Κεφ. η . περὶ τῶν κατὰ τὴν Κιονίδα παθῶν. τὸ ἀπὸ τῆς ὑπερώης ἐκκρεμὲν σῶμα στερρὸν, μεσηγὺτῶν παρισθμίων, κίων καὶ γαργαρεὼν καλέεται. σταφυλὴ γὰρ πάθεός ἐστιν οὔνομα. νεῦρον δέ ἐστι ἡ κιονὶς τὴν φύσιν, ἀλλʼ ὑγρόν· ἐν γὰρ ὑγρῷ κέεται χωρίῳ. ὅδε οὖν ὁ γαργαρε ὼν πλεῦνα πάσχει πάθεα. καὶ γὰρ ἐπὶ φλεγμον ῇ παχύνεται, ἶσος ἀπὸ τῆς βάσιος ἄχρι τοῦ πέρατος ἄκρου, ἐπιμήκης γιγνόμενος, καὶ ἐρύθημα ἴσχει. κίων δὲ τοῦδε τοῦ πάθεος ἡ ἐπίκλησις. εἰ κατὰ πέρας μοῦνον στρογγύ λλεται, καὶ μεγέθεϊ πελιδνὸς γίγνεται, καὶ ὑπομελαν ίζει, σταφυλὴ ἐπώνυμον τόδε τὸ πάθος. πάντα γὰρ ἴκελα αὐτέῃ, καὶ σχῆμα, καὶ χροιὴ, καὶ μέγεθος. τρίτον πάθος ἐστὶ ὑμένων, ἔνθα καὶ ἔνθα, οἷόν τι λέπεα πλατέα, ἢ νυκτερίδων πτέρυγες ἐκφαίνονται· ἱμάντιον τόδε καλέεται. ἱμᾶσι γὰρ ἴκελαι αἱ τῶν ὑμένων εἰς πλάτος ἑξαπλώσιες. ἐι δὲ ἐς λεπτὸν καὶ εὐμήκη ὑμένα τελευτᾷ κιονὶς, οἷόν τι οὐρίαχον κατὰ πέρας ἴσχουσα, κράσπεδον τὴν ἐπωνυμίην ἴσχει. γίγνεται δὲ τόδε καὶ αὐτομάτως μὲν ἐκ Ῥεύματος, ὅκωσπερ καὶ ἕτερα· ἀτὰρ καὶ ἀπὸ τομῆς ἐπικαρσίης, ἐγκαταλιπόντος τοῦ ἰητροῦ ὑμένα κατὰ μίαν πλευρήν. ἢν δὲ δικρόα ὑμέσι δισσοῖσι ἐκκρεμέσι ἔνθα καὶ ἔνθα γίγνηται, οὔνομα μὲν οὐκ ἴσχει τόδε πάθος ἔκδηλον, ἅπαντι δὲ Ῥηΐδιον θεησαμένῳ γιγνώσκειν. πνὶξ δὲ ἐπʼ αὐτέοισι πᾶσι, καὶ ἥκιστα Ῥηϊδίως καταπίνους ι. βὴξ ἐπὶ πᾶσι μὲν, μάλιστα δὲ ἐπὶ τοῖσι ἱμαντίοισι , καὶ ἐπὶ τοῖς κρασπέδοισι. γαργαλισμὸς γὰρ τῆς ἀρτηρίης ἀπὸ τῶν ὑμένων γίγνεται· ἔσθʼ ὅπη δὲ καὶ ἐνστάζει τι τοῦ ὑγροῦ λάθρη ἐς τὴν ἀρτηρίην ὅθεν ἀναβήσσουσι· ἐπὶ δὲ τῇ σταφυλῇ καὶ τῷ κίονι δύσπνοια ἐπὶ μᾶλλον, καὶ κάρτα πονηρὴ κατάποσις. καὶ γὰρ ἐς τὰς Ῥῖνας ἐπὶ τῶνδε τὸ ὑγρὸν ἀναθλίβεται, συμπαθίῃ τῶν παρισθμίων. γηραιοῖσι ὁ κίων συνήθης, σταφυλὴ δὲ νέοισι καὶ ἀκμάζουσι· πολύαιμοι γὰρ καὶ ἐπιφλεγμαίνει μᾶλλον. ἡβάσκουσι δὲ καὶ παισὶ τὰ ὑμενώδεα. τάμνειν δὲ πάντα ἀσινέα· ἐπὶ δὲ τῇ σταφυλῇ ἔτι ἐρυθριώσῃ, αἱμορραγίη καὶ πόνοι καὶ φλεγμον ῆς ἐπίδοσις. Hippocrates, Aphor. iii. 6. We are indebted to Ermerins for changing ἐρυθριῶσι into ἐρυθριώσῃ .