Ἔτι δέ τις καὶ ἐν κεφαλαίῳ δύναιτ᾽ ἂν κατιδεῖν τὴν προσήκουσαν τάξιν τῶν διαλόγων τῇ κατὰ Πλάτωνα διδασκαλίᾳ τῷ τὰ Πλάτωνος αἱρουμένῳ. ἀναγκαίου γὰρ ὄντος θεατὰς γενέσθαι καὶ τῆς ἑαυτοῦ ψυχῆς καὶ τῶν θείων καὶ τῶν θεῶν αὐτῶν καὶ τοῦ καλλίστου νοῦ τυχεῖν, δεῖ πρῶτον μὲν ἐκκαθᾶραι τὰς ψευδεῖς δόξας τῶν ὑπολήψεων· οὐδὲ γὰρ οἱ ἰατροὶ νενομίκασι, πρότερον τῆς προσφερομένης τροφῆς ἀπολαῦσαι τὸ σῶμα δύνασθαι, εἰ μὴ τὰ ἐμποδίζοντα ἐν τούτῳ τις ἐκβάλλει. μετὰ δὲ τὸ ἐκκαθᾶραι ἐπεγείρειν καὶ προκαλεῖσθαι δεῖ τὰς φυσικὰς ἐννοίας, καὶ ταύτας ἐκκαθαίρειν καὶ εὐκρινεῖς άποφαίνεινῶς ἀρχάς. ἐπὶ τούτοις ὡς προκατεσκευασμένης τῆς ψυχῆς δεῖ αὐτῇ τὰ οἰκεῖα ἐμποιεῖν δόγματα, καθ᾽ ἃ τελειοῦται, ταῦτα δε ἐστι φυσικὰ καὶ θεολογικὰ καὶ τὰ ἠθικὰ καὶ πολιτικά· ἵνα δὲ τὰ δόγματα μένῃ ἐν τῇ ψυχῇ ἀναπόδραστα, δεήσει αὐτὰ δεθῆναι τῷ τῆς αἰτίας λογισμῷ, ἵνα τις βεβαίως ἔχηται τοῦ προκειμένου σκοποῦ. ἐπὶ τούτοις δεῖ πεπορίσθαι τὸ ἀπαραλόγιστον, ἵνα μὴ ὑπό τινος σοφιστοῦ παρενεχθέντες τρέψωμεν ἐπὶ τὰ χείρω τὴν ἑαυτῶν ἕξιν. ἵνα οὖν ἐκβάλλωμεν τὰς ψευδεῖς δόξας, δεήσει ἐντυγχάνειν Πλάτωνος τοῖς τοῦ πειραστικοῦ χαρακτῆρος διαλόγοις, ἔχουσι τὸ ἐλεγκτικὸν καὶ τὸ λεγόμενον καθαρτικόν· ἵνα δέ τις τὰς φυσικὰς ἐννοίας εἰς φῶς προκαλέσαιτο, τοῖς τοῦ μαιευτικοῦ χαρακτῆρος διαλόγοις δεήσει ἐντυγχάνειν· τοῦτο γάρ ἐστιν αὐτοῖς ἴδιον. ἵνα δέ τις τὰ οἰκεῖα δόγματα παραλάβῃ, τοῖς τοῦ ὑφηγητικοῦ χαρακτῆρος διαλόγοις δεήσει ἐντυγχάνειν· τοῦτο γάρ ἐστιν αὐτῶν ἴδιον, εἴ γε ἐν τούτοις ἐστὶ μὲν τὰ φυσικὰ δόγματα, ἐστὶ δὲ καὶ τὰ ἠθικὰ καὶ τὰ πολιτικὰ καὶ οἰκονομικά, ὧν τὰ μὲν ἐπὶ θεωρίαν καὶ τὸν θεωρητικὸν βίον ἔχει τὴν ἀναφοραν, τὰ δ᾽ ἐπὶ πρᾶξιν καὶ τὸν πρακτικὸν βίον, ἄμφω δὲ ταῦτα ἐπὶ τὸ ὁμοιωθῆναι θεῷ. ἵνα δὲ τὰ δεθέντα ἄφυκτα ἡμῖν ὑπάρχῃ, τοῖς τοῦ λογικοῦ χαρακτῆρος διαλόγοις, ὄντος καὶ αὐτοῦ ζητητικοῦ, δεήσει ἐντυγχάνειν· ἔχουσι γὰρ τάς τε διαιρετικας καὶ ὁριστικὰς μεθόδους καὶ πρός γε ἀναλυτικὰς καὶ συλλογιστικάς, δι᾽ ὧν τὰ μὲν ἀληθῆ ἀποδείκνυται, τὰ δὲ ψευδῆ ἐλέγχεται. πρὸς δὲ τούτοις ἐπεὶ καὶ δεῖ ἀπαραλογίστους ἀπὸ σοφιστῶν εἶναι, τοῖς τοῦ ἐπιδεικτικοῦ καὶ ἀνατρεπτικοῦ χαρακτῆρος διαλόγοις ἐντευξόμεθα· ἐν οἷς ἔστιν ἐκμαθεῖν, ὅπως τε δεῖ ἐπαΐειν τῶν σοφιστῶν καὶ ὅπως αὐτοῖς καὶ ὅντινα τρόπον προσφέρεσθαι κακουργοῦσι περὶ τοὺς λόγους.