Κεφ. ζ . περὶ Συνάγχη ς. Ἡ συνάγχη κάτοξυ μέντοι πάθος· ἀναπνοῆς γὰρ ἡ πίεσις. δύο δὲ τὰ εἴδεα· ἢ γὰρ τῶν ὀργάνων τῶν τῆς ἀναπνοῆς ἐστι φλεγμον ὴ, ἢ μούνου τοῦ πνεύματος πάθος, ἐφʼ ὡυτέου την αἰτίην ἴσχοντος. ὀργάνων δὲ, παρισθμίων , ἐπιγλωσσίδος, φαρυγγέθρου, κίονος, ἄκρης ἀρτηρίης· ἢν δὲ ἐπινέμηται ἡ φλεγμονὴ, καὶ γλώττης καὶ γνάθων τῶν εἴσω· εὖτε προβάλλουσι τῶν ὀδόντων τὴν γλῶτταν ὑπερβολῇ μεγέθεος. πίμπλησι γὰρ τὴν χώρην τοῦ στόματος, καὶ τὸ περιττὸν αὐτέης ὑπὲρ τοὺς ὀδόντας ἐκχεῖται. κυνάγχη τόδε καλέεται, ἤτοι τῷ ξυνεχέϊ πάθεϊ τῶνδε τῶν ζώων, ἢ τῷ ξυνήθεϊ τῆς προβολῆς τῆς γλώσσης, καὶ ἐν ὑγείῃ. τῷ ἑτέρῳ δὲ εἴδεϊ τὰ ἐναντία ξύνεστι· ξύμπτωσις τῶν ὀργάνων, καὶ ἰσχνότης ἐπὶ μᾶλλον τῆς ἑκάστου φύσιος· καὶ πνὶξ καρτερὴ, ὡς δοκέειν σφίσι αὐτέοισι ἐς θώρηκα ἐς τὸ ἀφανὲς ἐγκεκρύφθαι τὴν φλεγμον ὴν ἀμφὶ καρδίην καὶ πνεύμονα· συνάγχην τήνδε καλέομεν, οἷον συνεύουσαν ἔνδον καὶ ἄγχουσαν. ἐμοὶ δὲ δοκέει αὐτέου τοῦ πνεύματος μούνου τὸ κακὸν ἔμμεναι, τροπὴν πονηρὴν ἐς τὸ θερμότα τον καὶ ξηρότατον τρεπομένου, ἄνευθεν τοῦ σώματός τινος φλεγμον ῆς. ἔστι δὲ οὐ μέγα τὸ θωῦμα. καὶ γὰρ ἐν Χαρωνίοισιν αἱ πνίξιες οὐ σωμάτων πάθεϊ ὀξυτάτῳ γίγνονται, ἀλλὰ καὶ μιᾷ εἰσπνοῇ θνήσκουσι ὥνθρωποι, πρὶν τὸ σῶμα κακόν τι παθέειν. ἀτὰρ καὶ ἀπὸ γλώσσης κυνὸς εἰσπνεύσαντος μοῦνον ἐς τὴν ἀναπνοὴν, οὔτι μὴν ἐνδακόντος , λυσσᾷ ὁ ἄνθρωπος. τοιήνδε οὖν τῆς ἀναπνοῆς τὴν τροπὴν οὐκ ἀδύνατον γίγνεσθαι ἔνδοθεν· ἐπεὶ καὶ ἄλλα μυρία τῶν ἐν ἀνθρώπῳ τὴν αὐτὴν ἰδέην τοῖς ἔξωθεν αἰτίοις ἴσχει. χυλοὶ φθείροντες ἔσωθεν καὶ ἔξωθεν· ἀτὰρ καὶ νοῦσοι φαρμάκοισι δηλητηρίοισι ἴκελαι, καὶ ἀπὸ φαρμάκων ἐμέουσι ὁκοῖα πυρετῶν εἵνεκα. ὅθεν οὐδʼ ἀπεοικὸς ἐν τῷ λοιμῷ τῷ ἐν Ἀθήνῃσι μετεξετέρους δοκέειν εἰς τὰ φρέατα ἐν τῷ Πειραιεῖ ὑπὸ Πελοποννησίων ἐμβεβλῆσθαι φάρμακα. οὐ γὰρ ξυνίεσαν ὥνθρωποι τὸ ξυνὸν τοῦ κακοῦ τοῦ λοιμώδεος πρὸς τὰ δηλητήρ ια. ξύνεστι δὲ τοῖσι μὲν κυναγχικοῖσι φλεγμονὴ παρισθμίων, φαρυγγέθρου, παντὸς τοῦ στόματος. γλῶσσα προπετὴς ὑπὲρ τοὺς ὀδόντας καὶ τὰ χείλεα· σιελοχόοι, φλέγμα παχύτατον, ἀπορρέον καὶ ψυχρόν· ἐρυθροὶ τὰ πρόσωπα, καὶ ἐπηρμένοι, ὀφθαλμοὶ ἐξίσχοντες , ἀναπετέες, ἐξέρυθροι· τὸ ποτὸν ἐς τὰς Ῥῖνας ἀνακόπτεται· πόνοι καρτεροὶ, ἀλλὰ καὶ ὑπὸ τῆς πνιγὸς συνδιωκόμενοι ἀμαυροῦνται. θώρηξ καὶ καρδίη φλέγεται· ποθὴ ψυχροῦ ἠέρος· εἰσπνέουσι δὲ μικρὸν πάνυ, ἔς τε καὶ ἀπεπνίχθησαν, ἐμφραγείσης τῆς ἐς τὸν θώρηκα διόδου. ἐνίοισι δὲ ἐς πνεύμονα ἡ ξύνδοσις Ῥηϊδίως· οἱ δὲ μεταστάσι θνήσκουσι· πυρετοὶ νωθροὶ, μαλακοὶ, οὐδὲν ὠφελέοντες. εἰ δέ τῳ ἐς ἀγαθὸν τρέποιτο, ἀποστάσιες γίγνονται ἔνθα καὶ ἔνθα παρʼ οὖς ἔξω, ἢ ἔνδον ἐς τὰ παρίσθμια· κἢν μὲν ξὺν νάρκῃ, μὴ κάρτα βραδέως, περιγίγνονται μὲν, ξὺν πόνῳ δὲ καὶ κινδύνῳ· ἢν δὲ τρεπομένων ἐς ἀπόστασιν ὄγκος μέζων ὑπογίγνηται, ἐς κορυφὴν τῆς ἀποστάσιος ἀνισταμένης, ἀθρόον πνίγονται. τάδε μὲν τὰ κυνάγχης εἴδεα. Ξυνάγχης δὲ, σύμπτωσις, ἰσχνότης, ὠχρότης σύνεστι· ὀφθαλμοὶ κοῖλοι, εἴσω δεδυκότες· φάρυγξ καὶ γαργαρέων ἀνεσπασμένοι, παρίσθμια ἐπὶ μᾶλλον προσίζοντα, ἀφωνίη· πνὶξ ἡ τοῦδε τοῦ εἴδεος τῆς πρόσθεν πολλόν τι κραταιοτέρη, ἐν θώρηκι ἐόντος τοῦ κακοῦ, ἔνθα ἡ ἀρχὴ τῆς ἀναπνοῆς· οἱ δὲ ὀξύτατοι θνήσκουσι αὐτῆμαρ, ἔσθʼ ὅπη καὶ πρὶν καλέσασθαι τὸν ἰητρὸν, οἱ δὲ καὶ ἐσκαλεσάμενοι οὐδὲν ὤναντο. ἀπέθανον γὰρ πρὶν ἢ τὸν ἰητρὸν ἐπὶ τέχνῃ χρήσασθαι. ὁκόσος δὲ ἐς ἀγαθὸν τρέπεται, ἐπιφλεγμαίνει πάντα, ἐς ἅπερ ἐς τὸ ἔξω ἡ φλεγμον ὴ ἐξωκείλει, ὡς κυνάγχην ἀπὸ συνάγχης γίγνεσθαι I have followed Wigan and Ermerins in interchanging the places of συνάγχη and κυνάγχη as they stood in all the mss. I have also, like them, substituted ὁκόσοις for ὁκόσον ; and have added ἐς before ἅπερ , on the authority of Ermerins. But all this patchwork still leaves the sentence in a very unsatisfactory condition. ἀγαθὸν δὲ καὶ ἐν θώρηκι οἴδημα καρτερὸν, ἢ ἐρυσίπελας ἐμφανέως. καὶ ἰητρὸς δὲ ἀγαθὸς ἢ σικύῃ εἰς τὸν θώρηκα τὸ κακὸν ἀνήγαγε, ἢ σίνηπι ἐς τὰ στέρνα καὶ ἐς τὰ παρὰ γνάθους μέρεα ἐπιθεὶς, εἵλκυσε ἔξω καὶ διέπνευσε· μετεξετέροισι δὲ ἐς μὲν βραχὺ τὸ κακὸν ὑπὸ τουτέων ἀπελάθη ἔξω, ἀπεταθὲν Ermerins has substituted the two words above for ἀπετάθη and ἀπολυθὲν , which have no proper signification in this place. It must be admitted, that although some improvement, the substituted terms are not quite suitable; as it can scarcely be said, that an internal disease is driven outwards by an external application. δὲ ἀθρόως ἐπαλινδρόμησε καὶ ἔπνιξε. The common reading is ἐπάνηξε . The other word occurs in the ξοδεχ πηιλιππ., and is no doubt the true reading. προφάσιες δὲ μυρίαι, ψύξιες μᾶλλον, ἧσσον ἐκκαύσιες, πληγαὶ, ὀστέων ἰχθύων διαπάρσιες ἐς τὰ παρίσθμια, ψυχροποσίαι, μέθαι, πλησμοναὶ, καὶ τὰ ἀπὸ τῆς ἀναπνοῆς κακά.