — αὐτέην καὶ ὑστέρη φλεγμήνασὰ ἂν πιέζει ; and, in the next clause he erases τὸ εὐθὺ . By merely changing φλεγμονὰς into -ὴ , I am persuaded that a legitimate reading is obtained. Ἀναπιέζω is a Hippocratic term. Art. 807, ed. Föes. It is to be borne in mind that the φλεγμονὴ of the ancients was a Phlegmon rather than an inflammation; i.e. it was ὄγκος ὀδυνηρός . See Föes, οεξ. ηιππ. ἐπʼ ἀνδρῶν δὲ, τὸ ἔσχατον, τὸ εὐθὺ, τὸ παράμηκε ς ἔντερον. ἐν πολλοῖσι δὲ ἐκ καρτερίης ἀεκουσίου ὑπʼ αἰδοῦς ἐν ξυλλόγοισι ἢ ξυνδείπνοισι πληρουμένη διατέταται , ἀδρανίῃ τε περιστολῆς οὐκέτι μεθίησι. ἐπὴν οὖν ἐπίσχῃ τὰ οὖρα, πληρώσιες καὶ τῶν ὕπερθεν μερέων· νεφρῶν, οὐρητήρων διατάσιες· λαγόνων ὀδύνη βαρείη, σπασμὸς , τρόμος, Ῥίγεα, γνώμην παράφοροι. ἢν δὲ πρὸς τοῖσι καὶ ἕλκος πεπόνθῃ ἢ φλεγμονὴν, πολλὰ μὲν τὰ κακὰ, ὄλεθρος δὲ πολλόντι ἑλκέων ὤκιστος. ἀλλʼ ἀμφὶ μὲν ἕλκεος καὶ ἀποστάσιος πυώδεος, καὶ τῶν ὁκόσα μὴ ὀξύταταᾖ, ἐν τοῖσι χρονίοισι λελέξεται· ὁκόσα δὲ κατόξεα, καὶ ἐν ιδʼ ἡμέρῃσιν, ἢ ὀλίγῳ θᾶσσον, ἢ βράδιον κτείνει, ὁκοῖον φλεγμονὴ, ἢ θρόμβοι, ἢ λίθος ἐς τὸν τράχηλον ἐμπεσὼν, περὶ τῶνδε νῦν ἐρέω. ἢν οὖν τι τουτέων ξυμβῇ, οὔρων ἐπισχέσιες, ὄγκος ἐν τῷ ὑπογαστρίῳ, ὀδύνη ὀξείη, πάντη τῆς κοιλίης· περίτασις τῆς κύστιος, ὁ ὠχρὸς ἱδρὼς τῇ δεκάτῃ, ἔμετοι φλεγματώδεες, ἔπειτα χολώδεες, ψύξις ὅλου, ποδῶν δὲ μᾶλλον· ἢν δὲ ἐπὶ μέζον τὸ κακὸν ἕρπῃ, πυρετοὶ λυγγώδεες, σφυγμοὶ, ἀταξίῃ πυκνοὶ, καὶ μικροὶ, ἐρύθημα τοῦ προσώπου, διψώδεες, ἀπορίη, γνώμην παράφοροι, σπασμοί. ἐπὶ δὲ φαρμάκοισι δηλητηρίοισι, κανθαρίσι, ἢ βουπρήστι, καὶ πνεύμασι ἐμπίπραται ἡ κύστις, καὶ ἡ ξύμπασα κοιλίη βιαιοτέρη, καὶ πάντα κακίω, καὶ οὐκ εἰς μακρὸν ἡ τοῦ θανάτου ἀμβολή. Αἱμορραγέει κοτὲ κύστις· ξανθόντε καὶ λεπτὸν τῇδε τὸ αἷμα· ἀλλʼ οὐδέν τι διὰ τήνδε θνήσκουσι, κἂν μὴ Ῥηϊδίη ἡ ἐπίσχεσις· ἀλλʼ ἐπὶ τοῖσι θρόμβοισι καὶ τῇ φλεγμονῇ ὁ κίνδυνος. ψύξις γὰρ καὶ νέκρωσις, καὶ γαγγραινώσιες, καὶ τὰ ἐπὶ τῇδε κακὰ Ῥηϊδίως κτείνει. φέρει δὲ τὰς νόσους, χεῖμα, καὶ μετόπωρον. ἡλικίη δὲ ἀκμὴ, ἔτι δὲ μᾶλλον γῆρας· αἱ δὲ ἄλλαι ὧραι καὶ αἱ ἡλικίαι οὔτε ξυνεχέως καὶ ἥκιστα κτείνουσι. ἀσινέστατα δὲ πάντων τὰ παιδία.