Οὐ μὴν διὰ τοῦτο ὁπωσοῦν ὡς ἔτυχεν ἐντευξόμεθα αὐτῷ· οὐδὲ γὰρ εἰ δέοι κύκλον γράφειν, ἀφ᾽ οὑτινοσοῦν σημείου ἀρχόμενός τις γράφει τὸν κύκλον· ἀλλ᾽ ἀφ᾽ ἧς ἂν ἕκαστος ἡμῶν σχέσεως ἔχῃ πρὸς τὸν λόγον ἀρχόμενος ἐντεύξεται τοῖς διαλόγοις. σχέσεις δὲ πλείους καὶ διάφοροί εἰσιν ἡμῶν πρὸς τὸν λόγον. ἡ μὲν γάρ ἐστι κατὰ φύσιν, οἷον εὐφυὴς ἀφυής· ἡ δὲ κατὰ τὴν ἡλικίαν, οἷον ὥραν ἔχων τοῦ φιλοσοφεῖν παρηβηκώς· ἡ δὲ κατὰ προαίρεσιν, οἷον φιλοσοφίας ἢ ἱστορίας ἕνεκα· ἡ δὲ κατὰ ἕξιν, οἷον προτετελεσμένος ἢ ἀμαθής· ἡ δὲ κατὰ τὴν ὕλην, οἷον ἐνασχολῶν φιλοσοφίᾳ ἢ περιελκόμενος ὑπὸ τῶν περιστάσεων. ὁ μὲν οὖν κατὰ φύσιν εὖ πεφυκώς, καὶ κατὰ τὴν ἡλικίαν ὥραν ἔχων τοῦ φιλοσοφεῖν, καὶ κατὰ τὴν προαίρεσιν ἕνεκα τοῦ ἀρετὴν ἀσκῆσαι προσιὼν τῷ λόγῳ, καὶ κατὰ τὴν ἕξιν προτετελεσμένος τοῖς μαθήμασι, καὶ ἀφειμένος ἀπὸ τῶν πολιτικῶν περιστάσεων, ἄρξεται ἀπὸ τοῦἈλκιβιάδου πρὸς τὸ τραπῆναι καὶ ἐπιστραφῆναι καὶ γνῶναι οὗ δεῖ τὴν ἐπιμέλειαν ποιεῖσθαι. εἶθ᾽ ὥσπερ πρὸς παράδειγμα καλὸν ἰδεῖν, τίς ἐστιν ὁ φιλόσορος καὶ τίς αὐτοῦ ἡ ἐπιτήδευσις καὶ ἐπὶ ποίᾳ ὑποθέσει ὁ παρ᾽ αὐτῷ λόγος προσάγεται, δεήσει τῷ Φαίδωνι ἑξῆς ἐντυγχάνειν· λέγει γὰρ ἐν τούτῳ, τίς ἐστι φιλόσς, καὶ τίς ἐστιν ἥ γε ἐπιτήδευσις, καὶ ἐπὶ ὑποθέσει τοῦ ἀθάνατον εἶναι τὴν ψυχὴν δίεισι τὸν περὶ αὐτοῦ λόγον. μετὰ τοῦτο τῇ Πολιτείᾳ δέοι σ᾽ ἐντυγχάνειν· ἀρξάμενος γὰρ ἀπὸ τῆς πρώτης γενέσεως ὑπογράφει πᾶσαν τὴν παιδείαν, ᾗ χρώμενος ἀφίκοιτο ἄν τις ἐπὶ τὴν τῆς ἀρετῆς κτῆσιν. ἐπεὶ δὲ δεῖ καὶ ἐν γνώσει τῶν θείων γενέσθαι, ὡς δύνασθαι κτησάμενον τὴν ἀρετὴν ὁμοιωθῆναι αὐτοῖς, ἐντευξόμεθα τῷ Τιμαίῳ· αὐτῇ γὰρ τῇ περὶ τὴν φύσιν ἱστορίᾳ ἐντυγχάνοντες καὶ τῇ λεγμένῃ θεολογίᾳ καὶ τῇ τῶν ὅλων διατάξει ἀντοψόμεθα τὰ θεῖα ἐναργῶς.