<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0693.tlg002.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="chapter" n="3"><p>Ἐπεὶ οὖν ὅ τί ποτέ ἐστιν ὁ διάλογος τεθεωρήκαμεν, περὶ τῆς διαφορᾶς αὐτοῦ τοῦ κατὰ
            Πλάτωνα διαλόγου ἴδωμεν, τουτέστι περὶ τῶν χαρακτήρων, πόσοι τέ εἰσιν οἱ ἀνωτάτω καὶ
            πόσοι ἐκείνων ὑποδιαιρεθέντες εἰς τοὺς ἀτόμους ἐστήσαντο. περὶ μὲν οὖν χαρακτήρων ἐν
            τοῖς ἑξῆς τελεώτατα μετὰ ὑπογραφῆς εἰρήσεται, ἐνθάδε δὲ γνωστέον τοσοῦτον περὶ τῶν
            ἀνωτάτω χαρακτήρων, ὅτι δύο ὄντων, ὑφηγητικοῦ καὶ ζητητικοῦ, ὁ μὲν ὑφηγητικὸς ἥρμοσται
            πρὸς διδασκαλίαν καὶ πρᾶξιν καὶ ἀπόδειξιν τοῦ ἀληθοῦς, ὁ δὲ ζητητικὸς πρὸς γυμνασίαν καὶ
            ἀγῶνα καὶ ἔλεγχον τοῦ ψεύδους· καὶ ὅτι ο μὲν ὑφηγητικὸς τῶν πραγμάτων στοχάζεται, ὁ δὲ
            ζητητικὸς τῶν προσώπων. τῶν μὲν οὖν Πλάτωνος διαλόγων ὑπάγονται τῷ μὲν φυσικῷ ὁ Τίμαιος,
            τῷ δὲ ἠθικῷ ἡ Ἀπολογία, τῷ δὲ λογικῷ Θεάγης, Κρατύλος, Λύσις, Σοφιστής, Λάχης,
            Πολιτικός, τῷ δὲ ἐλεγκτικῳῷ Παρμενίδης, Πρωταγόρας· τῷ δὲ πολιτικῷ Κρίτων, Πολιτεία,
            Φαίδων, Μίνως, Συμπόσιον, Νόμοι, Ἐπιστολαί, Ἐπινομίς, Μενέξενος, Κλειτοφῶν, Φίληβος· τῷ
            δὲ πειραστικῷ ὐθύφρων, Μένων, Ἴων, Χαρμίδης· τῷ δὲ μαιευτικῷ Ἀλκιβιάδης, τῷ δὲ
            ἀνατρεπτικῷ Ἱππίας, Εὐθύδημος, Γοργίας. <pb facs="platonisdialogi06plat_0195"/></p></div></div></body></text></TEI>